§10.147βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
(これからどのような)計画を立てるべきか、逃げるべきか、それとも戦うべきかを相談するために。
§10.148ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς §10.149ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
」こう語ると、知謀に満ちたオデュッセウスは幕舎に入り、色とりどりの盾を肩にかけると、彼らの後を追って進んだ。
§10.150βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα·
彼らはテュデウスの子ディオメデスのもとへ行った。
τὸν δὲ κίχανον §10.151ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν·
そして彼が幕舎の外で武具とともに(横たわっているのを)見つけた。
ἀμφὶ δʼ ἑταῖροι §10.152εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας·
その周りでは仲間たちが眠っており、頭の下に盾を敷いていた。
ἔγχεα δέ σφιν §10.153ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς §10.154λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός·
彼らの槍は石突きで地面にまっすぐに突き立てられており、その青銅の穂先は遠くまで父なるゼウスの稲妻のように輝いていた。
αὐτὰρ ὅ γʼ ἥρως §10.155εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, §10.156αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
しかし、その英雄は眠っており、彼の下には野に住む牛の皮が敷かれ、さらに頭の下には輝く敷物が広げられていた。
§10.157τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, §10.158λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
彼の傍らに立ち、ゲレーニアの騎士ネストルが彼を起こした、足で突いて動かし、彼を励まし、また面と向かって叱責した。
§10.159ἔγρεο Τυδέος υἱέ·
「起きよ、テュデウスの息子よ。
τί πάννυχον ὕπνον ἀωτεῖς;
なぜ一晩中眠りを貪っているのか。
気づかないのか、トロイア人たちが平原の丘の上に、船の近くに陣取っており、わずかな距離しか隔てていないことに。
§10.162ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, §10.163καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
」こう語ると、彼は眠りからきわめて素早く跳ね起き、声を上げて彼に翼ある言葉を語りかけた。
§10.164σχέτλιός ἐσσι γεραιέ·
「情け容赦のない老人よ。
σὺ μὲν πόνου οὔ ποτε λήγεις.
あなたは決して労苦を休めようとしない。
§10.165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν §10.166οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων §10.167πάντῃ ἐποιχόμενοι;
他にも、もっと若いアカイア人の息子たちがいるではないか、彼らが巡り歩いて、王たちの一人一人を呼び起こせばよいものを。
σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
あなたは手に負えない老人だ。
§10.168τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレーニアの騎士ネストルが再び答えた。
§10.169ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
「全くその通り、友よ、お前が言ったことはすべて道理にかなっている。
§10.170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
私には非の打ち所のない息子たちもおり、多くの部下も大勢いる。
§10.171καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
彼らのうちの誰かが巡り歩いて呼び集めることもできるだろう。
§10.172ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
しかし、極めて重大な急務がアカイア人を襲っているのだ。
今や、まさにすべての者にとって、剃刀の刃の上に立っているのだ、アカイア人にとって、極めて悲惨な滅亡か、それとも生き残るかという。
σὺ γάρ ἐσσι νεώτερος·
お前の方が若いのだから。
εἴ μʼ ἐλεαίρεις.
もし私を憐れんでくれるなら。
§10.177ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος §10.178αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
」こう語ると、彼は肩に、燃えるような大きなライオンの、足元まで届く皮をまとい、槍を取った。
§10.179βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
そして歩み出し、英雄は彼らをそこから起こして連れてきた。
§10.180οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, §10.181οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, §10.182ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
彼らが集まっている番兵たちのところに合流したとき、番兵たちの指導者たちが眠っているのを決して見出すことはなく、むしろ全員が武具を身にまとって目覚めた状態で座っていた。
§10.183ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ §10.184θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην §10.185ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ §10.186ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
それはちょうど、犬たちが囲いの中で羊の群れの周りを不安そうに見張るようなもので、山を通って森の中を進んでくる、獰猛な心を持つ野獣の声を聞きつけ、その獣に対して男たちや犬たちの大騒ぎが起こり、彼らから眠りが失われる。
そのように、彼らのまぶたからも心地よい眠りは失われていた、この恐ろしい夜を見張る者たちから。
πεδίον δὲ γὰρ αἰεὶ §10.189τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
彼らは常に平原の方を向いていた、トロイア人たちが攻めてくるのを聞きつけようと。
§10.190τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ §10.191καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
老人は彼らを見て喜び、言葉をもって力づけ、声をかけて彼らに翼ある言葉を語りかけた。
§10.192οὕτω νῦν φίλα τέκνα φυλάσσετε·
「愛する子らよ、このようにして見張りを続けよ。
μηδέ τινʼ ὕπνος §10.193αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
誰一人として眠りに襲われてはならない、私たちが敵の喜びの種とならないように。
§10.194ὣς εἰπὼν τάφροιο διέσσυτο·
」こう言うと、彼は濠を越えて進んだ。
τοὶ δʼ ἅμʼ ἕποντο §10.195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
そして彼らに続いて、会議に召集されていたアルゴス人の王たちが従った。
αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
彼ら自身が、ともに評議に加わるよう招かれていたからである。
§10.198τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
彼らは掘られた濠を渡りきり、開けた場所に腰を下ろした。
§10.199ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος §10.200πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ §10.201ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
そこは死体の間に隙間が見える場所であり、夜が彼らを覆い尽くしたときに、荒ぶるヘクトルがアルゴス人を殺戮するのをやめて引き返した、まさにその場所であった。
§10.202ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
そこに座り、彼らは互いに言葉を交わした。
§10.203τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
彼らの中で、ゲレーニアの騎士ネストルが言葉を切り出した。
「友よ、誰か自分自身の勇敢な心に頼って、気高きトロイア人たちのもとへ行く者はいないだろうか。
§10.206ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, §10.207ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, §10.208ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν §10.209αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ §10.210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
敵の陣の端にいる者を誰か捕らえるか、あるいはトロイア人たちの間での何らかの噂を耳にするために、彼らが自分たちの間で何を企んでいるのか、あるいはこのまま船の傍らの遠く離れた場所にとどまるつもりなのか、それともアカイア人を打ち負かした今、再び都へと引き返すつもりなのかを。
これらすべてを聞き出し、無傷で我々のもとへ戻ってくることができれば。
μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη §10.213πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
その者には、天の下のすべての人々の間で大いなる名声が与えられ、素晴らしい贈り物も与えられるだろう。
§10.214ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι §10.215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν §10.216θῆλυν ὑπόρρηνον·
船を支配している指導者たち全員、その一人一人が、黒い雌の、乳飲み子を連れた羊を与えるだろう。
τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
これに比肩する宝はない。
§10.217αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
そしてその者は、常に宴会や祝宴に連なることができるのだ。
§10.218ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
」こう語ると、彼らは皆、静まり返って沈黙した。