Humanitext Reader

ホメロス · イリアス §1.475-1.541

テティスのゼウスへの嘆願と承諾

8 / 226 箇所 · ギリシア語

要旨

オデュッセウスらはアカイアの軍営へと帰還し、アキレウスは一人怒りに燃えて引きこもり続ける。十二日目、神々がオリンポスに帰還すると、テティスはゼウスを訪ねてアキレウスの栄誉を回復するよう嘆願し、ゼウスは難色を示しつつもそれを受け入れる。

§1.475ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §1.476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
日が沈み、闇が訪れたとき、そのとき彼らは船の艫綱の傍らで眠りに就いた。
§1.477ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §1.478καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
早朝に生まれ出づる、薔薇の指を持つ暁が現れたとき、そのとき彼らはアカイア人の広い軍勢に向けて出帆した。
§1.479τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
彼らに、遠矢を射るアポロンが追い風を送った。
§1.480οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,
彼らはマストを立て、白い帆を広げた。
§1.481ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα §1.482στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
風は帆の真ん中をはらませ、進む船の竜骨の周地で、紫色の波が大きく鳴り響いた。
§1.483ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
船は波間を走り、その航路を進んでいった。
§1.484αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, §1.485νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν §1.486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
さて、彼らがアカイア人の広い軍勢のもとに到着すると、彼らは黒い船を陸へと引き揚げ、砂の高くに置き、下に長い支柱をあてがった。
§1.487αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
そして彼ら自身は幕舎や船々へと散っていった。
§1.488αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι §1.489διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
一方、素早い船の傍らに座して怒り続けていたのは、神聖なるペレウスの息子、足の速いアキレウスであった。
§1.490οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν §1.491οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ §1.492αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
彼は男を高める集会に赴くこともなく、戦いに行くこともなく、そこに留まりながら自身の心をすり減らし、鬨の声と戦いを切望していた。
§1.493ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, §1.494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες §1.495πάντες ἅμα, Ζεὺς δʼ ἦρχε·
しかし、それから実に十二日目の朝が訪れたとき、常しえにいます神々は皆一斉にオリンポスへと赴き、ゼウスが先頭に立った。
Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων §1.496παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
そしてテティスは息子の頼みを忘れず、海の波から浮かび上がった。
§1.497ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
そして早朝、大いなる天とオリンポスへと登った。
§1.498εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων §1.499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
彼女は、他から離れて一人、峰多きオリンポスの最頂上に座している広き声のクロノスの子を見出した。
§1.500καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων §1.501σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα §1.502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
彼女は彼の前に座り、左手で彼の膝を掴み、右手で顎の下から彼を支え、懇願しながら、王なるクロノスの子ゼウスに語りかけた。
§1.503Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα §1.504ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
「父なるゼウスよ、もし私がかつて不死の神々の間で、言葉であれ行いであれ、あなたを助けたことがあるなら、私のこの願いを叶えてください。
§1.505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
私の息子を重んじてください。
§1.506ἔπλετʼ·
彼は他の誰よりも短命な者となったのです。
ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων §1.507ἠτίμησεν·
それなのに、今や人々の王アガメムノンは彼を侮辱しました。
ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
彼の名誉の贈り物を自ら奪い取り、所有しているのです。
§1.508ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
しかし、オリンポスの知謀あるゼウスよ、あなたこそ彼を重んじてください。
§1.509τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ §1.510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
アカイア人たちが我が息子を重んじ、彼を高めてその名誉を増すときまで、トロイア人たちに勝利を与えてください。
§1.511ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, §1.512ἀλλʼ ἀκέων δὴν ἧστο·
」彼女がこう語ると、雲を集めるゼウスは何も答えず、沈黙したまま長い間座していた。
Θέτις δʼ ὡς ἥψατο γούνων §1.513ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
しかしテティスは掴んだ膝をしっかりとしがみついたまま放さず、二度目の問いを重ねた。
§1.514νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
「私に間違いなき約束をしてください、そして頷いて承諾するか、あるいは拒絶してください。
§1.515ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω
あなたには恐れるものなどないのですから。
§1.516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
そうすれば私は、自分がすべての神々の中でどれほど最も軽んじられた女神であるかを知ることができます。
§1.517τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
」すると、大いに心を痛めて、雲を集めるゼウスが彼女に語りかけた。
§1.518ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις
「これは実にとんでもないことになりかねない。
§1.519Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
そなたは私をヘラと対立させ、彼女が激しい言葉で私を怒らせるときに、私に争わせようとするのだから。
§1.520ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι §1.521νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
彼女はただでさえ、不死の神々の間で常に私を非難し、私が戦いでトロイア人たちを助けていると言うのだ。
§1.522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ §1.523Ἥρη·
しかしそなたは今、ヘラに気づかれないよう、再び立ち去るがよい。
ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
このことは私が成就させるよう、心に留めておこう。
§1.524εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
さあ、そなたが確信を持てるように、頭で頷いて示そう。
§1.525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον §1.526τέκμωρ·
これこそ、私の側から不死の神々に対して示される最大の証しなのだ。
οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν §1.527οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
私が頭で頷いて承諾したことは、取り消されることも、欺きとなることも、果たされぬまま終わることもないのだから。
§1.528ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
」クロノスの子はこう言って、暗い眉を動かして頷いた。
§1.529ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος §1.530κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
すると王の不死なる頭から、神聖なる髪が揺れ動き、大いなるオリンポスを震わせた。
§1.531τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν·
二人はこのように謀り、分かれた。
ἣ μὲν ἔπειτα §1.532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, §1.533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα·
彼女はその後、輝くオリンポスから深い海へと飛び込み、ゼウスは己の館へと赴いた。
θεοὶ δʼ ἅμα πάντες ἀνέσταν §1.534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον·
神々は皆一斉に、父親を前にして座席から立ち上がった。
οὐδέ τις ἔτλη §1.535μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
父親が近づくのを座ったまま待つ者はおらず、皆が立って彼を迎えた。
§1.536ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου·
こうしてゼウスは王座に座した。
οὐδέ μιν Ἥρη §1.537ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς §1.538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
ヘラは彼を見て、海の老人の娘である銀の足のテティスが、彼と計画を共に企てたことを見逃さなかった。
§1.539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
彼女はすぐに、皮肉を込めてクロノスの子ゼウスに語りかけた。
§1.540τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
「謀略に長けた方、今度は神々のうちの誰と計画を企てたのですか。
§1.541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
あなたは私から離れたところで、こっそりと決定を下すのをいつも好むのですね。 」

語釈・文法注

  1. 1.488αὐτὰρ ὃ μήνιε — 指示代名詞 `ὃ` は、489行の固有主語 `Ἀχιλλεύς` を先取りしている。ホメロスにおける代名詞の指示的用法の一例であり、後に同格の固有名詞が続く。
  2. 1.515οὔ τοι ἔπι δέος — `ἔπι` は前置詞 `ἐπί` のアクセントが前に移ったもの(アナストロフェ)で、ここでは `ἔπεστι` (〜が存在する、備わっている)の代わりとして用いられている。全体として「あなたには恐れ(恐れる理由)が全く存在しないのだから」という意味になる。

この箇所を引用する

ホメロス, イリアス §1.475-1.541. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.475-1.541

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。