Humanitext Reader

荷马 · 伊利亚特 §1.406-1.474

特提斯的应允与归还克律塞伊斯

第 7 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯请求母亲特提斯向宙斯求助以惩罚阿伽门农,特提斯应允并劝他暂且忍耐。同时,奥德修斯前往克律塞归还克律塞伊斯,并举行祭祀仪式以平息阿波罗的愤怒。

§1.406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.
极乐的神明也害怕他,不再捆绑宙斯。
§1.407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων §1.408αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, §1.409τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς §1.410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, §1.411γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §1.412ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
如今你去坐在他身旁,搂住他的膝头,让他想起这些事,看看他是否愿意在某种程度上帮助特洛伊人,并将阿开亚人驱赶到船尾和海边,让他们被杀戮,好让所有人都能领受他们国王的报应,也让阿特柔斯之子、统治辽阔的阿伽门农明白自己的狂妄盲目,因为他一点也不尊重阿开亚人中最优秀的人。
§1.413τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· §1.414ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
” 随后,特提斯流着泪回答他: “哀哉,我的孩子,我为何生下你,在不幸的宿命里把你抚养?
§1.415αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων §1.416ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· §1.417νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων §1.418ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
但愿你能坐在船旁,无泪也无伤,因为你的生命本就短暂,绝非长久;但如今你却既命薄如纸,又比所有人更加凄惨;因此我在殿堂里生下你,是给你带来了不幸的命运。
§1.419τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ §1.420εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
为了对喜爱雷电的宙斯说这番话,我将亲自前往白雪皑皑的奥林波斯,看看他是否能被说服。
§1.421ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι §1.422μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· §1.423Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας §1.424χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· §1.425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, §1.426καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, §1.427καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
但你现在且坐在轻捷的船只旁,对阿开亚人保持你的愤怒,完全停止参与战争;因为宙斯昨日前往大洋河,去无瑕的埃塞俄比亚人那里赴宴,所有的神明都跟随他一同前去;但在第十二天,他将再次回到奥林波斯,到那时,我将前往宙斯那青铜铺地的宫殿,我将搂住他的膝头哀求,我想他会被说服的。
§1.428ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ §1.429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς §1.430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων·
” 她这样说完便离去了,留下他独自在那里,心中为了那位美带女子而愤怒,他们违背他的意愿,强行夺走了她。
αὐτὰρ Ὀδυσσεὺς §1.431ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
而奥德修斯带着神圣的百牛大祭来到了克律塞。
§1.432οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο §1.433ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, §1.434ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες §1.435καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
当他们进入深邃的港口内时,他们收起帆,放进黑色的船舱,放松前桅索,迅速把桅杆降在桅托上,并用桨将船划进泊位。
§1.436ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· §1.437ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, §1.438ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· §1.439ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
他们抛下锚石,系紧艉缆;他们自己也走上波涛起伏的海滩,牵出给远射之神阿波罗的百牛大祭;克律塞伊斯也走下了航海的船只。
§1.440τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς §1.441πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· §1.442ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §1.443παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην §1.444ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, §1.445ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.
智谋多端的奥德修斯将她领到祭坛前,交到她亲爱的父亲手中,并对他说: “克律塞斯啊,人中之王阿伽门农派我前来,将你的孩子送还给你,并代表丹那斯人向福玻斯献上神圣的百牛大祭,好让我们能平息神王之怒,他如今正给阿尔戈斯人带来多灾多难的痛苦。
§1.446ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων §1.447παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην §1.448ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, §1.449χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
” 他这样说着,将姑娘交到他手中,老人在喜悦中接过了自己亲爱的孩子;他们迅速将献给神明之神圣百牛大祭依次排列在建造精美的祭坛周围,随后他们洗净双手,拿起大麦粒。
§1.450τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· §1.451κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας §1.452Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· §1.453ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, §1.454τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· §1.455ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· §1.456ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
克律塞斯举起双手,为他们大声祈祷: “请听我祈祷,银弓之神,守护克律塞、神圣的基拉并强力统治特涅多斯的尊神;确实,你以前曾听从了我的祈求,你尊崇了我,并重重惩罚了阿开亚人的部众;如今请再次为我实现这个心愿:此时此刻,请为丹那斯人抵御这可耻的毁灭。
§1.457ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
” 他在祈祷中这样说,福玻斯·阿波罗听从了他的祈求。
§1.458αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, §1.459αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, §1.460μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν §1.461δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· §1.462καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον §1.463λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
待他们祈祷完毕并撒下大麦粒后,他们首先抬起祭牲的头,宰杀并剥皮,切下股骨,用油脂包裹,叠成双层,并在上面放上生肉片;老人在劈开的木柴上焚烧它们,并在上面浇上晶莹的红酒;他身旁的青年们手中拿着五齿叉。
§1.464αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, §1.465μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, §1.466ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
待股骨烧尽,他们尝了内脏之后,便把其余的肉切成碎块,穿在肉叉上,仔细地烘烤,然后把所有的肉从叉上取下。
§1.467αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα §1.468δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
待他们结束了劳作并准备好宴席后,他们便尽情宴饮,每个人的心中都对这均等的宴席感到满足。
§1.469αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §1.470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, §1.471νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· §1.472οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο §1.473καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν §1.474μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
待他们消除了对食物和饮料的渴望后,青年们把大酒杯里斟满了美酒,并给所有人分发,往每个杯子里注入奠祭之酒;他们整天用歌声来平息神怒,唱着优美的赞美诗,阿开亚的青年们,歌颂着远射之神;他听着,心中感到欢喜。

词汇与语法注释

  1. 1.410ἵνα πάντες ἐπαύρωνται βασιλῆος — 连接法现在时 ἐπαύρωνται 支配属格 βασιλῆος。该动词通常意为“从……中获益”,但在此处带有强烈的讽刺意味,表示阿开亚人将共同“承受”他们国王愚蠢行为带来的恶果(即灾难)。
  2. 1.415αἴθʼ ὄφελες... ἧσθαι — 愿望小词 αἴθε 与动词 ὀφείλω 的第二人称过去时 ὄφελες 连用,后接现在不定式 ἧσθαι,构成表示过去或现在无法实现的愿望句式(“但愿你能够坐着……”)。
  3. 1.429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς — 属格 ἐϋζώνοιο γυναικὸς 充当分词 χωόμενον(“愤怒”)的原因属格或关涉属格,用以表明阿基琉斯愤怒的根源(“因那女子而愤怒”)。
  4. 1.471ἐπαρξάμενοι δεπάεσσιν — 分词 ἐπαρξάμενοι(源自 ἐπάρχομαι)描述了倒酒仪式中的特定祭祀动作,特指在每个杯中先注入少许用于奠祭神明(奠酒)的酒,或按神圣顺序(通常从右至左)开始斟酒。

引用这一段

荷马, 伊利亚特 §1.406-1.474. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.406-1.474

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。