Humanitext Reader

イソクラテス · アンティパトロス宛書簡 §4#1

アンティパトロスへのディオドトスの推薦と率直な言論

1 / 2 箇所 · ギリシア語

要旨

筆者はマケドニアのアンティパトロスに対し、ディオドトスを推薦する手紙を送り、彼の優れた資質と、支配者にとって有益な率直な言論(パレーシア)の重要性を説いている。

§4#1## Ἀντιπάτρῳ ἐγώ, καίπερ ἐπικινδύνου παρ’ ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμπειν ἐπιστολήν, οὐ μόνον νῦν ὅτε πολεμοῦμεν πρὸς ὑμᾶς, ἀλλὰ καὶ τῆς εἰρήνης οὔσης, ὅμως γράψαι πρὸς σὲ προειλόμην περὶ Διοδότου, δίκαιον εἶναι νομίζων ἅπαντας μὲν περὶ πολλοῦ ποιεῖσθαι τοὺς ἐμαυτῷ πεπλησιακότας καὶ γεγενημένους ἀξίους ἡμῶν, οὐχ ἥκιστα δὲ τοῦτον καὶ διὰ τὴν εὔνοιαν τὴν εἰς ἡμᾶς καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν.
**アンティパトロスへ** 私は、我々の間でマケドニアへ手紙を送ることが危険を伴うものであるにもかかわらず、あなた方と戦争をしている現在だけでなく、平和の時であっても同様に、やはりディオドトスについてあなたに手紙を書くことを選びました。 私に親しく交わり、我々に値する人物となったすべての人々を重んじることは正しいことであり、とりわけ、我々に対する好意のゆえにも、またその他の温厚な人柄のゆえにも、この男を重んじることは正しいことだと考えたからです。
μάλιστα μὲν οὖν ἠβουλόμην ἂν αὐτὸν συσταθῆναί σοι δι’ ἡμῶν·
私は何よりも、彼が私を通じてあなたに紹介されることを望んでいました。
ἐπειδὴ δὲ δι’ ἑτέρων ἐντετύχηκέ σοι, λοιπόν ἐστί μοι μαρτυρῆσαι περὶ αὐτοῦ καὶ βεβαιῶσαι τὴν γεγενημένην αὐτῷ πρὸς σὲ γνῶσιν.
しかし、彼は他の人々を通じてあなたと相見えたのですから、あとは私が彼について証言し、彼に対して抱かれたあなたへの評価を確固たるものにすることが、私のなすべきこととして残されています。
ἐμοὶ γὰρ πολλῶν καὶ παντοδαπῶν συγγεγενημένων ἀνδρῶν καὶ δόξας ἐνίων μεγάλας ἐχόντων, τῶν μὲν ἄλλων ἁπάντων οἱ μέν τινες περὶ αὐτὸν τὸν λόγον, οἱ δὲ περὶ τὸ διανοηθῆναι καὶ πρᾶξαι δεινοὶ γεγόνασιν, οἱ ἐπὶ μὲν τοῦ βίου σώφρονες καὶ χαρίεντες, πρὸς δὲ τὰς ἄλλας χρήσεις καὶ διαγωγὰς ἀφυεῖς παντάπασιν·
というのも、私には多くの様々な人々が交わってきており、その中には大きな名声を得ている者も何人かいますが、他のすべての人々のうち、ある者は言論そのものにおいて、またある者は思索し行動することにおいて優れた者となりましたが、生活においては慎み深く愛嬌があっても、他の交渉や社交においては全く不適格な者たちでした。
οὗτος δ’ οὕτως εὐάρμοστον τὴν φύσιν ἔσχηκεν ὥστ’ ἐν ἅπασι τοῖς εἰρημένοις τελειότατος εἶναι.
しかし、この男は、これら言及されたすべての点において最も完璧であるほど、極めて調和のとれた天性を持っています。
καὶ ταῦτ’ οὐκ ἂν ἐτόλμων λέγειν, εἰ μὴ τὴν ἀκριβεστάτην πεῖραν αὐτός τ’ εἶχον αὐτοῦ καὶ σὲ λήψεσθαι προσεδόκων, τὰ μὲν αὐτὸν χρώμενον αὐτῷ, τὰ δὲ καὶ παρὰ τῶν ἄλλων τῶν ἐμπείρων αὐτοῦ πυνθανόμενον, ὧν οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειεν, εἰ μὴ λίαν εἴη φθονερός, καὶ εἰπεῖν καὶ βουλεύσασθαι μηδενὸς ἧττον αὐτὸν δύνασθαι καὶ δικαιότατον καὶ σωφρονέστατον εἶναι καὶ χρημάτων ἐγκρατέστατον, ἔτι δὲ συνημερεῦσαι καὶ συμβιῶναι πάντων ἥδιστον καὶ λιγυρώτατον, πρὸς δὲ τούτοις πλείστην ἔχειν παρρησίαν, οὐχ ἣν οὐ προσῆκεν, ἀλλὰ τὴν εἰκότως ἂν μέγιστον γιγνομένην σημεῖον τῆς εὐνοίας τῆς πρὸς τοὺς φίλους·
そして、もし私自身が彼について最も確実な経験を持っておらず、またあなたも、ある時はあなた自身が彼と交わることによって、またある時は彼をよく知る他の人々から尋ねることによって、同様の経験を得るだろうと期待していなかったならば、私はこのようなことをあえて語ろうとはしなかったでしょう。 彼をよく知る人々の中には、極度に妬み深い者でもない限り、彼が語ることにおいても計画を立てることにおいても誰にも劣らず有能であり、極めて義に厚く、極めて慎み深く、金銭に対しても極めて克己的であり、さらに一日を共に過ごし共に暮らすのに誰よりも愉快で魅力的な人物であり、その上に、極めて大きな率直さを持っており、それは不適切なものではなく、友人たちに対する好意の最大の証拠と当然見なされるべきものである、と認めない者は一人もいないでしょう。
ἣν τῶν δυναστῶν οἱ μὲν ἀξιόχρεων τὸν ὄγκον τὸν τῆς ψυχῆς ἔχοντες τιμῶσιν ὡς χρησίμην οὖσαν, οἱ δ’ ἀσθενέστεροι τὰς φύσεις ὄντες ἢ κατὰ τὰς ὑπαρχούσας ἐξουσίας δυσχεραίνουσιν, ὡς ὧν οὐ προαιροῦνταί τι ποιεῖν βιαζομένην αὑτούς, οὐκ εἰδότες ὡς οἱ μάλιστα περὶ τοῦ συμφέροντος ἀντιλέγειν τολμῶντες, οὗτοι πλείστην ἐξουσίαν αὐτοῖς τοῦ πράττειν ἃ βούλονται παρασκευάζουσιν.
支配者たちのうち、魂の気高さにふわさしい重厚さを持つ者たちは、この率直さを有益なものとして重んじますが、本来備わっている権力に比して気性の弱い者たちは、自分たちが望まないことを行うよう自分たちを強制するものとしてこれを嫌います。 彼らは、利益について最もあえて反対を唱える者たちこそが、自分たちが望むことを実行するための最大の権力を自分たちに提供しているのだということを知らないのです。
εἰκὸς γὰρ διὰ μὲν τοὺς ἀεὶ πρὸς ἡδονὴν λέγειν προαιρουμένους οὐχ ὅπως τὰς μοναρχίας δύνασθαι διαμένειν, αἳ πολλοὺς τοὺς ἀναγκαίους ἐφέλκονται κινδύνους, ἀλλ’ οὐδὲ τὰς πολιτείας, αἳ μετὰ πλείονος ἀσφαλείας εἰσί, διὰ δὲ τοὺς ἐπὶ τῷ βελτίστῳ παρρησιαζομένους πολλὰ σῴζεσθαι καὶ τῶν ἐπιδόξων διαφθαρήσεσθαι πραγμάτων.
なぜなら、常に迎合して語ることを選ぶ者たちのせいで、多くの不可避な危険を伴う君主政だけでなく、より大きな安全を伴う共和政さえも存続できなくなるのが常であるのに対し、最善を求めて率直に語る人々のおかげで、崩壊しそうに見える事柄の多くが救われるのが常だからです。
ὧν ἕνεκα προσῆκε μὲν παρὰ πᾶσι τοῖς μονάρχοις πλέον φέρεσθαι τοὺς τὴν ἀλήθειαν ἀποφαινομένους τῶν ἅπαντα μὲν πρὸς χάριν, μηδὲν δὲ χάριτος ἄξιον λεγόντων·
それゆえ、すべての君主のもとにおいて、真実を明らかにする者たちは、すべてを好意に迎合して語りながら何ら好意に値することを語らない者たちよりも、重んじられるのが当然です。
συμβαίνει δ’ ἔλαττον ἔχειν αὐτοὺς παρ’ ἐνίοις αὐτῶν.
しかし、一部の君主のもとでは、彼らがより低い待遇を受けることになってしまっています。
ὃ καὶ Διοδότῳ παθεῖν συνέπεσε παρά τισι τῶν περὶ τὴν Ἀσίαν δυναστῶν, οἷς περὶ πολλὰ χρήσιμος γενόμενος οὐ μόνον τῷ συμβουλεύειν ἀλλὰ καὶ τῷ πράττειν καὶ κινδυνεύειν, διὰ τὸ παρρησιάζεσθαι πρὸς αὐτοὺς περὶ ὧν ἐκείνοις συνέφερε, καὶ τῶν οἴκοι τιμῶν ἀπεστέρηται καὶ πολλῶν ἄλλων ἐλπίδων, καὶ μεῖζον ἴσχυσαν αἱ τῶν τυχόντων ἀνθρώπων κολακεῖαι τῶν εὐεργεσιῶν τῶν τούτου.
これと同じことが、アジア近辺の一部の支配者たちのもとで、ディオドトスの身にも降りかかりました。 彼は、助言することだけでなく、行動し危険を冒すことによっても、彼らに多くの点で有益であったにもかかわらず、彼らの利益になることについて率直に語ったがゆえに、故郷での名誉を奪われ、他の多くの希望をも奪われ、彼の施した恩義よりも、並の人間たちのへつらいの方が大きな力を持ってしまったのです。

語釈・文法注

  1. 1καίπερ ἐπικινδύνου παρ’ ἡμῖν ὄντος εἰς Μακεδονίαν πέμπειν ἐπιστολήν — `ἐπικινδύνου`は中性形容詞で、分詞`ὄντος`を伴って属格独立構文(譲歩「〜であるにもかかわらず」)を形成している。非人称的な表現(「危険であること」)として機能しており、不定詞`πέμπειν`がその意味上の主語となっている。
  2. 2μάλιστα μὲν οὖν ἠβουλόμην ἂν — 直説法未完了過去`ἠβουλόμην`に小辞`ἄν`が伴うことで、現在の実現不可能な願望、あるいは過去の事実に反する事態(「私としては〜を望んだであろうが(実際にはそうならなかった)」)を表す。
  3. 4ὧν οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειεν — 先行詞`ὧν`(関係代名詞属格)にかかる二重否定の表現(`οὐδεὶς ὅστις οὐκ`)であり、「〜しない者は誰もいない(=誰もが認めるだろう)」という強い肯定を表す。`ἂν ὁμολογήσειεν`は希求法過去+`ἄν`で潜在(「認めるであろう」)を示す。
  4. 5ὡς ὧν οὐ προαιροῦνταί τι ποιεῖν βιαζομένην αὑτούς — 接続詞`ὡς`は分詞`βιαζομένην`(女性単数対格、先行する率直さ`παρρησίαν`を修飾)を伴って、主観的な理由(「〜を強制しているかのように」)を表す。`ὧν`は関係代名詞で、先行詞(中性複数)が省略され、かつ関係節内での対格(`ἃ`)が属格へ誘引された(関係代名詞の誘引)結果である(本来は`ποιεῖν τι [τούτων] ἃ οὐ προαιροῦνται`)。

この箇所を引用する

イソクラテス, アンティパトロス宛書簡 §4#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg029.humanitext-grc2:4%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。