Humanitext Reader

ホメロス · イリアス §1.338-1.405

アキレウスの母テティスへの訴え

6 / 226 箇所 · ギリシア語

要旨

アキレウスはパトロクロスにブリーセーイスを伝令官たちへ引き渡すよう指示し、一人悲しみに沈んで母テティスを呼び出す。現れた母に対し、アキレウスはこれまでの争いの顛末を語り、かつての恩義を頼りにゼウスへ執り成しをしてほしいと懇願する。

§1.338καί σφωϊν δὸς ἄγειν·
そして彼らに連れて行くように引き渡しなさい。
τὼ δʼ αὐτὼ μάρτυροι ἔστων §1.339πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων §1.340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε
この二人自身が、祝福された神々の前でも、死すべき人間の前でも、そしてあの非情な王の前でも証人となるように。
§1.341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι §1.342τοῖς ἄλλοις·
もしも再び将来、他の者たちから見苦しい滅亡を防ぐために私のことが必要となるならば。
ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, §1.343οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, §1.344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
なぜなら、実に彼は破滅をもたらす心で狂い、どうすればアカイア人たちが船の傍らで無事に戦い抜けるかを、前と後ろを同時に見通して考えるすべを全く知らぬのだから。
§1.345ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, §1.346ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, §1.347δῶκε δʼ ἄγειν·
そう語ると、パトロクロスは親しい友に従い、幕舎から美しい頬のブリーセーイスを連れ出し、連れて行くように引き渡した。
τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
二人は再びアカイア人の船の傍らへと歩み去った。
§1.348ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν·
女は不本意ながら彼らと共に歩んで行った。
αὐτὰρ Ἀχιλλεὺς §1.349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, §1.350θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
しかしアキレウスは涙を流し、ただちに友らから離れて、一人離れた場所に座った、白波立つ海の浜辺に、果てしない海原を見つめながら。
§1.351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
そして両手を差し伸ばし、愛する母に切に祈った。
§1.352μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, §1.353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι §1.354Ζεὺς ὑψιβρεμέτης·
「母上、あなたは私を短命な者としてお産みになったのですから、オリンポスの高きに轟くゼウスこそは、私に誉れを授けてくださるべきでした。
νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
しかし今、ゼウスは私を少しも重んじてくださいません。
§1.355ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §1.356ἠτίμησεν·
実に、アトレウスの子、広く支配するアガメムノンが私を辱めました。
ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
私から褒美を自ら奪い去り、自分のものとして持っているのですから。
§1.357ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ §1.358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
」彼が涙を流してこのように語ると、尊き母がこれを聞き届けた、海の深みで、年老いた父の傍らに座しながら。
§1.359καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, §1.360καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
そして霧のように、白波立つ海から速やかに浮かび上がり、涙を流している彼の前に腰を下ろした。
§1.361χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
そして手で彼をなで、言葉をかけてその名を呼んだ。
§1.362τέκνον τί κλαίεις;
「我が子よ、なぜ泣くのか。
τί δέ σε φρένας ἵκετο πένθος;
いかなる哀しみがそなたの心に届いたのか。
§1.363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
語るがよい、心の中に隠さずに、我ら二人が知るために。
§1.364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
」重いため息をつきながら、足の速いアキレウスが彼女に答えた。
§1.365οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
「すべてをご存じなのに、すでに知っておられるあなたに、なぜ私がこれらすべてを語る必要がありましょう。
§1.366ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, §1.367τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
我々はエーエティオーンの神聖な都テーベーへと赴き、これを攻略して、すべての略奪品をここへと持ち帰りました。
§1.368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, §1.369ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
そして、アカイアの子らはそれらを自分たちの間で公平に分配し、アトレウスの子のために、美しい頬のクリュセイスを選び出しました。
§1.370Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος §1.371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
しかしその後、遠矢を射るアポロンの神官クリュセースが、青銅の鎧をまとったアカイア人の素早い船へとやって来ました。
§1.372λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, §1.373στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος §1.374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
娘を請け出すために、計り知れない身代金を持参し、遠矢を射るアポロンの飾り帯を、黄金の王笏に捧げ持って、すべてのアカイア人に懇願しました。
§1.375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
とりわけ、軍勢の指揮官である二人のアトレウスの子らに。
§1.376ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ §1.377αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
その時、他のすべてのアカイア人たちは、神官を敬い、見事な身代金を受け取るべきだと賛同の声を出しました。
§1.378ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, §1.379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
しかし、アトレウスの子アガメムノンの心にはそれが気に入らず、手荒く追い払い、過酷な命令を言い渡したのです。
§1.380χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο·
老人は怒って立ち去りましたが、アポロンは彼の祈りを聞き届けました。
τοῖο δʼ Ἀπόλλων §1.381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
神官が彼にとって大層愛する者であったからです。
§1.382ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
そしてアルゴス人に災いの矢を放たれ、民は次々と死んでいきました。
§1.383θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο §1.384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
神の矢がアカイアの広い軍勢の至る所を襲いました。
ἄμμι δὲ μάντις §1.385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
そこで預言者がよく心得た上で、遠矢を射る神の神託を我らに告げたのです。
§1.386αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
私はただちに真っ先に、神を宥めるようにと促しました。
§1.387Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς §1.388ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
すると、アトレウスの子に怒りがこみ上げ、すぐに立ち上がって脅しの言葉を口にしましたが、それが今や実現してしまったのです。
§1.389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ §1.390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
すなわち、一方の娘は、目を輝かせるアカイア人たちが素早い船でクリュセへと送り届け、王への贈り物を運んでいます。
§1.391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες §1.392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
しかしもう一方の、アカイアの子らが私に与えたブリーセウスの娘は、たった今、伝令たちが私の幕舎から連れ去って行きました。
§1.393ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
ですから、もしあなたにできるならば、ご自身の子をお守りください。
§1.394ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
オリンポスへと赴き、ゼウスに懇願してください。
§1.395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
もしあなたがかつて一度でも言葉において、あるいは行動において、ゼウスの心を喜ばせたことがあるのなら。
§1.396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα §1.397εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι §1.398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
なぜなら、父の館で、あなたが誇らしげに語るのを私は何度も聞いたからです、黒雲をまとうクロノスの子のために、不死なる神々の中であなただけが見苦しい破滅を防いだと語っていたのを。
§1.399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι §1.400Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
他のオリンポスの神々、ヘーラーやポセイドーン、そしてパラス・アテーナーが、彼を縛り上げようとした時に。
§1.401ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, §1.402ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,
しかし、女神よ、あなたが赴いて彼を束縛から解放したのです、速やかに、百臂の巨人を高いオリンポスへと呼び寄せることによって。
§1.403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
その者を、神々はブリアレオースと呼び、すべての人間はアイガイオーンと呼びます。
§1.404Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
彼は自らの父よりも力が優れているのです。
§1.405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
その者がクロノスの子の傍らに、栄光に満ちて誇らしげに座したのです。

語釈・文法注

  1. §1.340εἴ ποτε δʼ αὖτε / χρειὼ ἐμεῖο γένηται — εἴ... γένηται は、未来における仮定的な状況や可能性を示す条件文(接続法現在/アオリスト)の構造をとる。χρειώ は「必要」を意味する名詞で、属格 ἐμεῖο(私)を伴って「私が必要とされるならば」という不確定な未来を表現している。
  2. §1.393περίσχεο παιδὸς ἑῆος — περίσχεο は複合動詞 περιέχω(囲む、保護する)のアオリスト中間態命令形(2人称単数)。中間態において「自身のために〜を保護する、守る」という意味になり、目的語として属格(παιδὸς ἑῆος 「あなた自身の子」)を要求する。
  3. §1.404βίην οὗ πατρὸς ἀμείνων — βίην は「力、強さ」を意味する対格で、関係代名詞節内で「(力の点で)〜より優れている」という「観点の対格(accusative of respect)」として比較級 ἀμείνων を修飾している。οὗ πατρὸς は比較の属格で「彼自身の父親よりも」を意味する。

この箇所を引用する

ホメロス, イリアス §1.338-1.405. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.338-1.405

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。