Humanitext Reader

伊索克拉底 · 致提摩太信 §7#1

赞扬提摩太的明智统治与治国建议

第 1 段,共 2 段 · 希腊语

内容简介

伊索克拉底赞扬赫拉克利亚的统治者提摩太比其父亲更明智地行使权力,并就优秀统治者应有的温和治理提出建议,督促他善用眼前的幸运地位。

§7#1## Τιμοθέῳ περὶ μὲν τῆς οἰκειότητος τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους οἶμαί σε πολλῶν ἀκηκοέναι, συγχαίρω δέ σοι πυνθανόμενος, πρῶτον μὲν ὅτι τῇ δυναστείᾳ τῇ παρούσῃ κάλλιον χρῇ τοῦ πατρὸς καὶ φρονιμώτερον, ἔπειθ’ ὅτι προαιρεῖ δόξαν καλὴν κτήσασθαι μᾶλλον ἢ πλοῦτον μέγαν συναγαγεῖν.
## 致提摩太关于我们彼此之间存在的亲密关系,我想你已经从许多人那里听说了。 但我得知以下两点后向你表示祝贺:第一,你比你的父亲更美好、更明智地行使了眼前的统治权;第二,你选择赢得美好的名声,而不是积聚巨大的财富。
σημεῖον γὰρ οὐ μικρὸν ἐκφέρεις ἀρετῆς, ἀλλ’ ὡς δυνατὸν μέγιστον, ταύτην ἔχων τὴν γνώμην· ὥστ’ ἢν ἐμμείνῃς τοῖς περὶ σοῦ νῦν λεγομένοις, οὐκ ἀπορήσεις τῶν ἐγκωμιασομένων τήν τε φρόνησιν τὴν σὴν καὶ τὴν προαίρεσιν ταύτην.
因为怀有这种想法,你展现出的不是微小的美德迹象,而是尽可能最大的迹象;因此,如果你能坚守目前关于你的好评,你将绝不缺少赞美你的智慧和这一志向的人。
ἡγοῦμαι δὲ καὶ τὰ διηγγελμένα περὶ τοῦ πατρός σου συμβαλεῖσθαι μεγάλην πίστιν πρὸς τὸ δοκεῖν εὖ φρονεῖν σε καὶ διαφέρειν τῶν ἄλλων·
我也认为,关于你父亲的传言,也会极大地有助于使你被认为聪明并优于常人。
εἰώθασι γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων οὐχ οὕτως ἐπαινεῖν καὶ τιμᾶν τοὺς ἐκ τῶν πατέρων τῶν εὐδοκιμούντων γεγονότας, ὡς τοὺς ἐκ τῶν δυσκόλων καὶ χαλεπῶν, ἤν περ φαίνωνται μηδὲν ὅμοιοι τοῖς γονεῦσιν ὄντες.
因为大多数人习惯于赞美和尊重那些出身于声名狼藉、脾气暴躁的父亲的后代,如果他们看起来一点也不像他们的父母的话,其程度甚至超过那些出身于名声显赫的父亲的后代。
μᾶλλον γὰρ ἐπὶ πάντων κεχαρισμένον αὐτοῖς ἐστὶ τὸ παρὰ λόγον συμβαῖνον ἀγαθὸν τῶν εἰκότως καὶ προσηκόντως γιγνομένων.
因为在所有事情中,出乎意料而发生的善事,比起理所当然、顺理成章发生的事,更能让他们感到愉悦。
ὧν ἐνθυμούμενον χρὴ ζητεῖν καὶ φιλοσοφεῖν ἐξ ὅτου τρόπου καὶ μετὰ τίνων καὶ τίσι συμβούλοις χρώμενος τάς τε τῆς πόλεως ἀτυχίας ἐπανορθώσεις καὶ τοὺς πολίτας ἐπί τε τὰς ἐργασίας καὶ τὴν σωφροσύνην προτρέψεις καὶ ποιήσεις αὐτοὺς ἥδιον ζῆν καὶ θαρραλεώτερον ἢ τὸν παρελθόντα χρόνον·
考虑到这些,你必须探求并深思:通过何种方式、与何人共事、采用何种顾问,你才能纠正城邦的遭遇,引导公民走向勤劳与节制,并使他们比过去生活得更愉快、更安心。
ταῦτα γάρ ἐστιν ἔργα τῶν ὀρθῶς καὶ φρονίμως τυραννευόντων.
因为这些才是那些正确且明智地行使独裁权力者的事业。
ὧν ἔνιοι καταφρονήσαντες οὐδὲν ἄλλο σκοποῦσι, πλὴν ὅπως αὐτοί θ’ ὡς μετὰ πλείστης ἀσελγείας τὸν βίον διάξουσι, τῶν τε πολιτῶν τοὺς βελτίστους καὶ πλουσιωτάτους καὶ φρονιμωτάτους λυμανοῦνται καὶ δασμολογήσουσι, κακῶς εἰδότες ὅτι προσήκει τοὺς εὖ φρονοῦντας καὶ τὴν τιμὴν ταύτην ἔχοντας μὴ τοῖς τῶν ἄλλων κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν, ἀλλὰ ταῖς αὑτῶν ἐπιμελείαις τοὺς πολίτας εὐδαιμονεστέρους ποιεῖν, μηδὲ πικρῶς μὲν καὶ χαλεπῶς διακεῖσθαι πρὸς ἅπαντας, ἀμελεῖν δὲ τῆς αὑτῶν σωτηρίας, ἀλλ’ οὕτω μὲν πράως καὶ νομίμως ἐπιστατεῖν τῶν πραγμάτων ὥστε μηδένα τολμᾶν αὐτοῖς ἐπιβουλεύειν, μετὰ τοσαύτης δ’ ἀκριβείας τὴν τοῦ σώματος ποιεῖσθαι φυλακὴν ὡς ἁπάντων αὐτοὺς ἀνελεῖν βουλομένων.
然而,其中一些人蔑视这些,除了考虑自己如何过着最放荡的生活,以及如何凌辱和搜刮公民中最优秀、最富有、最聪明的人之外,别无他想。 他们糊涂地不知道,对于明智且拥有此等荣誉的人来说,不应当通过他人的痛苦来为自己制造快乐,而应当通过自己的悉心照料使公民更加幸福,也不应当对所有人态度刻薄和严厉,却忽视了自己的安全;相反,应当温和且依法管理事务,以至于无人敢于对他们图谋不轨,同时又要极其严密地防范人身安全,就好像所有人都在企图消灭他们一样。
ταύτην γὰρ τὴν διάνοιαν ἔχοντες αὐτοί τ’ ἂν ἔξω τῶν κινδύνων εἶεν καὶ παρὰ τοῖς ἄλλοις εὐδοκιμοῖεν·
因为怀有这种心思,他们自己既能远离危险,又能在他人中享有盛誉。
ὧν ἀγαθὰ μείζω χαλεπὸν εὑρεῖν ἐστίν.
要找到比这些更大的善事是很困难的。
ἐνεθυμήθην δὲ μεταξὺ γράφων, ὡς εὐτυχῶς ἅπαντά σοι συμβέβηκεν.
我在写作的过程中想到,你的一切是多么幸运。
τὴν μὲν γὰρ εὐπορίαν ἣν ἀναγκαῖον ἦν κτήσασθαι μετὰ βίας καὶ τυραννικῶς καὶ μετὰ πολλῆς ἀπεχθείας ὁ πατήρ σοι καταλέλοιπε, τὸ δὲ χρῆσθαι τούτοις καλῶς καὶ φιλανθρώπως ἐπὶ σοὶ γέγονεν·
因为你的父亲留给你的,是不得不通过暴力、独裁和极大的怨恨来获取的财富,而如何美好且仁慈地使用这些财富,则取决于你。
ὧν χρή σε πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν.
对于这些,你必须予以极大的关注。
ἃ μὲν οὖν ἐγὼ γιγνώσκω, ταῦτ’ ἐστίν· ἔχει δ’ οὕτως.
以上就是我的看法,事实也确实如此。

词汇与语法注释

  1. 1πυνθανόμενος — 伴随主句动词 συγχαίρω(我祝贺)的现在分词,表示时间或原因(“得知、由于得知”)。紧随其后的两个 ὅτι 从句(ὅτι τῇ δυναστείᾳ... 和 ὅτι προαιρεῖ...)作为该分词的宾语,具体说明了所得知的事实内容。
  2. 3ὧn ἐνθυμούμενον χρή — 关系代词 ὧν 指代前文内容。无人称动词 χρή(必须)要求不定式(ζητεῖν καὶ φιλοσοφεῖν)及其逻辑主语采用宾格(类似于“宾格加不定式”结构)。此处宾格分词 ἐνθυμούμενον 修饰语境中默示的宾格主语(“你”),以此补充不定式动作发出者的身份。
  3. 5ὡς ἁπάντων αὐτοὺς ἀνελεῖν βουλομένων — 由连词 ὡς(仿佛、由于认为)引导的属格绝对结构(主格:ἁπάντων βουλομένων,带不定式 ἀνελεῖν“消灭”)。ὡς 表示这并非客观事实,而是统治者主观上的设想或戒备(“仿佛所有人都在企图消灭他们”),用以解释其严密防范的主观动机。

引用这一段

伊索克拉底, 致提摩太信 §7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg026.humanitext-grc3:7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。