§1ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ §2Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι §3παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.
曾在特洛伊统帅军队的阿伽门农之子啊,如今你亲临此地,终于可以亲眼看见你一直渴望见到的一切了。
§4τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, §5τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· §6αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ §7ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε §8Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν, §9φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν §10πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, §11ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε §12πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν §13ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην §14τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
因为这就是你曾向往的古老的阿耳戈斯,那被牛虻驱赶的伊那科斯之女的圣林;俄瑞斯忒斯啊,这就是那杀狼之神的吕刻俄斯广场;而在左边的则是赫拉著名的神殿;至于我们抵达的这个地方,你大可以说你看见了那富庶的金色的迈锡尼,以及这佩洛普斯家族多灾多难的宫殿,当年就在你父亲被杀之后,我正是从这里,从你的同胞姐姐手中将你抱走,带你离开,救了你,并将你抚养,直至你长大成人,成为你父亲血案的复仇者。
§15νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων §16Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον· §17ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας §18ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ §19μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
那么现在,俄瑞斯忒斯,以及客友中最亲爱的庇拉得斯啊,我们必须迅速商量该怎么做;因为耀眼的太阳光芒已经为我们唤醒了清晨鸟儿清脆的啼鸣,繁星闪烁的黑夜也已经消退。
§20πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, §21ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν, §22ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
那么,在有任何人走出屋子之前,你们两个快商量一下吧;因为我们正处于不容再犹豫的时刻,而是行动的关键。
仆从中最亲爱的人啊,你对我们是多么忠诚,你所展现的迹象是多么明朗。
§25ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, §26ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, §27ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ §28ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
因为正如一匹良马,即使它老了,在险境中也绝不丧失斗志,而是竖起双耳,你也同样如此,既鼓舞着我们,自己又一马当先。
§29τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ §30ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, §31εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
因此,我将说明我的决定,而你,请仔细倾听我的话语,如果我有什么不合时宜之处,请予纠正。
§32ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν §33μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ §34δίκας ἀροίμην τῶν φονευσάντων πάρα, §35χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα· §36ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ §37δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
因为当我来到皮托的神谕所,为了得知我该以何种方式向那些杀害我父亲的人讨回公道时,福玻斯向我开示了如此的神谕,你很快就会知道:让我不带盾牌,也不带军队,而是用智谋亲手窃取那正义的杀戮。
§38ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, §39σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, §40δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον, §41ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
所以,既然我们听到了这样的神谕,你便趁着时机引导你进去的时候,走到这宫殿里去,查明发生的一切,以便你了解情况后向我们清楚地汇报。
因为由于你的年迈和长久的时间,他们决不会认出你,也决不会怀疑这样满头白发的你。
§44λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ §45Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ §46μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
请用这样的说辞:说你是一个外乡人,是从福基斯人法诺忒斯那里来的;因为他恰好是他们最大的盟友。
§47ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα §48τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, §49ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων §50δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.
请宣布并起誓说,俄瑞斯忒斯因不幸的意外而死,在皮托的竞技中,从疾驰的战车上摔了下来;让这个故事就此定下来。
§51ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, §52λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς §53στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν, §54τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, §55ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, §56ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν §57φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας §58φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
而我们,按照父亲的嘱托,先用奠酒和剪下的头发祭扫他的坟墓,然后我们再折返回来,手里捧着青铜制的骨灰罐,你也知道它被藏在灌木丛中的某个地方,这样我们便能用言辞编造甜蜜的流言带给他们,说我的身体已经消逝,已经被火化并化为灰烬。
因为如果我在言辞中死去了,却在现实中得救并赢得荣耀,这又有什么可痛苦的呢?
§61δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
我认为,只要能带来利益,任何话语都不是坏的。
§62ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς §63λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους §64ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
因为我已经多次看到,甚至那些智者也会在传言中虚假地死去;然后,当他们再次回到家中时,会受到加倍的尊崇。
同样,我也确信通过这个谣言,我还会活着,像一颗星一样在敌人面前闪耀。
§67ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι, §68δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς, §69σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι §70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
但是,噢,祖先的土地和本地的神明啊,请在这段旅程中眷顾并接纳我,还有你,噢,父亲的宫殿;因为我是奉神明之命,带着正义来作为你的净化者。
请不要让我无耻地离开这片土地,而是让我成为财富的继承者和家族的重建者。
那么,我已经说完了这些;老人家,现在轮到你了,出发去尽你守望的职责吧。
我们二人则要离去;因为时机,对人类而言是一切行动中最大的主宰。
§77ἰώ μοί μοι δύστηνος.
哎呀,我这痛苦的人啊!
确实,孩子,我好像听见门里有个仆人在低声叹息。
§80ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα·
莫非是那痛苦的伊莱克特拉?
θέλεις §81μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
你想要我们留在这里,听听她的哀哭吗?
§82ἥκιστα·
绝不。