Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §910-989

厄勒克特拉提议刺杀埃癸斯托斯

第 11 段,共 17 段 · 希腊语

内容简介

克律索忒弥斯坚称墓前祭品来自俄瑞斯忒斯,但厄勒克特拉告知其死讯从而打破其幻想。绝望中厄勒克特拉提议两姐妹亲自刺杀埃癸斯托斯,以此赢回自由与家族名誉。

§910κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι, §911οὐδʼ αὖ σύ·
克律索忒弥斯:我自己没有做这事,这一点我很清楚,你也没有做;怎么可能呢?
πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς §912ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.
因为你甚至不被允许向神明哭泣而离开这座屋子。
§913ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ §914τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν· §915ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.
但是,母亲的心思也绝不喜欢做这样的事,而且如果她做了,也不可能不被察觉;相反,这些是俄瑞斯忒斯献给坟墓的祭品。
§916ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι §917οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
亲爱的姐姐,振作起来吧;同样的神明并不总是站在同样的人一边。
§918νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως §919πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
过去我们的命运是可憎的;但今天或许将成为许多美好事物的开端。
§920φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.
厄勒克特拉:唉,我早就为你这愚蠢而可怜你了。
§921τί δʼ ἔστιν;
克律索忒弥斯:怎么了?
οὐ πρὸς ἡδονὴν λέγω τάδε;
难道我说这些不合你的心意吗?
§922οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
厄勒克特拉:你不知道自己正被带往大地的何处,也不知道自己的思想正飘向何方。
§923πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
克律索忒弥斯:我亲眼看见的事情,怎么会不知道呢?
§924τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι §925σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.
厄勒克特拉:他已经死了,可怜的孩子,你从他那里得到的拯救也破灭了;不要再指望他了。
§926οἴμοι τάλαινα·
克律索忒弥斯:可怜的我!
τοῦ τάδʼ ἤκουσας βροτῶν;
你从哪个凡人那里听到了这事?
§927τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.
厄勒克特拉:从一个在他遇难时就在身边的人那里。
§928καὶ ποῦ ʼστιν οὗτος;
克律索忒弥斯:那个人在哪里?
θαῦμά τοί μʼ ὑπέρχεται.
我心中不禁感到惊奇。
§929κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
厄勒克特拉:就在屋里,对母亲来说是讨人喜欢的,绝非不快。
§930οἴμοι τάλαινα·
克律索忒弥斯:可怜的我!
τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν §931τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
那么,父亲坟墓前那些众多的祭品,究竟是谁送的呢?
§932οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος §933μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
厄勒克特拉:我想,最可能的是有人为了纪念死去的俄瑞斯忒斯而把它们放上去的。
§934ὦ δυστυχής·
克律索忒弥斯:啊,不幸的我!
ἐγὼ δὲ σὺν χαρᾷ λόγους §935τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα §936ἵνʼ ἦμεν ἄτης·
我满怀喜悦,急急忙忙带着这些话赶来,却不知道我们正处于怎样的毁灭之中。
ἀλλὰ νῦν, ὅθʼ ἱκόμην, §937τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.
但现在我来了,只发现先前的痛苦之外,还有其他新的不幸。
§938οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ, §939τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
厄勒克特拉:你的情况确实如此;但如果你听我的话,就能减轻眼前痛苦的重担。
§940ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
克律索忒弥斯:难道我能让死者复活吗?
§941οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.
厄勒克特拉:这不是我说的话;因为我生来并不那么愚蠢。
§942τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
克律索忒弥斯:那你命令我做什么我能胜任的事呢?
§943τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
厄勒克特拉:命令你忍耐着去做我所建议的事。
§944ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.
克律索忒弥斯:只要有任何益处,我绝不推辞。
§945ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
厄勒克特拉:看啊,不经历劳苦,什么事也不会成功。
§946ὁρῶ.
克律索忒弥斯:我明白。
ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
只要我还有力量,我就会共同承担。
§947ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
厄勒克特拉:那么,现在听听我决意如何行事。
§948παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων §949ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν §950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
朋友的缺席,想必你也是知道的,我们已经没有朋友了,哈得斯夺去了他们,抛下我们,只剩下我们两个。
§951ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ §952θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας §953φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός· §954νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω, §955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου §956ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν §957Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.
当我听说弟弟还在人世、繁荣茂盛地活着时,我还抱有希望,希望有一天他会来为父亲的被杀复仇;但如今他已不复存在,我只能指望你,希望你和这个妹妹一起,毫不犹豫地杀掉埃癸斯托斯,那个杀害父亲的凶手;我已无需再对你隐瞒什么了。
§958ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων §959βλέψασʼ ἔτʼ ὀρθήν;
你还要懈怠地等到何时,指望着什么依然立得住的希望?
ᾗ πάρεστι μὲν στένειν §960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, §961πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου §962ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
你只能为失去父亲的财富而哀叹,只能在这么长的时间里痛苦地在无婚无歌中老去。
§963καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως §964τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ §965Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος §966βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
而且,你别指望将来能得到这些;因为埃癸斯托斯绝非如此糊涂的人,会容许你或我的子嗣繁衍,这对他而言分明是祸害。
§967ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, §968πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω §969θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα· §970ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα §971καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων §972τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
但如果你听从我的计划,首先你将从地下死去的父亲以及弟弟那里获得虔敬的报偿;其次,正如此前你的出身一样,今后你将被称为自由的人,并获得配得上你的婚姻;因为人人人乐意看重优秀的事物。
§973λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην §974σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
难道你看不出,听从我的话,会给自己和我带来多么巨大的名声吗?
§975τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν §976τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται· §977ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, §978ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, §979ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ §980ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· §981τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν, §982τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει §983τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.
哪个公民或外邦人看到我们,不会用这样的赞美来欢迎我们: “朋友们,看这两姐妹,她们拯救了父亲的家业,曾在仇敌得势之时,不惜牺牲自己的生命,站在杀敌的最前线;这两个人我们应当爱戴,这两个人众人都应当敬重,无论在节日里还是在全城大会上,大家都应该因她们的勇气而给予她们荣誉。
§984τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, §985ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.
” 每一个凡人都会这样谈论我们,无论我们活着还是死去,名声都将永垂不朽。
§986ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, §987σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, §988παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι §989ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
所以,亲爱的妹妹,听从我,与父亲共同劳碌,与弟弟共同奋斗,把我从痛苦中解脱出来,也解脱你自己,你要明白这一点:对于出身高贵的人来说,卑贱地活着是可耻的。

词汇与语法注释

  1. 911ᾗ γε μηδὲ πρὸς θεοὺς — 关系副词 ᾗ 引导原因从句,说明了克律索忒弥斯作此判断的前提背景,即厄勒克特拉受到了严密的禁锢,甚至不被允许出门向神明哭泣祈祷。
  2. 922οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει. — 动词 φέρει 在此作不及物或非人称用法,意为“(形势或命运)将你带往何处”。接在方向疑问副词 ὅποι 之后的属格 γῆς 与 γνώμης 是表示空间和精神范围的“部分属格”(“大地的哪里”、“思想的哪里”)。
  3. 954εἰς σὲ δὴ βλέπω, ὅπως ... μὴ κατοκνήσεις — βλέπω ὅπως... 的句式结构。ὅπως 从句中使用了将来直说发(此处为第二人称单数 κατοκνήσεις),用以表达强烈的恳求或带有忧虑的间接命令(“我望着你,希望你毫不犹豫地去……”)。
  4. 978ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην — 此处使用了关系代词 ὅς 的双数主格 ὣ(或 ὥ),直接指代姐妹二人。随后的动词 ἐξεσωσάτην、προὐστήτην(第980行)以及分词 ἀφειδήσαντε(第980行)也全部一致地使用双数形式。
  5. 989ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν. — 主格不定式 ζῆν 为句子主语,由表语形容词 αἰσχρόν 引导(“……生存是可耻的”)。同源副词 αἰσχρῶς 并置以形成修辞上的对照和强调,与格的 τοῖς καλῶς πεφυκόσιν 则表示判断的基准(“对于出身高贵的人而言”)。

引用这一段

索福克勒斯, 埃勒克特拉 §910-989. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:910-989

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。