Humanitext Reader

索福克勒斯 · 埃勒克特拉 §203-302

埃莱克特拉对凶手的诅咒与宫中受难之诉

第 3 段,共 17 段 · 希腊语

内容简介

埃莱克特拉对杀害父亲的凶手发出强烈的诅咒,拒绝歌队适度悲伤的劝告,并发誓继续哀悼。随后,她详细描述了母亲克吕泰涅斯特拉和埃癸斯托斯在宫殿中所犯下的暴行、不敬的庆典以及对她自身的凌辱。

§203ὦ νύξ, ὦ δείπνων ἀρρήτων
噢,黑夜!
§204ἔκπαγλʼ ἄχθη, §205τοὺς ἐμὸς ἴδε πατὴρ §206θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
噢,那说不尽的宴席上令人惊骇的重负,我父亲所目睹的(宴席),他因双手而惨死。
§207αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·
那双夺走我父亲生命并背叛、毁灭了我的手!
§208οἷς θεὸς ὁ μέγας Ὀλύμπιος §210ποίνιμα πάθεα παθεῖν πόροι, §211μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο §212τοιάδʼ ἀνύσαντες ἔργα.
愿伟大的奥林匹斯神明,赐予他们遭受报应的苦难,愿他们永不能享受荣耀,在犯下如此恶行之后。
§213φράζου μὴ πόρσω φωνεῖν.
劝你不要再多说了。
§214οὐ γνώμαν ἴσχεις ἐξ οἵων §215τὰ παρόντʼ οἰκείας εἰς ἄτας §216ἐμπίπτεις οὕτως αἰκῶς;
难道你不明白,自己是从何种境地,如此凄惨地陷入你自身的毁灭之中?
§217πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, §218σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ §219ψυχᾷ πολέμους·
因为你已经招致了太多多余的灾祸,用你那忧郁的灵魂,不断制造战争。
τὰ δὲ τοῖς δυνατοῖς §220οὐκ ἐριστὰ πλάθειν.
而与权势者争斗抗衡,是不该去尝试的。
§221δεινοῖς ἠναγκάσθην, δεινοῖς·
我是被逼无奈,被逼无奈!
§222ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.
我很清楚,我的怒火并未脱离掌控。
§223ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω §224ταύτας ἄτας, §225ὄφρα με βίος ἔχῃ.
但在这可怕的境遇中,我绝不收敛这一毁灭,只要生命还在。
§226τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,
噢,亲爱的后代啊,我究竟能从谁那里,听到合宜的话语?
§227πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;
从哪个明白事理的人那里?
§228ἄνετέ μʼ ἄνετε, παράγοροι·
别管我,别管我,劝慰者们!
§229τάδε γὰρ ἄλυτα κεκλήσεται, §230οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι §231ἀνάριθμος ὧδε θρήνων.
因为这些痛苦将被视为无法化解,我绝不会停止辛劳,伴随着如此无数的哀叹。
§232ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ, §233μάτηρ ὡσεί τις πιστά, §235μὴ τίκτειν σʼ ἄταν ἄταις.
可是,我确实是出于好意劝说,宛如一位忠诚的母亲,劝你不要在灾祸之上再生灾祸。
§236καὶ τί μέτρον κακότατος ἔφυ;
那么,不幸究竟有什么限度?
φέρε, §237πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
说吧,对死者不理不睬,怎能算作高尚?
§238ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;
这种不忠不孝,会在人类的谁心中萌发?
§239μήτʼ εἴην ἔντιμος τούτοις §240μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ, §241ξυνναίοιμʼ εὔκηλος, γονέων §242ἐκτίμους ἴσχουσα πτέρυγας §243ὀξυτόνων γόων.
愿我不被他们尊重,哪怕我得到了什么好处,也愿我不安逸地生活,只要我还压制着对父母的尖锐哀悼之翼。
§245εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν §246κείσεται τάλας, §247οἱ δὲ μὴ πάλιν §248δώσουσʼ ἀντιφόνους δίκας, §249ἔρροι τʼ ἂν αἰδὼς §250ἁπάντων τʼ εὐσέβεια θνατῶν.
因为,如果死者化为尘土与虚无惨痛地躺在那里,而他们(凶手们)却不用偿命来作为代价,那么凡人的羞耻与敬虔都将毁灭殆尽。
§251ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα §252καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς §253λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
孩子啊,我来此既是为了你的利益,也是为了我自己的利益;如果我的话不好,那就听你的;因为我们将跟随你。
§254αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ §255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
妇女们啊,如果我因无数的哀歌而显得对你们过于烦扰,我感到羞愧。
§256ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν, §257σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή, §258πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
但这强迫的力量逼着我这样做,请原谅我;因为任何高贵的女子,看到父亲遭遇的惨剧,怎能不这样做?
§259ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ §260θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
我日日夜夜都看到这些,它们只会愈发猖獗,而不是消逝。
§261ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο, §262ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν §263ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς §264ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι §265λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
在其中,首先是我那生我的母亲的所作所为,变得最为可恨;其次,在宫殿里,在我自己的家中,我与杀害我父亲的凶手同住,受他们统治,我所得到的以及被剥夺的,都由他们决定。
§266ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
此外,你以为我过着怎样的日子?
§267ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω §268τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα §269φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους §270σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν, §271ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, §272τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς §273ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν §274ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
当我看到埃癸斯托斯坐着我父亲的宝座,看到他穿着和那个人(我父亲)一模一样的衣裳,并在杀害他的壁炉旁倾倒祭酒;当我看到其中极端的侮辱,凶手在我父亲的床上与我那不幸的母亲同衾。 如果对这与他同床的女人,还配称呼为“母亲”的话。
§275ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι §276ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη· §277ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, §278εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε §279πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, §280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ §281θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
那个女人如此无耻,以至于与那污秽之人同居,毫不惧怕任何复仇女神;甚至仿佛在嘲笑自己的所作所为,找出当年的那一天,也就是她用诡计杀害我父亲的日子,在这一天,她组织歌舞,屠宰羊群,向拯救神明献上每月的祭祀。
§282ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας §283κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς §284τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
而不幸的我,在屋里看着这些,痛哭,消瘦,并独自一人哀悼那被称为我父亲不祥之宴的节日。
§285αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα §286τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
甚至连痛哭也不被允许,无法达到我的心所能带来的那般痛快。
§287αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ §288φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά· §289ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ §290τέθνηκεν;
因为这个口头上高贵的女人,叫喊着如此的恶语来辱骂我: “噢,不虔敬的憎恶之物,难道只有你一个人的父亲死了吗?
ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;
难得凡人中没有其他人在服丧?
§291κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ §292τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
愿你惨死,愿冥府的神明永远不让你从现在的悲伤中解脱。
§293τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς §294ἥξοντʼ Ὀρέστην·
” 她如此肆意侮辱;除非当她从某处听说俄瑞斯忒斯将要归来。
τηνικαῦτα δʼ ἐμμανὴς §295βοᾷ παραστᾶσʼ·
那时她便会发狂,站在我身旁尖叫:“难道这不是因为你吗?
οὐ σύ μοι τῶνδʼ αἰτία;
这难道不是你的杰作?
§296οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν §297κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
你从我手中偷走俄瑞斯忒斯并私自送走!
§298ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.
但你要知道,你必定会受到应有的惩罚!
§299τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας §300ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, §301ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, §302ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
” 她如此狂吠,而在一旁怂恿她的,是她那名声显赫、同恶相济的新郎,这个十足的懦夫、彻底的祸害,那个只会和女人打仗的男人。

词汇与语法注释

  1. §205τοὺς — 关系代词,其先行词是引入关系从句内部并同化为相同格(宾格)的 θανάτους(§206)。
  2. §220πλάθειν — 意为“接近、对抗”的不定词,作为说明性不定词(epexegetic infinitive)修饰形容词 ἐριστά,用以限定其意义(“在接近抗衡的意义上是不可争斗的”)。
  3. §239εἴην — 愿望希求法(独立希求法),表达“愿我不要……”的强烈拒绝。接下来的 ξυνναίοιμʼ(§241)同样是表达愿望的希求法,展现了她对妥协安逸生活的坚决拒绝。
  4. §273μητέρʼ — 在双宾格结构(“称此人为……”)中作为 προσαυδᾶν 的谓语宾格,另一个宾格是 ταύτην(受分词 συγκοιμωμένην 修饰)。在由 εἰ χρεὼν 引导的条件从句中,系动词 ἐστί 被省略。
  5. §285πάρα — 发生了重音前移(anastrophe)的 πάρεστι 异形,作为无人称动词,意为“被允许”或“有可能”,并以不定词 κλαῦσαι 作为其主语。

引用这一段

索福克勒斯, 埃勒克特拉 §203-302. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:203-302

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。