Humanitext Reader

伊索克拉底 · 致安提帕特信 §4#1

向安提帕特推荐迪奥多托斯与直言的价值

第 1 段,共 2 段 · 希腊语

内容简介

作者致信马其顿的安提帕特推荐迪奥多托斯,赞扬他杰出的才能与品德,并阐述了直言(坦言权)对于统治者的重要价值。

§4#1## Ἀντιπάτρῳ ἐγώ, καίπερ ἐπικινδύνου παρ’ ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμπειν ἐπιστολήν, οὐ μόνον νῦν ὅτε πολεμοῦμεν πρὸς ὑμᾶς, ἀλλὰ καὶ τῆς εἰρήνης οὔσης, ὅμως γράψαι πρὸς σὲ προειλόμην περὶ Διοδότου, δίκαιον εἶναι νομίζων ἅπαντας μὲν περὶ πολλοῦ ποιεῖσθαι τοὺς ἐμαυτῷ πεπλησιακότας καὶ γεγενημένους ἀξίους ἡμῶν, οὐχ ἥκιστα δὲ τοῦτον καὶ διὰ τὴν εὔνοιαν τὴν εἰς ἡμᾶς καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν.
**致安提帕特** 我虽然知道,在此时不仅我们与你们交战,即便在和平时期,向马其顿寄信在我们的法律和舆论中也是危险的,但我依然选择写信给你推荐迪奥多托斯。 因为我认为理应高度器重所有那些曾与我亲近、且不负我们期望的人,尤其是此人,这不仅是因为他对我们的善意,也因为他其他方面的温和品质。
μάλιστα μὲν οὖν ἠβουλόμην ἂν αὐτὸν συσταθῆναί σοι δι’ ἡμῶν· ἐπειδὴ δὲ δι’ ἑτέρων ἐντετύχηκέ σοι, λοιπόν ἐστί μοι μαρτυρῆσαι περὶ αὐτοῦ καὶ βεβαιῶσαι τὴν γεγενημένην αὐτῷ πρὸς σὲ γνῶσιν.
因此,我最希望的本是由我们亲自将他引荐给你;但既然他已经通过其他人与你相识,那么留给我的任务便是为他作证,并巩固你已经对他产生的印象。
ἐμοὶ γὰρ πολλῶν καὶ παντοδαπῶν συγγεγενημένων ἀνδρῶν καὶ δόξας ἐνίων μεγάλας ἐχόντων, τῶν μὲν ἄλλων ἁπάντων οἱ μέν τινες περὶ αὐτὸν τὸν λόγον, οἱ δὲ περὶ τὸ διανοηθῆναι καὶ πρᾶξαι δεινοὶ γεγόνασιν, οἱ ἐπὶ μὲν τοῦ βίου σώφρονες καὶ χαρίεντες, πρὸς δὲ τὰς ἄλλας χρήσεις καὶ διαγωγὰς ἀφυεῖς παντάπασιν· οὗτος δ’ οὕτως εὐάρμοστον τὴν φύσιν ἔσχηκεν ὥστ’ ἐν ἅπασι τοῖς εἰρημένοις τελειότατος εἶναι.
在那些曾与我交往、甚至其中一些人享有盛名的众多且各类的人中,其他所有人有的仅在言辞本身上显得出众,有的仅在思考和行动上显得精明,有的人在生活方式上虽然温和且讨人喜欢,但对于其他的事务交往和社交生活则完全缺乏天赋;而此人的天性是如此协调,以至于在上述所有方面都堪称完美。
καὶ ταῦτ’ οὐκ ἂν ἐτόλμων λέγειν, εἰ μὴ τὴν ἀκριβεστάτην πεῖραν αὐτός τ’ εἶχον αὐτοῦ καὶ σὲ λήψεσθαι προσεδόκων, τὰ μὲν αὐτὸν χρώμενον αὐτῷ, τὰ δὲ καὶ παρὰ τῶν ἄλλων τῶν ἐμπείρων αὐτοῦ πυνθανόμενον, ὧν οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειεν, εἰ μὴ λίαν εἴη φθονερός, καὶ εἰπεῖν καὶ βουλεύσασθαι μηδενὸς ἧττον αὐτὸν δύνασθαι καὶ δικαιότατον καὶ σωφρονέστατον εἶναι καὶ χρημάτων ἐγκρατέστατον, ἔτι δὲ συνημερεῦσαι καὶ συμβιῶναι πάντων ἥδιστον καὶ λιγυρώτατον, πρὸς δὲ τούτοις πλείστην ἔχειν παρρησίαν, οὐχ ἣν οὐ προσῆκεν, ἀλλὰ τὴν εἰκότως ἂν μέγιστον γιγνομένην σημεῖον τῆς εὐνοίας τῆς πρὸς τοὺς φίλους· ἣν τῶν δυναστῶν οἱ μὲν ἀξιόχρεων τὸν ὄγκον τὸν τῆς ψυχῆς ἔχοντες τιμῶσιν ὡς χρησίμην οὖσαν, οἱ δ’ ἀσθενέστεροι τὰς φύσεις ὄντες ἢ κατὰ τὰς ὑπαρχούσας ἐξουσίας δυσχεραίνουσιν, ὡς ὧν οὐ προαιροῦνταί τι ποιεῖν βιαζομένην αὑτούς, οὐκ εἰδότες ὡς οἱ μάλιστα περὶ τοῦ συμφέροντος ἀντιλέγειν τολμῶντες, οὗτοι πλείστην ἐξουσίαν αὐτοῖς τοῦ πράττειν ἃ βούλονται παρασκευάζουσιν.
如果不是我自己对他有着最确切的体验,且预料你也会通过亲自与他交往,以及向其他熟悉他的人询问而获得同样的体验,我是绝不敢说出这些话的。 在那些熟悉他的人中,除非有人极度嫉妒,否则绝不会有人不承认:他在言谈和谋划上不亚于任何人,他是最公正、最克己、且在金钱上最廉洁的人,更是所有人中共同生活和度过时光最令人愉快和融洽的人;不仅如此,他还拥有极大的坦言权,这不是那种不合时宜的粗鲁,而是自然而然成为对朋友善意的最大证明的真诚;在统治者中,那些灵魂具有配得上其地位之庄重的人,会珍视这种坦言,认为它是有益的;而那些天性弱于其所拥有的权力的人,则对之感到厌恶,认为这是在强迫他们做不愿做的事。 他们不知道,正是那些最敢于为了他们的利益而提出反对意见的人,才最能为他们提供去实行自己所愿之事的巨大权力。
εἰκὸς γὰρ διὰ μὲν τοὺς ἀεὶ πρὸς ἡδονὴν λέγειν προαιρουμένους οὐχ ὅπως τὰς μοναρχίας δύνασθαι διαμένειν, αἳ πολλοὺς τοὺς ἀναγκαίους ἐφέλκονται κινδύνους, ἀλλ’ οὐδὲ τὰς πολιτείας, αἳ μετὰ πλείονος ἀσφαλείας εἰσί, διὰ δὲ τοὺς ἐπὶ τῷ βελτίστῳ παρρησιαζομένους πολλὰ σῴζεσθαι καὶ τῶν ἐπιδόξων διαφθαρήσεσθαι πραγμάτων.
因为很显然,由于那些总是选择顺从阿谀的人,不仅那伴随着诸多必然危险的君主制无法维持,甚至连享有更大安全保障的共和政体也无法存续;而由于那些为了最好的结果而直言不讳的人,许多本预料要败坏的事务得以保全。
ὧν ἕνεκα προσῆκε μὲν παρὰ πᾶσι τοῖς μονάρχοις πλέον φέρεσθαι τοὺς τὴν ἀλήθειαν ἀποφαινομένους τῶν ἅπαντα μὲν πρὸς χάριν, μηδὲν δὲ χάριτος ἄξιον λεγόντων· συμβαίνει δ’ ἔλαττον ἔχειν αὐτοὺς παρ’ ἐνίοις αὐτῶν.
因此,在所有的君主面前,展示真理的人理应比那些凡事迎合、却说不出一句有价值的话的人获得更多的尊重;然而,在他们中的某些人那里,直言者的待遇反而更差。
ὃ καὶ Διοδότῳ παθεῖν συνέπεσε παρά τισι τῶν περὶ τὴν Ἀσίαν δυναστῶν, οἷς περὶ πολλὰ χρήσιμος γενόμενος οὐ μόνον τῷ συμβουλεύειν ἀλλὰ καὶ τῷ πράττειν καὶ κινδυνεύειν, διὰ τὸ παρρησιάζεσθαι πρὸς αὐτοὺς περὶ ὧν ἐκείνοις συνέφερε, καὶ τῶν οἴκοι τιμῶν ἀπεστέρηται καὶ πολλῶν ἄλλων ἐλπίδων, καὶ μεῖζον ἴσχυσαν αἱ τῶν τυχόντων ἀνθρώπων κολακεῖαι τῶν εὐεργεσιῶν τῶν τούτου.
这同样也是迪奥多托斯在亚洲某些统治者那里的遭遇。 尽管他不仅在出谋划策上,而且在行动和冒险上,都多方面地对他们大有裨益,但由于他针对他们的利益对他们直言不讳,他不仅被剥夺了在故乡的荣誉,也被剥夺了许多其他的期望,平庸之辈的谄媚最终压倒了他的恩义。

词汇与语法注释

  1. 1καίπερ ἐπικινδύνου παρ’ ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμπειν ἐπιστολήν — `ἐπικινδύνου`是中性形容词,与分词`ὄντος`构成属格独立结构,表示让步(“尽管……是危险的”)。此结构具有无人称句的性质,不定词`πέμπειν`为其逻辑主语。
  2. 2μάλιστα μὲν οὖν ἠβουλόμην ἂν — 直说过去未完成时`ἠβουλόμην`与小词`ἄν`连用,表示现在无法实现的愿望,或与过去事实相反的虚拟语气(“我本最希望……(但实际上并非如此)”)。
  3. 4ὧν οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειεν — 这是一个双重否定结构(`οὐδεὶς ὅστις οὐκ`),修饰关系代词`ὧν`,表示强烈的肯定(“没有一个不承认的”,即“所有人都会承认”)。`ἂν ὁμολογήσειεν`为希求法过去时加`ἄν`,表示潜在语气(“会承认”)。
  4. 5ὡς ὧν οὐ προαιροῦνταί τι ποιεῖν βιαζομένην αὑτούς — 连词`ὡς`与分词`βιαζομένην`(阴性单数宾格,修饰前文的坦言`παρρησίαν`)连用,表示主观原因(“以此作为强迫他们的理由”)。`ὧν`是关系代词,其先行词被省略,且在关系从句中由宾格(`ἃ`)受隐含先行词的影响被吸引为属格(关系代词的吸引),其原始结构应为`ποιεῖν τι [τούτων] ἃ οὐ προαιροῦνται`。

引用这一段

伊索克拉底, 致安提帕特信 §4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg029.humanitext-grc2:4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。