Humanitext Reader

索福克勒斯 · 埃阿斯 §1-82

雅典娜与奥德修斯谈艾阿斯的发狂

第 1 段,共 16 段 · 希腊语

内容简介

雅典娜出现在追踪发狂的艾阿斯足迹的奥德修斯面前,向其解释了艾阿斯因阿喀琉斯武器判决而愤怒,企图谋杀希腊将领,但因她的干预而被转引去屠杀羊群的过程。

§1Ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε §2πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον· §3καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ §4Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, §5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον §6ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς §7εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον.
拉厄耳提斯之子啊,我总是看见你,试图在敌人身上夺取某种机会;如今,我在艾阿斯的战船帐篷旁看到你,在这他占据最边缘阵地的地方,很久以来你就在这里搜寻、测量他那新留下的足印,好让你知道他是在里面,还是不在里面。
εὖ δέ σʼ ἐκφέρει §8κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
好一个带路者,它就像斯巴达猎犬那般嗅觉灵敏,你的脚步。
§9ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα §10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
因为那人此刻恰好就在里面,他的头上滴着汗水,他那杀戮的手也同样滴着血。
§11καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης §12ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν §13σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς.
因此你再没有必要向这道门内窥视,倒不如说出是出于何种缘由你进行了如此热心的搜寻,以便从知情者这里得知。
§14ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν, §15ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως, §16φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ §17χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
噢,雅典娜的声音,我最钟爱的神明,你的话语是多么容易听辨,即便你隐退不现,我依然能听到并用心领会,犹如听到那青铜之口的第勒尼安钟声。
§18καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ §19βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ.
如今你敏锐地察觉到我正对一个仇敌盘旋追踪,那便是在盾牌的艾阿斯。
§20κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.
很久以来,我追踪的正是他,而非旁人。
§21νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον §22ἔχει περάνας, εἴπερ εἴργασται τάδε· §23ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα· §24κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.
因为就在今夜,一件无法想象的怪事降临到我们身上,如果这确实是他的所为;因为我们毫无确证,只是在迷惘中摸索;而我自愿承担了这桩劳苦。
§25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν §26λείας ἁπάσας καὶ κατηναρισμένας §27ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
因为我们刚刚发现,所有的战利品都被毁灭,被亲手宰杀,连同那些看守羊群的人在一起。
§28τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
于是,人人人将这罪责归于他。
§29καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον §30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει §31φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ §32κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, §33τὰ δʼ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου.
并且有个目击者看到他独自一人带着血迹未干的剑在平原上奔跃,便告诉并向我证实了此事;于是我立刻循着足印追赶,有些痕迹我能辨明,另一些则使我困惑,无法得知是谁的足迹。
§34καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος §35τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
你来得正是时候;因为无论过去还是未来,我的一切都由你的手掌舵。
§36ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην §37τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
我知道,奥德修斯,所以很久以前我就作为守护者热切地踏上了你这场狩猎的道路。
§38ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
那么,亲爱的主人,我的劳苦是否得当?
§39ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
的确,因为这些行径正是那人的所为。
§40καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;
他究竟是为了什么,竟使出如此无法理喻的手段?
§41χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
因对阿喀琉斯武器判决的愤怒而心事重重。
§42τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν;
那么,他为何要带着这样的脚步冲向羊群?
§43δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
他以为自己是在用你们的血染红双手。
§44ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν;
这个阴谋难道真的是针对阿耳戈斯人的吗?
§45κἂν ἐξέπραξεν, εἰ κατημέλησʼ ἐγώ.
若非我疏忽了,他本已得逞。
§46ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
他是凭着怎样的胆量和狂妄的心思?
§47νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
在夜间,他独自一人狡诈地向你们冲去。
§48ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο;
他真的逼近并到达了目的地吗?
§49καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
他的确已经到了两位主帅的帐门前。
§50καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
那他又是如何止住了那渴望杀戮的手?
§51ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι §52γνώμας βαλοῦσα, τῆς ἀνηκέστου χαρᾶς, §53καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμεικτά τε §54λείας ἄδαστα βουκόλων φρουρήματα· §55ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον §56κύκλῳ ῥαχίζων, κἀδόκει μὲν ἔσθʼ ὅτε §57δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, §58ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν.
是我阻止了他,在他们的眼前投下了难以忍受的幻影,使他远离那不可挽回的狂喜,并且我将他转引向羊群和那些混杂的、尚未分配的、由牧人看守的战利品;他冲入其中,砍杀那些多角的牲畜,环绕着劈杀;有时他以为自己正亲手杀死并俘获阿特柔斯双子,有时则冲向其他的将领。
§59ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις §60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
而我,对这因疯狂之病而发狂的男人,催促他,将他投入险恶的圈套。
§61κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου, §62τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν §63ποίμνας τε πάσας εἰς δόμους κομίζεται, §64ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων.
此后,当他从这番劳苦中缓过劲来,他又用绳索将活着的牛和所有的羊群捆绑起来,带回屋里,仿佛带回的不是有角的猎物,而是人。
§65καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται.
如今在屋里,他正折磨着这些被捆绑的牲畜。
§66δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, §67ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
我也要向你展示这显而易见的狂疾,好让你亲眼看见后向所有阿耳戈斯人宣告。
§68θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου §69τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους §70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
勇敢地留下来,不要将这人视为灾祸;因为我会转开他眼睛的光芒,阻止他看见你的面容。
§71οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας §72δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ· §73Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
喂,就是你,那个将俘虏的双手用绳索反绑的人,我叫你过来;艾阿斯,我叫你呢,走到屋前。
§74τί δρᾷς, Ἀθάνα;
你在做什么,雅典娜?
μηδαμῶς σφʼ ἔξω κάλει.
千万别叫他出来。
§75οὐ σῖγʼ ἀνέξῃ μηδὲ δειλίαν ἀρῇ
你不能安静下来,也不要抱持懦弱吗?
§76μὴ πρὸς θεῶν·
凭诸神之名,不要!
ἀλλʼ ἔνδον ἀρκείτω μένων.
让他留在里面就够了。
§77τί μὴ γένηται;
会发生什么呢?
πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν;
以前他难道不是个英雄吗?
§78ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
对此人而言曾是仇敌,而今依然是。
§79οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
那么,嘲笑仇敌难道不是最甜蜜的笑声吗?
§80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
对我来说,他留在屋里就足够了。
§81μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
你害怕见到一个明显疯了的人吗?
§82φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
如果他神志清醒,我绝不会因为害怕而退缩。

词汇与语法注释

  1. §2πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον — ἐχθρῶν 是修饰 πεῖραν 的宾格性属格(“对敌人的企图”)。不定式 ἁρπάσαι 在此作目的状语,修饰分词 θηρώμενον(“搜寻以夺取”)。
  2. §15κἂν ἄποπτος ᾖς ὅμως — 形容词 ἄποπτος 在此作被动理解,意为“看不见的”或“不在视线内的”(“即使你隐而不现”)。这符合雅典娜在舞台上只发出声音而不露面的戏剧设定。
  3. §33κοὐκ ἔχω μαθεῖν ὅτου — ὅτου 是关系代名词 ὅστις 的属格,此处为间接疑问句的省略形式 ὅτου [ἐstdν](“那是谁的”),指代前文提到的足迹(ἴχνη)。
  4. §52γνώμας βαλοῦσα, τῆς ἀνηκέστου χαρᾶς — 此处的 τῆς ἀνηκέστου χαρᾶς(“不可挽回的狂喜”)是分离属格,修饰第51行的动词 ἀπείργω(“阻止、使远离”),意为“通过投下幻影使他远离那毁灭性的狂喜”。
  5. §75οὐ σῖγʼ ἀνέξῃ μηδὲ δειλίαν ἀρῇ — 否定词 οὐ 加上将来直说法的动词(ἀνέξῃ 与 ἀρῇ)用于表示强烈的命令或禁止(“你难道不能保持安静,不表现出懦弱吗?”)。

引用这一段

索福克勒斯, 埃阿斯 §1-82. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:1-82

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。