§88πολλὰς μὲν θρήνων ᾠδάς, §89πολλὰς δʼ ἀντήρεις ᾔσθου §90στέρνων πληγὰς αἱμασσομένων, §91ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·
许多哀悼的歌声,许多对着我那流血的胸膛拍打而发出鸣响的击打,你都听见了,每当黑夜退去之时。
而这苦难之家的可憎温床,已经深知我整夜不眠的守望,我是何等哀悼我那不幸的父亲。
§95πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν §96φοίνιος Ἄρης οὐκ ἐξένισεν, §97μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς §98Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι §99σχίζουσι κάρα φονίῳ πελέκει,
在异国他乡,血腥的阿瑞斯未曾将他杀害,我的母亲和她的同床人埃癸斯托斯,却像伐木工劈开橡树那样,用致命的斧头劈开了他的头颅。
§102αἰκῶς οἰκτρῶς τε θανόντος.
父亲啊,你竟死得如此无耻而凄惨。
§103ἀλλʼ οὐ μὲν δὴ §104λήξω θρήνων στυγερῶν τε γόων, §105ἔστʼ ἂν παμφεγγεῖς ἄστρων §106ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,
但我绝不会停止我那可憎的哀哭和叹息,只要我还看得见群星万丈的光芒,和这白昼的阳光。
我要像那失去幼鸟的夜莺一样,在这祖先的门前,向所有人发出我那哀悼的回响。
§110ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης, §111ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ §112σεμναί τε θεῶν παῖδες Ἐρινύες, §113αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ, §114αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους, §115ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς §116φόνον ἡμετέρου, §117καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν· §118μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ §120λύπης ἀντίρροπον ἄχθος.
噢,哈迪斯与珀耳塞福涅的府邸啊,噢,冥府的赫尔墨斯与庄严的诅咒啊,以及神圣的神明之女复仇女神们,你们注视着那些不义而死的人,你们注视着那些被篡夺床位的人,来吧,援助我,为我父亲的惨死复仇,并把我的弟弟送到我这里来;因为我独自一人,再也无力承受这无法平衡的悲痛之重。
§121ὦ παῖ, παῖ δυστανοτάτας §122Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ §123τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν §124τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα §125ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα §126κακᾷ τε χειρὶ πρόδοτον;
噢,最不幸的母亲的孩子伊莱克特拉啊,为什么你总是如此无法满足地消磨于哀哭之中,为了那很久以前被你那诡诈的母亲用奸计最不虔敬地捕获,并被邪恶之手背叛的阿伽门农?
ὡς ὁ τάδε πορὼν §127ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
愿造成这一切的人灭亡,如果神律允许我这样祈咒的话。
§131οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με §132φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε, §133μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.
我知道也理解这些,没有一件事逃过我的眼,但我不想放弃这个,也就是为我不幸的父亲哀叹。
但是,噢,回报我各种情谊的女性们啊,且让我这样疯狂地哀恸吧,唉,我恳求你们。
但是,你绝不能把那在哈迪斯容纳一切的湖泊中的父亲通过哀哭或祈祷而唤醒。
§140ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον §141ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, §142ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
你却从适度的哀伤走向无法挽回的痛苦,不断地在哀叹中毁灭自己,在这苦难中根本没有解脱之路。
§143τί μοι τῶν δυσφόρων ἐφίει;
你为何偏偏追求那些痛苦的事?
§146ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας, §147ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, §148ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
但那哀伤的鸟儿却契合我的心,她永远哀悼着“伊茨斯,伊茨斯”,那惊恐的鸟儿,宙斯的使者。
噢,承受一切痛苦的尼俄伯啊,我把你奉为神明,你在岩石的墓穴中,永远流着眼泪。
§153οὔτοι σοὶ μούνᾳ, τέκνον, §155ἄχος ἐφάνη βροτῶν, §156πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, §157οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, §158οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, §159κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ, §160ὄλβιος, ὃν ἁ κλεινὰ §161γᾶ ποτε Μυκηναίων §162δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι §163βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
孩子啊,这痛苦绝非仅仅降临在你这一个凡人身上,在这方面你已经超过了屋里的人,那些与你同血统、同源所生的人,就像克律索忒弥斯和伊菲阿纳萨活着那样,还有那在青春中隐匿于哀伤之中的、幸福的人,那著名的迈锡尼大地有一天将接纳他为高贵的子嗣,在宙斯仁慈的引导下回到这片土地的俄瑞斯忒斯。
§164ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος, §165τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ, §166δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον §167οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται §168ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη.
我疲惫不堪地等待着他,无子无女,凄惨地,没有婚嫁,永远走着,泪水湿透,承受着无尽的灾难命运;但他却忘记了他所遭遇的事和他所知道的事。
τί γὰρ οὐκ ἐμοὶ §170ἔρχεται ἀγγελίας ἀπατώμενον;
因为有什么传给我的消息不是欺骗我的?
§173θάρσει μοι, θάρσει, τέκνον.
振作起来,孩子,振作起来。
§175ἔτι μέγας οὐρανῷ §176Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· §177ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα §178μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου· §179χρόνος γὰρ εὐμαρὴς θεός.
天上依然有伟大的宙斯,他注视着一切并主宰着;你当将你极度的愤怒交托给他,既不要对你所恨的人过度愤恨,也不要忘记他们;因为时间是一位温和的神明。
§180οὔτε γὰρ ὁ τὰν Κρῖσαν §181βούνομον ἔχων ἀκτὰν §182παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος §183οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
因为无论是那在克里萨牧牛之岸的阿伽门农之子,不会置之不理,还是那在阿刻戎河畔统治的神明。
§185ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη §186βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ· §187ἅτις ἄνευ τεκέων κατατάκομαι, §188ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, §189ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία §190οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν §191ἀεικεῖ σὺν στολᾷ, §192κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.
但是,我的大部分生命已经在毫无希望中消逝,我再也无法坚持;我在没有孩子中日渐枯萎,没有亲爱的丈夫为我挺身保护,而是像一个不配的寄居者,我照料着父亲的内室,穿着这般破烂的衣裳,守候在空无一物的桌旁。
§193οἰκτρὰ μὲν νόστοις αὐδά, §194οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις §195ὅτε οἱ παγχάλκων ἀνταία §196γενύων ὡρμάθη πλαγά.
归来时的声音是凄惨的,在父亲的病榻上也是凄惨的,当那全青铜制武器的致命一击向他挥来之时。