Humanitext Reader

荷马 · 伊利亚特 §1.1-1.69

阿波罗降下瘟疫与阿基琉斯召集军会

第 1 段,共 226 段 · 希腊语

内容简介

在阿开亚军营中爆发瘟疫之际,阿基琉斯召集大会,并提议向先知或祭司请教以查明阿波罗发怒的原因。

§1.1μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος §1.2οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε, §1.3πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν §1.4ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν §1.5οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή, §1.6ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε §1.7Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
女神啊,请歌唱佩琉斯之子阿基琉斯的愤怒,这愤怒带来了毁灭,给阿开亚人造成了无数的苦难,它把无数英雄强健的灵魂送往哈得斯的冥界,而让他们自己成为犬只的猎物以及百鸟的食粮——宙斯的意志借此得以实现—— 自从最初他们两人在争吵中决裂,那统领群雄的阿特柔斯之子与高贵的阿基琉斯。
§1.8τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
究竟是哪位神明促使他们两人在争执中开战?
§1.9Λητοῦς καὶ Διὸς υἱός·
是勒托与宙斯之子。
ὃ γὰρ βασιλῆϊ χολωθεὶς §1.10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, §1.11οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
因为他对国王动怒,在军中降下恶性的瘟疫,致使人民纷纷死去,因为阿特柔斯之子侮辱了祭司克律塞斯。
§1.12Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν §1.13λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, §1.14στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος §1.15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, §1.16Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
他来到阿开亚人疾驰的船只旁,为了赎回他的女儿,带来了无数的赎金,手中拿着远射神阿波罗的冠冕,系在黄金的权杖上,并向所有的阿开亚人恳求,尤其是向两位阿特柔斯之子,人民的统帅。
§1.17Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, §1.18ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες §1.19ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι· §1.20παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι, §1.21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
“阿特柔斯之子们,以及其他胫甲精美的阿开亚人,愿住在奥林匹斯宫殿的神明们保佑你们毁灭普里阿摩斯的城邦,并平安返回家园;但请释放我亲爱的女儿,并接受这些赎金,敬畏宙斯之子、远射神阿波罗。
§1.22ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ §1.23αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· §1.24ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, §1.25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· §1.26μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω §1.27ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα, §1.28μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
” 这时,所有其他阿开亚人都高声赞同,主张尊重祭司并接受丰厚的赎金;但这并不合乎阿特柔斯之子阿伽门农的心意,他反而粗暴地将他赶走,并下达了严厉的敕令: “老头,别让我在中空的船只旁撞见你,不管是现在拖延不走,还是以后再次折返,否则神明的权杖和冠冕也将对你无济于事。
§1.29τὴν δʼ ἐγὼ οὐ λύσω·
我绝不释放她。
πρίν μιν καὶ γῆρας ἔπεισιν §1.30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης §1.31ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
在她变老之前,在我们位于阿尔戈斯的家中,远离她的祖国,她将织布并陪伴我的床榻。
§1.32ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
快走,不要激怒我,这样你才能更安全地离开。
§1.33ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
” 他这样说,老人便害怕并顺从了他的话。
§1.34βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· §1.35πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς §1.36Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· §1.37κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας §1.38Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, §1.39Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα, §1.40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα §1.41ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ· §1.42τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
他默默地沿着波涛汹涌的海岸走去;走到远处,老人便一遍又一遍地祈求阿波罗王,即秀发勒托所生的那一位: “请听我祈祷,银弓之神,你守护着克律塞和神圣的基拉,并强力统治着特涅多斯,斯明透斯啊,如果我曾为你盖过悦目的神殿,或者如果我曾为你焚烧过公牛和山羊的肥美的大腿骨,请满足我的这个心愿:让达奈人因你的箭矢而为我的眼泪付出代价。
§1.43ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων, §1.44βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, §1.45τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· §1.46ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο, §1.47αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.
” 他这样祈祷,福玻斯·阿波罗听见了他的祈求,他心怀愤怒,从奥林匹斯的峰峦上走下,肩上背着弓和两端封闭的箭袋;随着这位愤怒之神的移动,肩上的箭矢发出铿锵之声;他像黑夜一样前行。
§1.48ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε· §1.49δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
接着,他坐在远离船只的地方,放出了箭矢;银弓发出了可怕的鸣响。
§1.50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, §1.51αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς §1.52βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
他首先袭击了骡子和矫捷的猎犬,接着,又向人们射出了带毒的利箭,不断射击;死者的火葬堆接连不断地燃烧着。
§1.53ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, §1.54τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς· §1.55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· §1.56κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
九天之中,神明的箭矢在军中四处飞射,第十天,阿基琉斯召集人民举行集会;因为白臂女神赫拉把这想法放入了他的心中,她关爱着达奈人,因为她看见他们正在死去。
§1.57οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, §1.58τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· §1.59Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω §1.60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, §1.61εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
因此,当他们聚集并齐聚一堂时,神行无忌的阿基琉斯站起来,向他们说道: “阿特柔斯之子啊,我想我们现在不得不四处漂泊,重新踏上归途,如果我们还能逃脱死亡的话,如果战争与瘟疫同时在击垮阿开亚人。
§1.62ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα §1.63ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν, §1.64ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, §1.65εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης, §1.66αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων §1.67βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
但是,来吧,让我们去请教某位先知或祭司,或者是解梦者——因为梦也是来自宙斯—— 由他来告诉我们,为何福玻斯·阿波罗如此愤怒,他是在责怪我们的誓愿不周,还是百牛大祭有失,是否他或许愿意接受羊羔和无瑕山羊的脂香,从而为我们驱散这场瘟疫。
§1.68ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη §1.69Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
” 他这样说完便坐下了;在他们之中站起来的是特斯托之子卡尔卡斯,最杰出的鸟卜者,

词汇与语法注释

  1. 1.5Διὸς δʼ ἐτελείετο βουλή — 意为“宙斯的意志逐渐得以实现”。未完成过去时 `ἐτελείετο` 表达了在这一系列悲剧性事件(愤怒和随后的死亡)的背后,宙斯的计划正处于持续进行并逐步实现的过程。
  2. 1.20δέχεσθαι — 通过连词 `δέ` 与祈愿希求法动词 `λύσαιτε`(“愿你们释放”)并列,此处的不定式用作命令(命令不定式,infinitivus pro imperativo)。
  3. 1.28μή νύ τοι οὐ χραίσμῃ — 这是一个不带主句的独立 `μή` 接虚拟式结构,表示担忧或警告。否定词 `οὐ` 的加入构成双重否定结构,意为“以免(权杖和冠冕)对你毫无用处”或“免得它们帮不上你”。
  4. 1.31ἀντιόωσαν — 动词 `ἀντιάω` 的现在分词(史诗变形),在此语境中意为“分享我的床榻”或“侍奉我的床铺”。在早期希腊史诗中,分享床榻的婉转表达和整理床铺的具体劳动这两种解释均成立,但它显然反映了她作为阿伽门农侍妾的身份。
  5. 1.65εὐχωλῆς — 表示责怪的动词 `ἐπιμέμφεται`(“责怪、怪罪”)支配着表示原因的属格 `εὐχωλῆς`(“誓愿”)和 `ἑκατόμβης,`(“百牛大祭”),说明神明不满的原因。

引用这一段

荷马, 伊利亚特 §1.1-1.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.1-1.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。