Humanitext Reader

荷马 · 伊利亚特 §1.475-1.541

特提斯向宙斯请愿与宙斯的首肯

第 8 段,共 226 段 · 希腊语

内容简介

奥德修斯一宿返回阿开亚军营,而阿基琉斯则独自留在帐篷中继续愤怒。第十二天,神明们返回奥林波斯,特提斯前去拜访宙斯,恳求其恢复阿基琉斯的荣誉,宙斯虽感为难但最终首肯。

§1.475ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §1.476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
当太阳西沉,暮色降临时,那时他们便在船的艏缆旁安歇。
§1.477ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §1.478καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
当清晨出生、玫瑰色手指的黎明神女显现时,随后他们便启航,驶向阿开亚人的宽阔军营。
§1.479τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
远射之神阿波罗为他们送来顺风。
§1.480οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, §1.481ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα §1.482στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
他们树起桅杆,张开白色的帆,风吹胀了帆肚,在航行的船只龙骨周围,紫色的波涛随着船的行进而大声喧嚣。
§1.483ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
船只穿过波浪奔驰,完成了它的航程。
§1.484αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, §1.485νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν §1.486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· §1.487αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
待他们来到阿开亚人的阔大军营,他们将黑色的船只拖上大陆,高高地停在沙滩上,并在船底支起长长的撑木;他们自己则分散到各自的帐篷和船只。
§1.488αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι §1.489διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
而他,坐在轻捷的船只旁,仍在继续着他的愤怒,那便是天帝所生的佩琉斯之子、捷足的阿基琉斯。
§1.490οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν §1.491οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ §1.492αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
他既不曾前往那使男子汉赢得荣耀的集会,也不曾走向战场,而是留在原地,让自己的心枯萎,他渴望着战吼与厮杀。
§1.493ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, §1.494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες §1.495πάντες ἅμα, Ζεὺς δʼ ἦρχε·
但当那之后的第十二个黎明到来时,永生不灭的神明便一同前往奥林波斯,所有的神明都跟随他一同前去,宙斯领头。
Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων §1.496παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. §1.497ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
而特提斯并未忘记她儿子的嘱托,而是从海浪中升起,在清晨登上了高天与奥林波斯。
§1.498εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων §1.499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
她发现那宽视的克罗诺斯之子独自坐着,与其他神明相隔,坐在多峰的奥林波斯的最高顶上。
§1.500καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων §1.501σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα §1.502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· §1.503Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα §1.504ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· §1.505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων §1.506ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων §1.507ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
于是她坐在他的面前,用左手搂住他的膝头,右手托住他的下巴,哀求着,对克罗诺斯之子、神王宙斯说道: “父亲宙斯啊,如果我在不死的神明之中,曾以言语或行动帮助过你,请为我实现这个心愿:尊崇我的儿子吧,他成了所有人中最短命的人;然而如今人中之王阿伽门农却侮辱了他;因为他亲自夺走了儿子的荣誉赏赐,并占为己有。
§1.508ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· §1.509τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ §1.510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
但请你尊崇他,奥林波斯的智谋之神宙斯啊;请将胜利赐予特洛伊人,直到阿开亚人尊崇我的儿子,并增加他的尊荣。
§1.511ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, §1.512ἀλλʼ ἀκέων δὴν ἧστο·
” 她这样说;但聚云之神宙斯没有回答她,只是默默地坐了很久。
Θέτις δʼ ὡς ἥψατο γούνων §1.513ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· §1.514νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον §1.515ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω §1.516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
但特提斯既然搂住了他的膝头,依然紧紧缠住,并再次第二次发问: “请向我作出确凿的允诺,并点头同意,或者拒绝——因为你无所畏惧——好让我在所有的神明之中,我是多么被轻视的一位女神。
§1.517τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· §1.518ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις §1.519Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
” 聚云之神宙斯十分烦恼,对她说道: “这确实会带来灾难,因为你将迫使我与赫拉冲突,当她用责难的话语激怒我时。
§1.520ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι §1.521νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
即使不为此事,她也总是可在不死的神明面前斥责我,说我在战斗中帮助特洛伊人。
§1.522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ §1.523Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
但你现在且先回去,免得赫拉察觉;而我将关注这些事,以求实现。
§1.524εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· §1.525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον §1.526τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν §1.527οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
来吧,我将向你点头,好让你确信:因为这在我,是不死神明中最大的凭证;因为凡是我点头应允的,既不可收回,也不会欺骗,更不会落空。
§1.528ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· §1.529ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος §1.530κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
” 克罗诺斯之子说完,耸动黑色的浓眉点头应允;于是神王不灭的头颅上,神圣的发丝飘动起来,震撼了巍峨的奥林波斯。
§1.531τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα §1.532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, §1.533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·
二人如此谋划后,便分手了;随后她从光辉灿烂的奥林波斯跃入深海,宙斯则走向自己的宫殿。
θεοὶ δʼ ἅμα πάντες ἀνέσταν §1.534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη §1.535μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
所有的神明都一起在他们的父亲面前从座位上起立;没有谁敢坐着等待他走来,而是全部起立迎接。
§1.536ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη §1.537ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς §1.538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
如此,他便在那里坐在宝座上;赫拉一看到他,便心知肚明,知道那银足的特提斯、大海老人的女儿,已与他共同谋划了计划。
§1.539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· §1.540τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
她立刻用讥讽的话语对克罗诺斯之子宙斯说道: “诡计多端的人啊,神明中又是谁与你共同谋划了诡计?
§1.541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
你总是喜欢避开我,独自做秘密决定。 ”

词汇与语法注释

  1. 1.488αὐτὰρ ὃ μήνιε — 指示代名词 `ὃ` 预示了第489行的固有主语 `Ἀχιλλεύς`。这是荷马史诗中指示代名词的一种典型用法,其后紧跟同位语专有名词。
  2. 1.515οὔ τοι ἔπι δέος — `ἔπι` 是介词 `ἐπί` 的重音前移(倒置),在此代替复合动词 `ἔπεστι`(存在、伴随)。整句意为“因为在你身上并无恐惧(你没有什么好害怕的)”。

引用这一段

荷马, 伊利亚特 §1.475-1.541. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.475-1.541

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。