Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §804-909

厄勒克特拉的绝望与克律索忒弥斯的喜讯

第 10 段,共 17 段 · 希腊语

内容简介

选段中厄勒克特拉哀悼俄瑞斯忒斯的死,因失去复仇的希望而一心寻死;随后克律索忒弥斯兴高采烈地赶来,称在父亲墓前发现了疑似俄瑞斯忒斯的头发,带来他生还的喜讯。

§804ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη §805δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ §806τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
你们以为那个不幸的女人,正如万分痛苦和悲哀一般,为她那以这种方式死去的儿子,流下了可怕的眼泪并发出痛哭吗?
§807ἀλλʼ ἐγγελῶσα φροῦδος·
不,她是笑着离去的。
ὦ τάλαινʼ ἐγώ.
啊,可怜的我!
§808Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
亲爱的俄瑞斯忒斯啊,你的死彻底毁灭了我。
§809ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς §810αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, §811σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε §812κἀμοῦ ταλαίνης.
因为你的离去,从我的心中夺走了那最后仅存的唯一希望,那就是你终有一天会活着回来,为父亲和可怜的我报仇。
νῦν δὲ ποῖ με χρὴ μολεῖν;
如今我该何去何从?
§813μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη §814καὶ πατρός.
因为我已孤身一人,被夺去了你,也被夺去了父亲。
ἤδη δεῖ με δουλεύειν πάλιν §815ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ §816φονεῦσι πατρός.
现在我必须再次去当奴隶,在那些对我而言最可憎的人、杀害我父亲的凶手们中间。
ἆρά μοι καλῶς ἔχει;
这对我难道是好事吗?
§817ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου §818ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ §819παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
但是,在接下来的岁月里,我决不进屋与他们同住,而是要在这门口抛弃自己,在没有朋友陪伴下让我的生命枯萎。
§820πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, §821τῶν ἔνδον ὄντων·
对此,屋里的任何人若是觉得厌烦,尽管杀了我吧。
ὡς χάρις μέν, ἢν κτάνῃ, §822λύπη δʼ, ἐὰν ζῶ·
因为他若杀我,便是恩赐;我若活着,便是痛苦。
τοῦ βίου δʼ οὐδεὶς πόθος.
我对生命已毫无眷恋。
§823ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων §825Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
宙斯的雷霆究竟在哪里,或者那闪耀的太阳又在哪里,如果他们看着这些却若无其事地将光芒隐藏?
§826ἒ ἔ, αἰαῖ.
啊,啊! 哀哉!
§827ὦ παῖ, τί δακρύεις;
孩子,你为何哭泣?
§828φεῦ.
哀哉!
§830μηδὲν μέγʼ ἀΰσῃς.
切勿发出太不吉利的哀号。
§831ἀπολεῖς.
你要毁灭我。
§832πῶς;
怎么会呢?
§833εἰ τῶν φανερῶς οἰχομένων §834εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας §835μᾶλλον ἐπεμβάσει.
如果你对那些显然已经前往哈得斯那里的人心存希望,你就会对日渐消瘦的我踩上更重的一脚。
§836οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις §837ἕρκεσι κρυφθέντα γυναικῶν·
因为我知道安菲阿拉俄斯国王是被女人们黄金编织的陷阱所葬送的。
καὶ νῦν ὑπὸ γαίας §840ἒ ἔ, ἰώ.
然而现在他在地底下…… 啊,啊! 噢!
§841πάμψυχος ἀνάσσει.
依然拥有着完整的灵魂进行统治。
§842φεῦ.
哀哉!
§843φεῦ δῆτʼ· ὀλοὰ γὰρ §844ἐδάμη.
的确哀哉;因为他被那个毁灭性的女人征服了。
§845ναί.
是死。
§846οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ §847ἀμφὶ τὸν ἐν πένθει·
我知道,我知道;因为对于那位处于悲痛之中的人,复仇者已经出现了。
ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ·
但我却再也没有任何人了。
ὃς γὰρ ἔτʼ ἦν, §848φροῦδος ἀναρπασθείς.
那仅存的一个人,也已被夺走、消逝了。
§849δειλαία δειλαίων κυρεῖς.
可怜的人啊,你正处于最可怜的境地。
§850κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ, §851πανσύρτῳ παμμήνῳ πολλῶν §852δεινῶν στυγνῶν τʼ αἰῶνι.
我自己也深知这一点,深知这一点,在那席卷一切的、月复一月的、众多可怕而可憎的岁月中。
§853εἴδομεν ἁθρήνεις.
我们看着你在哀悼。
§855μή μέ νυν μηκέτι §856παραγάγῃς, ἵνʼ οὐ §857τί φής;
因此,请不要再误导我了,因为在那里已经没有…… 你说什么?
§858πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων §859εὐπατριδᾶν ἀρωγαί.
已经没有同胞兄弟这些高贵助手的希望了。
§860πᾶσι θνατοῖς ἔφυ μόρος.
所有凡人,死亡皆是自然之命。
§861ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις §862οὕτως, ὡς κείνῳ δυστάνῳ, §863τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
难道在骏马奔驰的赛会中也是如此吗,就像那个不幸的人一样,缠在割裂的手缰中而死?
§864ἄσκοπος ἁ λώβα.
这场灾祸是无法预料的。
§865πῶς γὰρ οὔκ;
怎么会不呢?
εἰ ξένος §866ἄτερ ἐμᾶν χερῶν §867παπαῖ.
如果一个异乡人啊!
§868κέκευθεν, οὔτε του τάφου ἀντιάσας §870οὔτε γόων παρʼ ἡμῶν.
隐藏在异国,既没有得到坟墓,也没有得到我们的哀悼。
§871ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι §872τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
亲爱的小姐,我因喜悦而驱使,抛弃了体统,急急忙忙地赶来。
§873φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν §874πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
因为我带给你的是喜悦,也是对你此前所承受并为之叹息的痛苦的解脱。
§875πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
你又从哪里能找到我痛苦的救助呢?
§876ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
那痛苦分明看不见任何治愈的希望。
§877πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ §878κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
俄瑞斯忒斯就在我们这里,听我亲口对你说吧,就像你现在真真切切地看着我一样清楚。
§879ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς §880σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
你疯了吗,可怜的孩子,你竟敢嘲笑你自己的不幸和我的不幸?
§881μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει §882λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
凭着我们父亲的炉灶起誓,我绝非出于嘲弄说这些话,而是因为他真的在我们身边。
§883οἴμοι τάλαινα·
啊,可怜的我!
καὶ τίνος βροτῶν λόγον §884τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
你听了哪个凡人的话,竟会如此深信不疑?
§885ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ §886σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
我不是听信别人,而是凭我自己,亲眼看见了明晰的证据,才相信这话的。
§887τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν;
可怜的孩子,你凭什么相信?
ἐς τί μοι §888βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
你究竟看见了什么,竟让这无法治愈的火温暖你的心?
§889πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου §890τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
那么求求你奉神明之名听着,好让你了解之后,再来断定我是聪明还是愚蠢。
§891σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
那你就说吧,如果你说这事能给你带来什么乐趣。
§892καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
我这就把你我所见的一切都告诉你。
§893ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, §894ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους §895πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ §896πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
当我走到父亲古老的坟墓前时,我看见从坟丘的顶端流下新鲜注下的乳泉,而父亲的墓碑周围缀满了环绕着的一切花朵。
§897ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ §898μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
我看了十分惊异,便环顾四周,生怕附近有什么凡人正向我们逼近。
§899ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον, §900τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ §901πυρᾶς νεώρη βόστρυχον τετμημένον·
当我看见各处都一片宁静时,我便悄悄走近墓前,只见在坟丘的边缘有一缕新近剪下的头发。
§902κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι §903ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν §904πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
我这个可怜的人一看见它,心中立刻受到一阵熟悉的形象的冲击,觉得这正是所有凡人中我最亲爱的俄瑞斯忒斯的证物。
§905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, §906χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
我亲手将它捧起,没有说任何不祥之言,却立刻因喜悦而让泪水盈满了双眼。
§907καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι §908μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
无论是现在还是当时,我都同样深知,这件美丽的供品绝非出自他人,只能是他送来的。
§909τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
因为除了我和你之外,还有谁有义务这样做呢?

词汇与语法注释

  1. §804ὡς ἀλγοῦσα — 连词 ὡς 与分词结合,表示主观的假装或外表(“仿佛在痛苦中”)。这表明厄勒克特拉认为克律太涅斯特拉并非真心悲伤,而只是在装模作样。
  2. §819αὐανῶ βίον — 动词 αὐαίνω(使干燥、枯萎)的将来时主动意态单数第一人称。此处作及物动词使用,以“生命”(βίον)为宾语,意为“我将使我的生命枯萎”。
  3. §836Ἀμφιάρεων — 阿耳戈斯国王兼预言家安菲阿拉俄斯的宾格。他因妻子埃里菲勒的背叛而在远征底比斯时走向死亡,并被大地吞没。人们相信他在地下仍以完整的灵魂进行统治,此处由歌队提及以慰藉厄勒克特拉。
  4. §858κοινοτόκων — 形容词 κοινότοκος(同胞所生、同父母所生)的属格。此处暗指俄瑞斯忒斯这一同胞兄弟,在上下文中厄勒克特拉哀叹来自这位兄弟的“援助”(ἀρωγαί)已不复存在。
  5. §902σύνηθες ὄμμα — 名词 ὄμμα(原意为“眼睛”,引申为“景象”、“面影”或“直觉”)受形容词 σύνηθες(亲密的、熟悉的)修饰。这表达了克律索忒弥斯在墓前看到那缕头发时直觉上的确信,将其认作俄瑞斯忒斯的证物。

引用这一段

索福克勒斯, 埃勒克特拉 §804-909. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:804-909

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。