Humanitext Reader

荷马 · 伊利亚特 §1.338-1.405

阿基琉斯向母亲忒提斯哭诉

第 6 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯指示帕特罗克洛斯将布里塞伊斯交给传令官,随后独自在海滩上向母亲忒提斯哭诉。当忒提斯现身时,他陈述了冲突的起因,并恳求她凭借昔日对宙斯的恩情前去求助,以为自己申冤。

§1.338καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων §1.339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων §1.340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε §1.341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
“把她交给他们领走吧;让这两位亲自作证,在极乐的神明面前,在终有一死的凡人面前,也在那位无情的国王面前,倘若今后再次需要我来为其他人抵御可耻的毁灭。
§1.342τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, §1.343οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, §1.344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
因为他确实怀着毁灭性的心智在狂怒,根本不知道如何同时瞻前顾后地思考,好让阿开亚人在船旁安全地战斗。
§1.345ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, §1.346ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, §1.347δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
” 他这般说着,帕特罗克洛斯听从了亲爱的伙伴,从营帐中领出美颊的布里塞伊斯,交给他们领走;两人便沿着阿开亚人的船只往回走去。
§1.348ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν·
姑娘不情愿地与他们同行。
αὐτὰρ Ἀχιλλεὺς §1.349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, §1.350θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
而阿基琉斯却流下眼泪,立刻避开伙伴们,独自坐在远处苍茫的大海之滨,凝望着无垠的洋面。
§1.351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· §1.352μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, §1.353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι §1.354Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
他伸出双手,向亲爱的母亲深切地祈祷: “母亲啊,既然你生下我,注定让我生命短暂,那么高天雷鸣的奥林波斯之主宙斯,至少应当赐予我尊荣;但如今,他对我甚至不曾给予一丝尊重。
§1.355ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §1.356ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
因为阿特柔斯之子、统治辽阔的阿伽门农侮辱了我;他亲手夺走了我的奖赏,据为己有。
§1.357ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ §1.358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
” 他流着泪这般说着,他那尊贵的母亲听到了,她正坐在海底,在年迈的父亲身旁。
§1.359καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, §1.360καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, §1.361χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §1.362τέκνον τί κλαίεις;
她如一阵轻雾,迅速从苍茫的大海中升起,坐在正在流泪的他的面前,用手抚摸着他,对他说话,呼唤他的名字: “我的孩子,你为何哭泣?
τί δέ σε φρένας ἵκετο πένθος;
什么悲伤来到了你的心头?
§1.363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
说出来吧,不要藏在心里,好让我们两人都知晓。
§1.364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §1.365οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
” 接着,足步迅捷的阿基琉斯沉重地叹息着对她说道: “你都知晓;既然你已知道这一切,我又何必对你细说?
§1.366ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, §1.367τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
我们前往埃提翁的圣城底比斯,我们攻克了它,并将所有的战利品带到了这里。
§1.368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, §1.369ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
阿开亚子弟将这些东西在他们中间公平分配,并为阿特柔斯之子选出了美颊的克律塞伊斯。
§1.370Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος §1.371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων §1.372λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, §1.373στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος §1.374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, §1.375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
但随后,远射之神阿波罗的祭司克律塞斯来到了披甲戴盔的阿开亚人的轻捷船只旁,为要赎回他的女儿,带来了无数的赎金,他手中拿着远射之神阿波罗的冠带,绕在黄金权杖上,并向所有的阿开亚人恳求,尤其是向两位统帅人民的阿特柔斯之子。
§1.376ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ §1.377αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· §1.378ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, §1.379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
那时,其他所有的阿开亚人都齐声赞同,认为应当敬重祭司并收下那丰厚的赎金;但这却不合阿特柔斯之子阿伽门农的心意,他反而粗暴地打发他走,并下达了严厉的训令。
§1.380χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων §1.381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, §1.382ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ §1.383θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο §1.384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
老人愤怒地回去了;但阿波罗听从了他的祈祷,因为他极受神明钟爱,于是神向阿尔戈斯人射出了灾难之箭;部众纷纷接连死去,神明的飞矢在阿开亚辽阔的军营中四处肆虐。
ἄμμι δὲ μάντις §1.385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
而一位深知神意的预言家向我们昭示了远射之神的预言。
§1.386αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· §1.387Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς §1.388ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
我立刻首当其冲地力劝大家去平息神怒;随之怒火抓住了阿特柔斯之子,他立刻站起身来吐露了恐吓之词,而这如今确实已经兑现。
§1.389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ §1.390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· §1.391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες §1.392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
因为那一位姑娘,目光炯炯的阿开亚人正用轻捷的船只送往克律塞,并向神王运送礼物;而另一位姑娘,阿开亚子弟赐予我的布里塞斯之女,传令官们刚刚把她从我的营帐中领走。
§1.393ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· §1.394ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι §1.395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
但你,如果能够的话,去保护你自己的孩子吧;登上奥林波斯去恳求宙斯,倘若你曾经在言语或行动上帮助过宙斯的心。
§1.396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα §1.397εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι §1.398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, §1.399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι §1.400Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
因为我常常在父亲的殿堂里听你夸耀,当你说在不死的神明中,只有你一人曾为那乌云密布的克罗诺斯之子(宙斯)抵御可耻的毁灭,当时其他奥林波斯神明企图将他捆绑,赫拉、波塞冬以及帕拉斯·雅典娜。
§1.401ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, §1.402ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, §1.403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες §1.404Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· §1.405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
但你,女神啊,前去将他从锁链中解救出来,迅速召来百臂巨人来到高耸的奥林波斯,神明称他为布里阿瑞俄斯,而所有的凡人则称他为埃盖翁;因为他的力量确实比他的父亲还要强大;他坐在克罗诺斯之子身旁,为自己的荣耀而得意。 ”

词汇与语法注释

  1. §1.340εἴ ποτε δʼ αὖτε / χρειὼ ἐμεῖο γένηται — 这里的 εἴ... γένηται 结构是一个带有虚拟语气(表示对未来的假设或可能性)的条件从句。名词 χρειώ(需要)与属格代词 ἐμεῖο(我的)连用,意为“如果今后还需要我”。
  2. §1.393περίσχεο παιδὸς ἑῆος — περίσχεο 是复合动词 περιέχω(包围、保护)的第二人称单数不定过去时中间体命令式。在中间体中,它表示“为你自己保护/维护”,并要求属格宾语(παιδὸς ἑῆος,“你自己的孩子”)。
  3. §1.404βίην οὗ πατρὸς ἀμείνων — βίην 是表示性质或范围的“关系宾格”(在力量方面),修饰比较级形容词 ἀμείνων(更优越、更强大)。οὗ πατρὸς 是表示比较的属格,意为“比他自己的父亲”(波塞冬)。

引用这一段

荷马, 伊利亚特 §1.338-1.405. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.338-1.405

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。