§1.70ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, §1.71καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω §1.72ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
他知道现在的事、将来的事以及过去的事,并引导阿开亚人的船只前往伊利翁,这全凭福玻斯·阿波罗赐予他的预言之术。
§1.73ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· §1.74ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι §1.75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
他怀着善意向他们发表了演说,说道: “噢,深受宙斯爱戴的阿基琉斯啊,你命令我宣告远射的主宰阿波罗的愤怒。
§1.76τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον §1.77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
为此我将直言;但请你用心思量并向我发誓,你确实会全心全意地在言语和行动上庇护我。
因为我确信,我将激怒一个强力统治所有阿尔戈斯人、且阿开亚人都服从他的男人。
§1.80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· §1.81εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, §1.82ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, §1.83ἐν στήθεσσιν ἑοῖσι·
因为当君王对地位较低的人动怒时,往往更加无法宽恕;即使他能在当天强行压下怒火,但他此后依然在胸中积蓄怨恨,直到将其发泄出来。
σὺ δὲ φράσαι εἴ με σαώσεις.
所以,请考虑你是否能确保我的安全。
§1.84τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §1.85θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· §1.86οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν §1.87εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, §1.88οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο §1.89σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει §1.90συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς, §1.91ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
” 神行无忌的阿基琉斯回答他说道: “大可鼓起勇气,说出你所知道的任何神谕;因为我指着深受宙斯爱戴的阿波罗起誓,你,卡尔卡斯,正是向他祈祷并向达奈人揭示神谕的,只要我活着并在这大地上看着光明,就绝没有任何人在中空的船只旁,敢对你痛下毒手—— 达奈人中谁也不行,哪怕你提到的是阿伽门农,那个现在自诩为阿开亚人中首屈一指的首领。
§1.92καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· §1.93οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης, §1.94ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων, §1.95οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα, §1.96τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·
” 直到那时,这位无可指责的预言者才鼓起勇气说道: “神既没有责怪我们的誓愿不周,也没有责怪百牛大祭有失,而只是因为阿伽门农侮辱了的那位祭司,他没有释放他的女儿,也没有接受赎金;正因如此,远射之神才降下灾祸,并且还会继续降下。
§1.97οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει §1.98πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην §1.99ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην §1.100ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
他也绝不会为达奈人驱散这可耻的瘟疫,直到我们把那位眉目传情的少女送还给她亲爱的父亲,不收分文,不索赎金,并且还要带去神圣的百牛大祭到克律塞去;那时我们或许可以抚慰并说服他。
§1.101ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη §1.102ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §1.103ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι §1.104πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
” 他这样说完便坐下了;在他们之中站起来的是英雄、阿特柔斯之子,强力统治的阿伽门农,他满心悲愤;因为愤怒,他那阴暗的胸膛剧烈地充盈着,双眼犹如闪烁的烈火。
§1.105Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε· §1.106μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· §1.107αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, §1.108ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
他首先用凶恶的目光盯着卡尔卡斯说道: “灾祸的预言者,你从未对我说过一句好话;你心中永远只喜欢预言灾祸,你从未说过或实现过任何好话。
§1.109καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις §1.110ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, §1.111οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα §1.112οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
现在你又在达奈人中宣示神谕,说远射之神之所以为他们制造灾难,是因为我不愿意接受克律塞伊斯姑娘的精美赎金。
§1.113οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα §1.114κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, §1.115οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
因为我更希望把她留在家中;确实,相比于克吕泰涅斯特拉,我的结发之妻,我更喜欢她,因为她一点也不比她差,无论是在身材、体态、智慧,还是在女红家务上。
§1.116ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον· §1.117βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
但即使如此,如果这样更好,我也愿意把她送回去;我宁愿人民安全,也不愿他们毁灭。
§1.118αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος §1.119Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· §1.120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
但是,立刻为我准备一份恩赏,免得我成为阿尔戈斯人中唯一没有恩赏的人,因为那是不体面的;因为你们都看到了,我的恩赏正要被送往别处。
§1.121τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· §1.122Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, §1.123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
” 接着,神行无忌的高贵阿基琉斯回答他说: “最荣耀的阿特柔斯之子,所有人中最贪婪的家伙,心胸宽广的阿开亚人又怎么可能给你一份恩赏呢?
§1.124οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· §1.125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, §1.126λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
我们并不知道哪里还有大量的公共积蓄;我们从各城邦夺来的战利品已经分配完毕,让士兵们把这些东西重新收上来是不妥当的。
§1.127ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ §1.128τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς §1.129δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
但是,你现在应该把她还给神明;而我们阿开亚人将以三倍、四倍来偿还你,只要宙斯有朝一日赐予我们攻克壁垒森严的特洛伊城邦的机会。
§1.130τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· §1.131μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ §1.132κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
” 接着,统治者阿伽门农回答他说道: “尽管你很勇敢,神一样的阿基琉斯啊,但不要试图在心中欺骗我,因为你既瞒不过我,也说服不了我。