Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §990-1077

克律索忒弥斯的拒绝与姐妹决裂

第 12 段,共 17 段 · 希腊语

内容简介

歌队长强调审慎的价值,克律索忒弥斯试图劝阻厄勒克特拉鲁莽的暗杀计划,但厄勒克特拉坚持独自行动,两人彻底决裂。随后歌队歌唱厄勒克特拉高贵的悲伤与阿特柔斯家族的内讧。

§990ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία §991καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
歌队长:在这种情况下,审慎对说话者和听话者而言都是同盟者。
§992καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν §993ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν §994τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
克律索忒弥斯:确实,在说话之前,妇女们,如果她恰好拥有健全而非糊涂的心智,她就会保持她的谨慎,正像她现在没有保持一样。
§995ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος §996αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
你究竟看着什么,竟让自己武装起如此的鲁莽,并叫我来协助你?
§997οὐκ εἰσορᾷς;
难道你看不出来吗?
γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς, §998σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
你生来是女人,而不是男人,你的手劲比对手要弱。
§999δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν, §1000ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
而神明日复一日地眷顾他们,对我们却流失殆尽,归于虚无。
§1001τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν §1002ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
那么,有谁在图谋铲除这样一个男人的时候,能免于痛苦、逃脱毁灭呢?
§1003ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ §1004κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.
看啊,不要让我们在已经处于困境时,反倒招致更大的灾祸,如果有人听到这些话的话。
§1005λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ §1006βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
因为,即便赢得了美名,却落得声名狼藉地死去,对我们而言也毫无用处,没有任何益处。
§1007οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν §1008χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.
因为死去并不是最可恨的,而是当一个人渴望死去却连这都得不到的时候。
§1009ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν §1010ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος, §1011κατάσχες ὀργήν.
但我恳求你,在我们将全盘毁灭、让整个家族断绝之前,克制你的愤怒。
καὶ τὰ μὲν λελεγμένα §1012ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι, §1013αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ, §1014σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
至于已经说出的话,我将替你保守秘密,当作没有说过、没有实行过,而你自己,至少随着时间的推移,要明智起来,在毫无力量的情况下向当权者让步。
§1015πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ §1016κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.
听从吧;对于人类来说,没有比先见之明和聪慧的头脑更值得获得的利益了。
§1017ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ §1018ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.
厄勒克特拉:你所说的一切并不出乎意料;我早就知道你会拒绝我的提议。
§1019ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον §1020τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.
但这一举动必须由我独自亲手去完成;因为我们绝不会让它落空。
§1021φεῦ·
克律索忒弥斯:唉!
§1021aεἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς §1022θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.
要是父亲去世的时候,你就有这样的决心就好了;因为那样你就能完成一切了。
§1023ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
厄勒克特拉:我的本性确实如此,但那时的心智还不够。
§1024ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.
克律索忒弥斯:努力保持这种心智,终生不变吧。
§1025ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
厄勒克特拉:你提出这些忠告,只是因为你不想共同行动。
§1026εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
克律索忒弥斯:因为尝试者也很有可能落得悲惨的下场。
§1027ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
厄勒克特拉:我羡慕你的聪明,但憎恨你的懦弱。
§1028ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.
克律索忒弥斯:即使在你赞美我的时候,我也能忍受听下去。
§1029ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
厄勒克特拉:但你绝不会从我这里得到赞美。
§1030μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
克律索忒弥斯:未来的漫长时间足以用来评判这一切。
§1031ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
厄勒克特拉:走开吧;因为你对我毫无帮助。
§1032ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
克律索忒弥斯:我有帮助;但你却没有受教之心。
§1033ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ.
去吧,把你母亲那儿,把这些话全都说给她听。
§1034οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ.
我倒不至于对你怀有那么深的怨恨。
§1035ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.
但你至少要知道,你把我带向了何等的耻辱。
§1036ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
并非耻辱,而是对你的体贴。
§1037τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;
那么,我必须服从你所谓的正义吗?
§1038ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.
因为当你明智的时候,你就会领导我们两人。
§1039ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
说得漂亮却犯下大错,这真是可怕的事。
§1040εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
你恰好说中了你深陷其中的灾祸。
§1041τί δʼ;
什么?
οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
难道你觉得我说话不合乎正义吗?
§1042ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
但有时,连正义也会带来伤害。
§1043τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
我不想按照这样的法则生活。
§1044ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.
但如果你做了这件事,你终究会称赞我的。
§1045καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.
我一定会做,绝不因你而退缩。
§1046καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;
这也是真的吗? 难道你不重新考虑了?
§1047βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
因为没有什么比糟糕的考虑更令人可恶的了。
§1048φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
你似乎根本不懂我在说什么。
§1049πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
这是我早已决定好的,并非最近才决定。
§1050ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη §1051τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.
那我就进去吧;因为你既不愿赞成我的话,我也不愿赞成你的行径。
§1052ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε, §1053οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ §1054πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
去吧;我决不会跟随你,哪怕你非常渴望我跟随;因为去追求虚无之物,是极大的愚蠢。
§1055ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι §1056φρονεῖν, φρόνει τοιαῦθʼ.
但是,如果你自以为有些智慧,就随你便吧。
ὅταν γὰρ ἐν κακοῖς §1057ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.
因为当你已经陷于灾祸之中时,你就会赞同我的话。
§1060τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς §1061κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ- §1062ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;
歌队:为什么我们看到天空中最智慧的鸟儿们,关怀着养育过它们的父母,以及它们从中获得益处的双亲,却不以同样的方式履行这些义务呢?
§1063ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν §1064καὶ τὰν οὐρανίαν Θέμιν, §1065δαρὸν οὐκ ἀπόνητοι.
但是,凭着宙斯的闪电,凭着天上的忒弥斯,他们用不了多久就会尝到惩罚的苦果。
§1066ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν §1067ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ §1068ὀνείδη· §1070ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ §1071φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί- §1072τᾳ· πρόδοτος δὲ μόνα σαλεύει §1075Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς §1076δειλαία στενάχουσʼ, ὅπως §1077ἁ πάνδυρτος ἀηδών,
哦,凡人大地的传闻啊,请为我向地下的阿特柔斯子孙高声呼喊哀怨之声,带去无欢之责难;告诉他们,其家业早已病入膏肓,其子嗣之间的双重争斗,再也无法通过友好的相处得以平息;而厄勒克特拉被出卖,独自一人在风浪中飘摇,始终为父亲哀痛地哭泣,就像那悲鸣不止的夜莺,

词汇与语法注释

  1. 992εἰ φρενῶν ἐτύγχανʼ αὕτη μὴ κακῶν — 此为条件从句(εἰ + 直陈式过去时),与主句的 ἐσῴζετʼ ἂν 连用,表示与现在事实相反的虚拟语气。属格短语 φρενῶν μὴ κακῶν 受支配属格的动词 τυγχάνω 所修饰。
  2. 1005λύει γὰρ ἡμῖν οὐδὲν — 动词 λύει 在此作不及物或非人称用法,意为“有益、解决”;与 οὐδέν 连用,强调即使获得了好名声,声名狼藉地死去也对我们毫无益处。
  3. 1021aεἴθʼ ὤφελες — 此为表示过去未能实现之愿望的固定句式,由 εἴθε 加上 ὤφελον(动词 ὀφείλω 的不定过去时)以及不定式构成。
  4. 1052οὔ σοι μὴ μεθέψομαί ποτε — 双重否定(οὐ μή)后接将来直陈式,用以表达极度强烈的否定信念或未来决心的表明。
  5. 1060τροφᾶς κηδομένους — 分词 κηδομένους(意为“关怀、照料”的 κήδομαι 的现在中被动分词)支配表示关怀对象的属格短语 τροφᾶς。

引用这一段

索福克勒斯, 埃勒克特拉 §990-1077. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:990-1077

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。