§4#2διὸ δὴ καὶ πρὸς ὑμᾶς ἀεὶ προσιέναι διανοούμενος ὀκνηρῶς εἶχεν, οὐχ ὡς ἅπαντας ὁμοίους εἶναι νομίζων τοὺς ὑπὲρ αὑτὸν ὄντας, ἀλλὰ διὰ τὰς πρὸς ἐκείνους γεγενημένας δυσχερείας καὶ πρὸς τὰς παρ’ ὑμῶν ἐλπίδας ἀθυμότερος ἦν, παραπλήσιον, ὡς ἐμοὶ δοκεῖ, πεπονθὼς τῶν πεπλευκότων τισίν, οἳ τὸ πρῶτον, ὅταν χρήσωνται χειμῶσιν, οὐκέτι θαρροῦντες εἰσβαίνουσιν εἰς θάλατταν, καίπερ εἰδότες ὅτι καὶ καλοῦ πλοῦ πολλάκις ἐπιτυχεῖν ἔστιν.
正是因为这个原因,尽管他一直有意向你们走近,却总是犹豫不决。 这并不是因为他认为所有地位高于他的人都是一样的,而是因为与那些人之间发生的不快,导致他对来自你们的希望也变得更加灰心。 在我看来,他的经历与那些航海的人相似,他们起初一旦遭遇风暴,便不再敢满怀信心地出海,尽管他们知道也常常能遇到晴朗的航程。
οὐ μὴν ἀλλ’ ἐπειδὴ συνέστηκέ σοι, καλῶς ποιεῖ.
然而,既然他已经与你结识,他做得很好。
λογίζομαι γὰρ αὐτῷ συνοίσειν, μάλιστα μὲν τῇ φιλανθρωπίᾳ τῇ σῇ στοχαζόμενος, ἣν ἔχειν ὑπείληψαι παρὰ τοῖς ἔξωθεν ἀνθρώποις, ἔπειτα νομίζων οὐκ ἀγνοεῖν ὑμᾶς ὅτι πάντων ἥδιστόν ἐστι καὶ λυσιτελέστατον πιστοὺς ἅμα καὶ χρησίμους φίλους κτᾶσθαι ταῖς εὐεργεσίαις καὶ τοὺς τοιούτους εὖ ποιεῖν, ὑπὲρ ὧν πολλοὶ καὶ τῶν ἄλλων ὑμῖν χάριν ἕξουσιν.
因为我认为这对他将是有益的,这最主要是考虑到你的仁慈,大家公认你在外邦人中享有这种声誉;其次,我认为你们不会不知道,通过恩惠去赢得既忠诚又有用的朋友,并优待这样的人,是所有事情中最令人愉快且最有利可图的,为了他们,其他许多人也会对你们心存感激。
ἅπαντες γὰρ οἱ χαρίεντες τοὺς τοῖς σπουδαίοις τῶν ἀνδρῶν καλῶς ὁμιλοῦντας ὁμοίως ἐπαινοῦσι καὶ τιμῶσιν ὥσπερ αὐτοὶ τῶν ὠφελειῶν ἀπολαύοντες.
因为所有文雅之士都会同样地赞赏和器重那些与优秀人才和睦相处的人,就好像他们自己也享受到了这些益处一般。
ἀλλὰ γὰρ Διόδοτον αὐτὸν οἶμαι μάλιστά σε προτρέψεσθαι πρὸς τὸ φροντίζειν αὑτοῦ.
不过,我相信迪奥多托斯本人最能促使你去关照他。
συνέπειθον δὲ καὶ τὸν υἱὸν αὐτοῦ τῶν ὑμετέρων ἀντέχεσθαι πραγμάτων καὶ παραδόνθ’ ὑμῖν αὑτὸν ὥσπερ μαθητὴν εἰς τοὔμπροσθε πειραθῆναι προελθεῖν.
我也曾劝说他的儿子积极投身于你们的事业,并像弟子一样将自己托付给你们,努力向前迈进。
ὁ δὲ ταῦτά μου λέγοντος ἐπιθυμεῖν μὲν ἔφασκε τῆς ὑμετέρας φιλίας, οὐ μὴν ἀλλὰ παραπλήσιόν τι πεπονθέναι πρὸς αὐτὴν καὶ πρὸς τοὺς στεφανίτας ἀγῶνας.
但我对他说这些时,他表示自己确实渴望你们的友谊,但对这份友谊却抱有一种类似于对冠冕竞技的感受。
ἐκείνους τε γὰρ νικᾶν μὲν ἂν βούλεσθαι, καταβῆναι δ’ εἰς αὐτοὺς οὐκ ἂν τολμῆσαι διὰ τὸ μὴ μετεσχηκέναι ῥώμης ἀξίας τῶν στεφάνων, τῶν τε παρ’ ὑμῶν τιμῶν εὔξασθαι μὲν ἂν τυχεῖν, ἐφίξεσθαι δ’ αὐτῶν οὐ προσδοκᾶν·
因为他固然希望在那些竞技中获胜,但由于没有配得上那些冠冕的体魄,他绝不敢参与其中;对于来自你们的荣誉,他也固然祈求能够获得,却不指望能够触及。
τήν τε γὰρ ἀπειρίαν τὴν αὑτοῦ καταπεπλῆχθαι καὶ τὴν λαμπρότητα τὴν ὑμετέραν, ἔτι δὲ καὶ τὸ σωμάτιον οὐκ εὐκρινὲς ὂν ἀλλ’ ἔχον ἄττα σίνη νομίζειν ἐμποδιεῖν αὑτὸν πρὸς πολλὰ τῶν πραγμάτων.
因为他既被自己的缺乏经验所震慑,也被你们的显赫所倾倒,而且他的身体也并不强健,带有一些疾病,他认为这将在许多事务中阻碍自己。
οὗτος μὲν οὖν, ὅ τι ἂν αὐτῷ δοκῇ συμφέρειν, τοῦτο πράξει·
因此,他自己会做出他认为有利的选择。
σὺ δ’ ἄν τε περὶ ὑμᾶς ἄν θ’ ἡσυχίαν ἔχων διατρίβῃ περὶ τούτους τοὺς τόπους, ἐπιμελοῦ καὶ τῶν ἄλλων μὲν ἁπάντων ὧν ἂν τυγχάνῃ δεόμενος, μάλιστα δὲ τῆς ἀσφαλείας καὶ τῆς τούτου καὶ τῆς τοῦ πατρὸς αὐτοῦ, νομίσας ὥσπερ παρακαταθήκην ἔχειν τούτους παρά τε τοῦ γήρως ἡμῶν, ὃ προσηκόντως ἂν πολλῆς τυγχάνοι προνοίας, καὶ τῆς δόξης τῆς ὑπαρχούσης, εἴ τινος ἄρα σπουδῆς ἐστὶν ἀξία, καὶ τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς ἣν ἔχων ἅπαντα τὸν χρόνον διατετέλεκα.
而你,无论他是留在你们身边,还是在这些地方安静地度日,都请关照他可能需要的所有其他事物,尤其是他以及他父亲的安全。 你要把他们视为一份寄托,这既是来自我们那理应获得诸多关照的晚年,也是来自我们现有的声誉(如果它还值得看重的话),更是来自我一直以来对你们所怀有的好意。
καὶ μὴ θαυμάσῃς, μήτ’ εἰ μακροτέραν γέγραφα τὴν ἐπιστολὴν μήτ’ εἴ τι περιεργότερον καὶ πρεσβυτικώτερον εἰρήκαμεν ἐν αὐτῇ· πάντων γὰρ τῶν ἄλλων ἀμελήσας ἑνὸς μόνον ἐφρόντισα, τοῦ φανῆναι σπουδάζων ὑπὲρ ἀνδρῶν φίλων καὶ προσφιλεστάτων μοι γεγενημένων.
请不要感到奇怪,无论是我把信写得太长,还是我们在信中说了些过于多管闲事或暮气沉沉的话;因为我抛开其他所有事情,只考虑了一件事,那就是极力表明,我是在为我那些已成为我最亲密友人的人们尽心尽力。