Humanitext Reader

ホメロス · イリアス §1.542-1.611

ゼウスとヘラの口論と神々の宴会

9 / 226 箇所 · ギリシア語

要旨

ゼウスとヘラはテティスを巡って激しく言い争うが、ヘパイストスの巧みな仲裁により神々は和解し、盛大な宴会の後に就寝する。

§1.542κρυπτάδια φρονέοντα δικαζέμεν·
「(私から離れて)隠れて事を企て、決定を下すのを。
οὐδέ τί πώ μοι §1.543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
またあなたは、これから思おうとすることを、心よく私に語ることを、いまだかつて一度としてあえてなさいませんでした。
§1.544τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
」すると、人々(兵ら)と神々の父が、これに答えて言われた。
§1.545Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους §1.546εἰδήσειν·
「ヘラよ、私の考えのすべてを知ろうと期待するな。
χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
それは私の妻であるお前にとっても重いものとなろう。
§1.547ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα §1.548οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
だが、聞くにふさわしいことならば、それをば神々のうちの誰もお前より先に知ることはなく、人間のうちの誰もそうではない。
§1.549ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι §1.550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
しかし、私が神々から離れて、心に思いたいと欲することについては、お前はその一つひとつについて、決して尋ねることも、詮索することもしないがよい。
§1.551τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
」すると、牛眼の尊きヘラが、これに答えて言った。
§1.552αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
「最も恐ろしきクロノスの子よ、あなたは何というお言葉をおっしゃるのですか。
§1.553καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
これまでも私は、あなたに尋ねることも詮索することもしませんでした。
§1.554ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
ただあなたは、ご自分の望むことを何でも、全く心安らかに企てておいででした。
§1.555νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ §1.556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
しかし今は、海の老人の娘である銀の足のテティスが、あなたを言いくるめはしないかと、心の中でひどく恐れております。
§1.557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
彼女は早朝にあなたの傍らに座り、あなたの膝を掴みましたから。
§1.558τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα §1.559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
私は、あなたが彼女に、アキレウスを重んじ、アカイア人の船々の傍らで多くの者を滅ぼすと、確かに首を振って約束されたのではないかと疑っております。
§1.560τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
」これに答えて、雲を集めるゼウスが言われた。
§1.561δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
「疑い深い者よ、お前はいつも疑ってばかりで、私はお前の目を逃れることができぬ。
§1.562πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ §1.563μᾶλλον ἐμοὶ ἔσεαι·
だが、お前は何事も成し遂げることはできず、むしろ私にとって心離れた存在となるだけだ。
τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
それはお前にとっても、いっそう恐ろしいことになるだろう。
§1.564εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
もし事態がそのようであるなら、それは私にとって望むところなのだ。
§1.565ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
だから、黙って座り、私の言葉に従うがよい。
§1.566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ §1.567ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
私が近づいて、お前にその不可避の手を下すとき、オリンポスにいるすべての神々がお前を助けられなくなってしまわぬようにな。
§1.568ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, §1.569καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
」彼がこう言うと、牛眼の尊きヘラは恐れ、己の心を曲げて、沈黙したまま座していた。
§1.570ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
ゼウスの館の中では、天に住む神々が不安を募らせていた。
§1.571τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν §1.572μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
彼らの間で、名高き職人ヘパイトスがまず語り始め、その愛する母、白き腕のヘラに好意を示した。
§1.573ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, §1.574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, §1.575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον·
「これは実に破滅的なことであり、もはや耐え難いことです、お二人が、死すべき人間のためにこのように争い、神々の間に騒ぎをもたらすならば。
οὐδέ τι δαιτὸς
これでは、優れた宴の喜びもなくなってしまいます。
§1.576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
悪しきものが勝っているのですから。
§1.577μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ §1.578πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
ですから、私は母に勧めます、母ご自身もわかっておられることですが、愛する父ゼウスに好意を示されますように。
§1.579νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
父が再び非難して、私たちの宴を台無しにされないように。
§1.580εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς §1.581ἐξ ἑδέων στυφελίξαι·
もしオリンポスの電光を放つ方が、私たちを座席から突き落とそうと望まれるなら(、そうされるでしょう)。
ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
その方は誰よりもはるかに強いのですから。
§1.582ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
ですから、お母さんは優しい言葉で父に語りかけてください。
§1.583αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
そうすれば、オリンポスの方はすぐに私たちに慈悲深くあられるでしょう。
§1.584ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον §1.585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
」彼はこう言って飛び起き、両側に把手のある杯を愛する母の手に持たせ、彼女に語りかけた。
§1.586τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, §1.587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
「耐えてください、私の母よ、心を痛めつつも持ち堪えてください、私にとって愛する母であるあなたが、私の目の前で打たれるのを見ることのないように。
§1.588θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
そうなれば、私は心を痛めながらもどうすることもできません。
§1.589χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
オリンポスの方に立ち向かうのは困難なのですから。
§1.590ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα §1.591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
以前にも、私があなたを助けようとしたとき、その方は私の足を掴んで、神聖な敷居から投げ落とされました。
§1.592πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
私は丸一日中落下し続け、日が沈むと同時にレムノス島に落ちました。
§1.593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
かすかに息が残っているだけでした。
§1.594ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
そこへ、シンティエス人が、落ちた私をすぐに介抱してくれたのです。
§1.595ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, §1.596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
」彼がこう語ると、白き腕の女神ヘラは微笑み、微笑みながら、息子の手から杯を受け取った。
§1.597αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν §1.598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
そして彼は、他のすべての神々に対して、左から右へと大釜から甘いネクタルを汲み出し、注いで回った。
§1.599ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν §1.600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
すると、消えることのない笑いが、至福の神々の間に沸き起こった、ヘパイトスが館の中を忙しく立ち働いているのを見て。
§1.601ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §1.602δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
こうして彼らは、その日、日が沈むまでずっと宴に興じ、心は等しく分けられた宴に何一つ不足することはなかった。
§1.603οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, §1.604Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
アポロンが手にする、この上なく美しい竪琴にも、美しい声で交互に歌う、ムサたちの歌声にも。
§1.605αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, §1.606οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
しかし、太陽の輝かしい光が沈むと、彼らはそれぞれ、眠りに就くために我が家へと帰っていった。
§1.607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις §1.608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
そこには、名高き両足の不自由な神ヘパイトスが、卓越した知恵をもって、めいめいに館を建てておいたのだ。
§1.609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
電光を放つオリンポスのゼウスも、自身の寝床へと赴いた。
§1.610ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
そこは、甘き眠りが訪れたときに、かつて彼が眠りに就いていた場所であった。
§1.611ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
彼はそこへ上がって眠りに就き、その傍らには金の玉座のヘラが横たわった。

語釈・文法注

  1. §1.542δικαζέμεν — 不定詞 δικαζέμεν(ホメロス形、= δικάζειν)の用法。前の φίλον ἐστίν(541行)から続く構文で、主語であるゼウスの行動を表す(「(私から離れて)隠れて物事を企て、決定を下すことが[あなたにとって常に心地よい]」)。
  2. §1.561ὀΐεαι — ὀΐεαι は ὀΐομαι の二人称単数直説法現在で、ホメロス的な語尾変化による(「お前はいつも疑っている/当て推量している」)。
  3. §1.580εἴ περ γάρ κʼ ἐθέλῃσιν — εἴ περ... κʼ ἐθέλῃσιν(接続法、潜在・未来想定)による条件節があるが、帰結節(「突き落とすことができる/突き落とすだろう」)が文脈から自明なため省略されている。
  4. §1.590μεμαῶτα — 不定詞 ἀλεξέμεναι(ホメロス形、= ἀλέξειν)が、現在完了分詞 μεμαῶτα(μείμονα 「熱望する」の完了分詞対格)に係る(「[お前を]助けようと熱望していた[私を]」)。
  5. §1.607περικλυτὸς ἀμφιγυήεις — 倒置(hyperbaton)。主語の Ἥφαιστος と修飾形容詞 περικλυτὸς ἀμφιγυήεις が次の行(608行)にまたがって現れる。

この箇所を引用する

ホメロス, イリアス §1.542-1.611. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.542-1.611

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。