Humanitext Reader

荷马 · 伊利亚特 §1.271-1.337

集会解散与交出布里塞伊斯

第 5 段,共 226 段 · 希腊语

内容简介

涅斯托尔的调解未能奏效,阿伽门农与阿基琉斯在敌对中解散了集会。阿伽门农一边派船送还克律塞伊斯并命令军队净化,一边派遣传令官强行带走阿基琉斯的布里塞伊斯,阿基琉斯虽感愤慨,仍接待了传令官并命帕特罗克洛斯交出姑娘。

§1.271καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις §1.272τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
我也凭着自己的力量去战斗;而与他们相比,如今在地上生存的凡人中,没有谁能够与之交战。
§1.273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
他们确实听从我的劝告,服从我的言语。
§1.274ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
但你们也要听从,因为听从更好。
§1.275μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, §1.276ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· §1.277μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ §1.278ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς §1.279σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
你虽高贵,也不要从他那里夺走那个姑娘,而是随她去吧,正如阿开亚的子孙最初给他的恩赏一样;佩琉斯之子啊,你也不要希望与国王相对抗,因为手持权杖的国王,即宙斯赋予荣耀的国王,绝不可能分得同等的分量。
§1.280εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, §1.281ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
即使你很强壮,有女神母亲生下了你,但他的地位更高,因为他统治着更多的人。
§1.282Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε §1.283λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν §1.284ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
阿特柔斯之子啊,你要平息你的怒火;而我恳求你平息对阿基琉斯的愤怒,因为他对于所有阿开亚人来说,是抵御残酷战争的伟大屏障。
§1.285τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· §1.286ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
” 统治者阿伽门农回答他说道: “是的,老人家,这番话你确实说得很得体。
§1.287ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, §1.288πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν, §1.289πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
但这个男人企图凌驾于所有其他人之上,他企图统治所有人,对所有人发号施令,指导所有人,但我认为有人是绝不会听从的。
§1.290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες §1.291τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
如果永生不灭的神明使他成为勇士,难道因此就允许他口出恶言吗?
§1.292τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· §1.293ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην §1.294εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· §1.295ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε §1.296σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
” 气派的阿基琉斯打断他的话回答道: “如果我对你所说的每一件事都唯命是从,那我确实应该被称为懦夫和无用之辈;把这些命令向别人下达去吧,绝不要对我发号施令;因为我认为自己再也不会听从你了。
§1.297ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· §1.298χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης §1.299οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
我还要告诉你另一件事,你且记在心里:我绝不会为了那个姑娘而动手战斗,无论对你还是对其他任何人,因为是你们这些给予者夺走了她。
§1.300τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ §1.301τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
但至于在我那黑色的轻捷船旁的其余财产,在违背我意愿的情况下,你绝不可能拿走任何一件。
§1.302εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· §1.303αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
来吧,试试看,好让这里的人也知道;你的黑血会立刻顺着我的长枪喷涌而出。
§1.304ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν §1.305ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
” 两人如此用针锋相对的话语争吵后,站起身来,解散了阿开亚人船旁的集会。
§1.306Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας §1.307ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
佩琉斯之子和墨诺提俄斯之子以及他的同伴们一起,回到了他的营帐和均衡的船只旁。
§1.308Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, §1.309ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην §1.310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον §1.311εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
随后,阿特柔斯之子将一艘轻捷的船推进海里,挑选了二十名桨手,并把献给神明的百牛祭礼运载上船,带着美丽脸颊的克律塞伊斯让她坐下;智谋多端的奥德修斯作为首领登上了船。
§1.312οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
于是他们登船在湿漉漉的海路上航行。
§1.313λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
随后,阿特柔斯之子命令部众进行净化。
§1.314οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, §1.315ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας §1.316ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· §1.317κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
他们进行了净化,并将污物投入海中,并在荒芜的海边,向阿波罗献祭了完美的公牛和山羊的百牛大祭;脂香伴着缭绕的烟雾直升天际。
§1.318ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων §1.319λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, §1.320ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, §1.321τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· §1.322ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· §1.323χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
众人在军营中忙于这些事务;但阿伽门农并未停止他起初对阿基琉斯所威胁的那场争端,反而对塔尔提比奥斯和欧里巴特斯说道,这两人是他的传令官和勤勉的侍从: “你们去佩琉斯之子阿基琉斯的营帐;牵着美丽脸颊的布里塞伊斯的手,把她带到这里来。
§1.324εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι §1.325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.
如果他不给,我将亲自带更多的人前去夺取;那对他来说将会更加残酷。
§1.326ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
” 他说完,便打发他们走,并下达了强硬的命令。
§1.327τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, §1.328Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, §1.329τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ §1.330ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
两人不情愿地沿着荒芜的海滩走去,来到了缪尔弥冬人的营帐和船只旁,发现他正坐在营帐和黑色船只旁;阿基琉斯看到他们时,一点也不高兴。
§1.331τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα §1.332στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· §1.333αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· §1.334χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, §1.335ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, §1.336ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
两人因害怕和敬畏这位国王而伫立着,没有对他说话,也没有询问任何事情;但他心中明白,便开口说道: “欢迎你们,传令官,宙斯和人类的使者,走近些;在我的眼里,你们毫无过错,有过错的是阿伽门农,是他为了姑娘布里塞伊斯派你们两人来的。
§1.337ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
来吧,神圣的帕特罗克洛斯,把姑娘带出来

词汇与语法注释

  1. 1.271κείνοισι δʼ ἂν οὔ τις... μαχέοιτο — 虚拟希求(optative + ἄν)句式。主语为当今世上的凡人(οὔ τις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι),以此对比强调昔日英雄非凡的战力,意为“如今的凡人中无一人能与他们交战”。
  2. 1.283μεθέμεν χόλον — 动词 μεθίημι(消解、平息怒火)的不定式。与格 Ἀχιλλῆϊ 既可理解为针对阿基琉斯的怒火(类似于客观与格),亦可理解为“为了阿基琉斯”(利益与格)。结合上下文,前者即恳请阿伽门农平息对阿基琉斯的怒火更为自然。
  3. 1.291προθέουσιν — 存在争议的词形。通常被理解为 προτίθημι(给予、允许)的第三人称复数现在直指(爱奥尼亚/史诗方言形式),意为“难道众神允许他(口出恶言)吗?”。另一种解释源于 προθέω(向前奔跑),意为“恶言奔涌而出”。前者(允许)在句法上更为连贯。
  4. 1.301ἀέκοντος ἐμεῖο — 仅由代名词构成的属格绝对(Genitive Absolute)句式(省略了分词 ὤν)。在此起让步或条件状语作用,意为“违背我的意愿(在我不同意的情况下)”。

引用这一段

荷马, 伊利亚特 §1.271-1.337. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.271-1.337

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。