Humanitext Reader

伊索克拉底 · 致腓力信一 §2#1

劝腓力珍重自身安全与远征波斯

第 1 段,共 2 段 · 希腊语

内容简介

伊索克拉底劝诫马其顿国王腓力不要在鲁莽的战斗中冒生命危险,强调确保自身安全是维持国家力量和取得最终胜利的关键。他引用斯巴达对国王的保护以及薛西斯与库鲁斯截然相反的命运,督促腓力适度平定身边的野蛮人,而将精力转向推翻波斯大王的大业。

§2#1## Φιλίππῳ, 1 οἶδα μὲν ὅτι πάντες εἰώθασι πλείω χάριν ἔχειν τοῖς ἐπαινοῦσιν ἢ τοῖς συμβουλεύουσιν, ἄλλως τε κἂν μὴ κελευσθεὶς ἐπιχειρῇ τις τοῦτο ποιεῖν.
## 致腓力,1 我确实知道,所有人向来都对赞美他们的人比对劝告他们的人怀有更多的感激,尤其是当有人未经请求就试图这样做时。
ἐγὼ δ’ εἰ μὲν μὴ καὶ πρότερον ἐτύγχανόν σοι παρῃνεκὼς μετὰ πολλῆς εὐνοίας, ἐξ ὧν ἐδόκεις μοι τὰ πρέποντα μάλιστ’ ἂν σαυτῷ πράττειν, ἴσως οὐδ’ ἂν νῦν ἐπεχείρουν ἀποφαίνεσθαι περὶ τῶν σοὶ συμβεβηκότων·
如果我以前没有出于极大的好意向你提出建议——根据这些建议,你在我看来最能做出最适合你自己的行动——也许我现在也就不会试图对发生在你身上的事情发表意见了。
ἐπειδὴ δὲ προειλόμην φροντίζειν τῶν σῶν πραγμάτων καὶ τῆς πόλεως ἕνεκα τῆς ἐμαυτοῦ καὶ τῶν ἄλλων Ἑλλήνων, αἰσχυνθείην ἄν, εἰ περὶ μὲν τῶν ἧττον ἀναγκαίων φαινοίμην σοι συμβεβουλευκώς, ὑπὲρ δὲ τῶν μᾶλλον κατεπειγόντων μηδένα λόγον ποιόμην, καὶ ταῦτ’ εἰδὼς ἐκεῖνα μὲν ὑπὲρ δόξης ὄντα, ταῦτα δ’ ὑπὲρ τῆς σῆς σωτηρίας, ἧς ὀλιγωρεῖν ἅπασιν ἔδοξας τοῖς ἀκούσασι τὰς περὶ σοῦ ῥηθείσας βλασφημίας.
但是,既然我选择关怀你的事务,这既是为了我自己的城邦,也是为了其他希腊人,那么,如果我显得在那些不那么紧迫的事情上向你提出了建议,却在更紧急的事情上不置一词,我将会感到羞耻。 更何况,我明知前者关系到你的名声,而后者关系到你的安全;至于这安全,在你对所有听闻了针对你的诽谤的人看来,你似乎都在予以忽视。
οὐδεὶς γὰρ ἔστιν, ὅστις οὐ κατέγνω προπετέστερόν σε κινδυνεύειν ἢ βασιλικώτερον, καὶ μᾶλλόν σοι μέλειν τῶν περὶ τὴν ἀνδρίαν ἐπαίνων ἢ τῶν ὅλων πραγμάτων.
因为没有一个人不指责你冒险时过于鲁莽,而不像一个君主,并且你更关心对勇气的赞美,而不是整体事务的成败。
ἔστι δ’ ὁμοίως αἰσχρὸν περιστάντων τε τῶν πολεμίων μὴ διαφέροντα γενέσθαι τῶν ἄλλων, μηδεμιᾶς τε συμπεσούσης ἀνάγκης αὑτὸν ἐμβαλεῖν εἰς τοιούτους ἀγῶνας, ἐν οἷς κατορθώσας μὲν οὐδὲν ἂν ἦσθα μέγα διαπεπραγμένος, τελευτήσας δὲ τὸν βίον ἅπασαν ἂν τὴν ὑπάρχουσαν εὐδαιμονίαν συνανεῖλες.
同样可耻的是,在敌人围攻之时,你没能表现得优于常人,而在没有发生任何必要性的情况下,你却投身于这样的斗争中——在这些斗争中,即使成功,你也未曾立下什么伟大的功绩,但如果失去了生命,你就会把现存的所有幸福一同毁灭。
χρὴ δὲ μὴ καλὰς ἁπάσας ὑπολαμβάνειν τὰς ἐν τοῖς πολέμοις τελευτάς, ἀλλὰ τὰς μὲν ὑπὲρ τῆς πατρίδος καὶ τῶν γονέων καὶ τῶν παίδων ἐπαίνων ἀξίας, τὰς δὲ ταῦτα τε πάντα βλαπτούσας καὶ τὰς πράξεις τὰς πρότερον κατωρθωμένας καταρρυπαινούσας αἰσχρὰς νομίζειν καὶ φεύγειν ὡς αἰτίας πολλῆς ἀδοξίας γιγνομένας.
我们不应该认为战争中的所有牺牲都是高尚的,而应该认为那些为了祖国、父母和孩子的牺牲是值得赞美的,而那些损害了这一切、并玷污了先前成功完成的功绩的牺牲,则应被视为可耻的,并予以回避,因为它们是造成极大恶名的原因。
ἡγοῦμαι δέ σοι συμφέρειν μιμεῖσθαι τὰς πόλεις, ὃν τρόπον διοικοῦσι τὰ περὶ τοὺς πολέμους.
我认为模仿城邦管理战争事务的方式对你是有利的。
ἅπασαι γάρ, ὅταν στρατόπεδον ἐκπέμπωσιν, εἰώθασι τὸ κοινὸν καὶ τὸ βουλευσόμενον ὑπὲρ τῶν ἐνεστώτων εἰς ἀσφάλειαν καθιστάναι· διὸ δὴ συμβαίνει μὴ μιᾶς ἀτυχίας συμπεσούσης ἀνῃρῆσθαι καὶ τὴν δύναμιν αὐτῶν, ἀλλὰ πολλὰς ὑποφέρειν δύνασθαι συμφορὰς καὶ πάλιν αὑτὰς ἐκ τούτων ἀναλαμβάνειν.
因为所有的城邦在派出军队时,向来都会将公共机构和负责对当前局势进行决策的人员安置在安全的地方;因此,即使发生了一次不幸,他们的力量也不会被根除,而是能够承受多次灾难,并从中再次振作起来。
ὃ καὶ σὲ δεῖ σκοπεῖν, καὶ μηδὲν μεῖζον ἀγαθὸν τῆς σωτηρίας ὑπολαμβάνειν, ἵνα καὶ τὰς νίκας τὰς συμβαινούσας κατὰ τρόπον διοικῇς καὶ τὰς ἀτυχίας τὰς συμπιπτούσας ἐπανορθοῦν δύνῃ.
这也是你必须考虑的。 你应该认为没有什么善能大于安全,以便你能妥善管理发生的胜利,并能纠正降临的不幸。
ἴδοις δ’ ἂν καὶ Λακεδαιμονίους περὶ τῆς τῶν βασιλέων σωτηρίας πολλὴν ἐπιμέλειαν ποιουμένους καὶ τοὺς ἐνδοξοτάτους τῶν πολιτῶν φύλακας αὐτῶν καθιστάντας, οἷς αἴσχιόν ἐστιν ἐκείνους τελευτήσαντας περιιδεῖν ἢ τὰς ἀσπίδας ἀποβαλεῖν.
你也可以看到,拉刻代蒙人对他们君主的生命安全给予了极大的关注,并委派公民中最杰出的人作为他们的卫士,对这些卫士来说,眼睁睁看着君主死去比丢弃盾牌更为可耻。
ἀλλὰ μὴν οὐδ’ ἐκεῖνά σε λέληθεν ἃ Θέρξῃ τε τῷ καταδουλώσασθαι τοὺς Ἕλληνας βουληθέντι καὶ Κύρῳ τῷ τῆς βασιλείας ἀμφισβητήσαντι συνέπεσεν.
此外,你也不会不知道那些发生在企图奴役希腊人的薛西斯以及争夺王位的库鲁斯身上的事。
ὁ μὲν γὰρ τηλικαύταις ἥτταις καὶ συμφοραῖς περιπεσών, ἡλίκας οὐδεὶς οἶδεν ἄλλοις γενομένας, διὰ τὸ περιποιῆσαι τὴν αὑτοῦ ψυχὴν τήν τε βασιλείαν κατέσχε καὶ τοῖς παισὶ τοῖς αὑτοῦ παρέδωκε καὶ τὴν Ἀσίαν οὕτω διῴκησεν ὥστε μηδὲν ἧττον αὐτὴν εἶναι φοβερὰν τοῖς Ἕλλησιν ἢ πρότερον·
前者虽然遭遇了无人曾经历过的如此巨大的失败和灾难,但由于保全了自己的性命,他保住了王位,并将其传给了自己的孩子,而且把亚洲治理得让希腊人如以前一样畏惧。
Κῦρος δὲ νικήσας ἅπασαν τὴν βασιλέως δύναμιν καὶ κρατήσας ἂν τῶν πραγμάτων, εἰ μὴ διὰ τὴν αὑτοῦ προπέτειαν, οὐ μόνον αὑτὸν ἀπεστέρησε τηλικαύτης δυναστείας, ἀλλὰ καὶ τοὺς συνακολουθήσαντας εἰς τὰς ἐσχάτας συμφορὰς κατέστησεν.
而库鲁斯虽然击败了国王的所有军队,并且若不是因为他自己的鲁莽,他本可以掌控大局,但他不仅使自己失去了如此巨大的统治权,还将追随他的人置于极端的灾难之中。
ἔχοιμι δ’ ἂν παμπληθεῖς εἰπεῖν οἳ μεγάλων στρατοπέδων ἡγεμόνες γενόμενοι διὰ τὸ προδιαφθαρῆναι πολλὰς μυριάδας αὑτοῖς συναπώλεσαν.
我可以举出无数的人,他们身为大军的领袖,却因为自己先遭毁灭,从而使成千上万的人与自己一同灭亡。
ὧν ἐνθυμούμενον χρὴ μὴ τιμᾶν τὴν ἀνδρίαν τὴν μετ’ ἀνοίας ἀλογίστου καὶ φιλοτιμίας ἀκαίρου γιγνομένην, μηδὲ πολλῶν κινδύνων ἰδίων ὑπαρχόντων ταῖς μοναρχίαις ἑτέρους ἀδόξους καὶ στρατιωτικοὺς αὑτῷ προσεξευρίσκειν, μηδ’ ἁμιλλᾶσθαι τοῖς ἢ βίου δυστυχοῦς ἀπαλλαγῆναι βουλομένοις ἢ μισθοφορᾶς ἕνεκα μείζονος εἰκῇ τοὺς κινδύνους προαιρουμένοις, μηδ’ ἐπιθυμεῖν τοιαύτης δόξης, ἧς πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τυγχάνουσιν, ἀλλὰ τῆς τηλικαύτης τὸ μέγεθος, ἣν μόνος ἂν τῶν νῦν ὄντων κτήσασθαι δυνηθείης·
考虑到这些,你不应该尊崇伴随着无理愚蠢和不合时宜之虚荣的勇气,也不应该在君主制本身已存在诸多固有危险的情况下,再为自己寻找其他不名誉且只适合普通士兵的危险,更不应该与那些希望摆脱悲惨生活的人、或为了更多雇佣金而随意选择冒险的人竞争。
μηδ’ ἀγαπᾶν λίαν τὰς τοιαύτας ἀρετὰς ὧν καὶ τοῖς φαύλοις μέτεστιν, ἀλλ’ ἐκείνας ὧν οὐδεὶς ἂν πονηρὸς κοινωνήσειεν·
你也不应该渴望那种希腊人和野蛮人中许多人都能获得的名声,而应该渴望如此伟大的名声,这是在世之人中只有你才能够获得的;你也不应该过度喜爱那些连平庸之辈也有份的德行,而应该喜爱那些恶人绝不能分享的德行。
μηδὲ ποιεῖσθαι πολέμους ἀδόξους καὶ χαλεπούς, ἐξὸν ἐντίμους καὶ ῥᾳδίους, μηδ’ ἐξ ὧν τοὺς μὲν οἰκειοτάτους εἰς λύπας καὶ φροντίδας καταστήσεις, τοὺς δ’ ἐχθροὺς ἐν ἐλπίσι μεγάλαις ποιήσεις, οἵας καὶ νῦν αὐτοῖς παρέσχες·
你不应该在可以进行体面且容易的战争时,去进行不名誉且艰难的战争,也不应该进行那些会使你最亲近的人陷入悲哀与忧虑,并给你的敌人带来巨大希望的战争,就像你现在给他们带来的那样。
ἀλλὰ τῶν μὲν βαρβάρων, πρὸς οὓς νῦν πολεμεῖς, ἐπὶ τοσοῦτον ἐξαρκέσει σοι κρατεῖν, ὅσον ἐν ἀσφαλείᾳ καταστῆσαι τὴν σαυτοῦ χώραν, τὸν δὲ βασιλέα τὸν νῦν μέγαν προσαγορευόμενον καταλύειν ἐπιχειρήσεις, ἵνα τήν τε σαυτοῦ δόξαν μείζω ποιήσῃς καὶ τοῖς Ἕλλησιν ὑποδείξῃς πρὸς ὃν χρὴ πολεμεῖν.
相反,对于你现在与之作战的野蛮人,你只要征服他们到足以使你自己的国土安全就足够了,而你应该尝试推翻现在被称为“大王”的那位君主,以便使你自己的名声更加显赫,并向希腊人指出应该与谁作战。

词汇与语法注释

  1. 1ἐτύγχανόν σοι παρῃνεκὼς — 动词 `τυγχάνω` 伴随分词 `παρῃνεκώς` 表示强调实际发生的事情(“碰巧/确实建议”)。此处与条件连词 `εἰ` 连用,构成过去相反的事实条件句(直说过去时)。
  2. 2καὶ ταῦτ’ εἰδὼς — 惯用的让步表达,意为“而且在明知……的情况下”。`ταῦτα` 是中性复数宾格,指代后文的宾格不定式短语(省略了 `εἶναι`)。
  3. 3ἐν οἷς κατορθώσας μὲν οὐδὲν ἂν ἦσθα μέγα διαπεπραγμένος, τελευτήσας δὲ τὸν βίον ἅπασαν ἂν τὴν ὑπάρχουσαν εὐδαιμονίαν συνανεῖλες — 关系从句 `ἐν οἷς` 内部的条件结构。分词 `κατορθώσας` 和 `τελευτήσας` 充当条件从句的作用,分别引导虚拟(与过去事实相反的归结) `ἂν ἦσθα ... διαπεπραγμένος`(带 `ἄν` 的迂回过去完成时直说语气)和 `ἂν ... συνανεῖλες`(带 `ἄν` 的不定过去时直说语气)。`οἷς` 的先行词是主句中的 `τοιούτους ἀγῶνας`。
  4. 8κρατήσας ἂν τῶν πραγμάτων, εἰ μὴ διὰ τὴν αὑτοῦ προπέτειαν — 分词 `κρατήσας` 连用 `ἄν` 充当与过去事实相反的条件句主句(“本可以掌控大局”)。条件从句则由 `εἰ μή` 加上介词短语 `διὰ τὴν αὑτοῦ προπέτειαν`(“若非由于他自己的鲁莽”)这一省略形式来表示。
  5. 11ἐξὸν ἐντίμους καὶ ῥᾳδίους — 无人称动词 `ἔξεστι`(“有可能/被允许”)的宾格绝对结构。中性单数分词 `ἐξόν` 独立构成让步或对比的状语从句(“在可以……的情况下”),此处形容词 `ἐντίμους καὶ ῥᾳδίους` 在宾格上与所修饰的、被省略的 `πολέμους` 保持一致。

引用这一段

伊索克拉底, 致腓力信一 §2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg027.humanitext-grc2:2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。