Humanitext Reader

伊索克拉底 · 致阿基达马斯信 §9#2

阿格西劳斯的教训与希腊和解的使命

第 2 段,共 2 段 · 希腊语

内容简介

伊索克拉底劝告阿基达摩斯应当吸取其父阿格西劳斯双重目标的失败教训。他坚称,尽管自己已年届八十,但他与这位斯巴达国王正是被赋予使希腊和解并领导对蛮族远征之天命的人选。

§9#2ὑπὲρ ὧν πολὺν ἤδη χρόνον γιγνομένων οὔτε πόλις οὐδεμία τῶν προεστάναι τῶν Ἐλλήνων ἀξιουσῶν ἠγανάκτησεν, οὔτ’ ἀνὴρ τῶν πρωτευόντων οὐδεὶς βαρέως ἤνεγκε, πλὴν ὁ σὸς πατήρ·
这些惨状发生已有多时,而在那些自命为希腊领袖的城邦中,没有任何一个对此表示愤慨,在那些首领人物中,也没有任何人对此感到痛心,唯独你的父亲例外。
μόνος γὰρ Ἀγησίλαος ὧν ἡμεῖς ἴσμεν ἐπιθυμῶν ἅπαντα τὸν χρόνον διετέλεσε τοὺς μὲν Ἕλληνας ἐλευθερῶσαι, πρὸς δὲ τοὺς βαρβάρους πόλεμον ἐξενεγκεῖν.
因为在我们所知道的人中,只有阿格西劳斯终其一生,始终渴望着既要解放希腊人,又要对蛮族发动战争。
οὐ μὴν ἀλλὰ κἀκεῖνος ἑνὸς πράγματος διήμαρτεν.
然而,他也在一件事上失策了。
καὶ μὴ θαυμάσῃς, εἰ πρὸς σὲ διαλεγόμενος μνησθήσομαι τῶν οὐκ ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων·
请不要感到惊讶,如果我在与你交谈时,提及他未曾正确判断的事。
εἴθισμαί τε γὰρ μετὰ παρρησίας ἀεὶ ποιεῖσθαι τοὺς λόγους, καὶ δεξαίμην ἂν δικαίως ἐπιτιμήσας ἀπεχθέσθαι μᾶλλον ἢ παρὰ τὸ προσῆκον ἐπαινέσας χαρίσασθαι.
因为我习惯于始终坦诚直言地发表论说,我宁愿因公正的批评而招致怨恨,也不愿因不当的谄媚阿谀而讨好。
τὸ μὲν οὖν ἐμὸν οὕτως ἔχον ἐστίν, ἐκεῖνος δ’ ἐν ἅπασι τοῖς ἄλλοις διενεγκὼν καὶ γενόμενος ἐγκρατέστατος καὶ δικαιότατος καὶ πολιτικώτατος διττὰς ἔσχεν ἐπιθυμίας, χωρὶς μὲν ἑκατέραν καλὴν εἶναι δοκοῦσαν, οὐ συμφωνούσας δ’ ἀλλήλαις οὐδ’ ἅμα πράττεσθαι δυναμένας·
我本人的态度便是如此,而他虽然在其他所有方面都出类拔萃,成为最克己、最公正、也最具有政治家风范的人,却抱有两种愿望,这两种愿望若分开来看均显得高尚,但它们彼此并不协调,也无法同时付诸实行。
ἠβούλετο γὰρ βασιλεῖ τε πολεμεῖν καὶ τῶν φίλων τοὺς φεύγοντας εἰς τὰς πόλεις καταγαγεῖν καὶ κυρίους καταστῆσαι τῶν πραγμάτων.
因为他既想对波斯国王作战,又想将流亡的友人召回城邦,并使他们掌握政权。
συνέβαινεν οὖν ἐκ μὲν τῆς πραγματείας τῆς ὑπὲρ τῶν ἑταίρων ἐν κακοῖς καὶ κινδύνοις εἶναι τοὺς Ἕλληνας, διὰ δὲ τὴν ταραχὴν τὴν ἐνθάδε γιγνομένην μὴ σχολὴν ἄγειν μηδὲ δύνασθαι πολεμεῖν τοῖς βαρβάροις.
于是,由于他为朋友们的奔走,导致了希腊人陷入灾难与危险之中,并且因为本土发生的混乱,使他们无暇顾及,也无法对蛮族作战。
ὥστ’ ἐκ τῶν ἀγνοηθέντων κατ’ ἐκεῖνον τὸν χρόνον ῥᾴδιον καταμαθεῖν ὅτι δεῖ τοὺς ὀρθῶς βουλευομένους μὴ πρότερον ἐκφέρειν πρὸς βασιλέα πόλεμον, πρὶν ἂν διαλλάξῃ τις τοὺς Ἕλληνας καὶ παύσῃ τῆς μανίας καὶ τῆς φιλονικίας ἡμᾶς.
因此,从那时的失策中很容易领悟到,凡是正确思考的人,在有人使希腊人和解并使我们停止疯狂和争斗之前,绝不应该对国王发动战争。
περὶ ὧν ἐγὼ καὶ πρότερον εἴρηκα καὶ νῦν ποιήσομαι τοὺς λόγους.
关于这些事情,我以前说过,现在也将以此为论题。
καίτοι τινὲς τῶν οὐδεμιᾶς μὲν παιδείας μετεσχηκότων, δύνασθαι δὲ παιδεύειν τοὺς ἄλλους ὑπισχνουμένων, καὶ ψέγειν μὲν τἀμὰ τολμώντων, μιμεῖσθαι δὲ γλιχομένων, τάχ’ ἂν μανίαν εἶναι φήσειαν τὸ μέλειν ἐμοὶ τῶν τῆς Ἑλλάδος συμφορῶν, ὥσπερ παρὰ τοὺς ἐμοὺς λόγους ἢ βέλτιον ἢ χεῖρον αὐτὴν πράξουσαν.
可是,有些根本没有受过任何教育,却许诺能够教育他人的人,他们虽敢于指责我的作品,却又极力模仿,这些人或许会说,我关切希腊的灾难是一种疯狂,仿佛希腊会因为我的言论而变好或变坏似的。
ὧν δικαίως ἂν ἅπαντες πολλὴν ἀνανδρίαν καὶ μικροψυχίαν καταγνοῖεν, ὅτι προσποιούμενοι φιλοσοφεῖν αὐτοὶ μὲν ἐπὶ μικροῖς φιλοτιμοῦνται, τοῖς δὲ δυναμένοις περὶ τῶν μεγίστων συμβουλεύειν φθονοῦντες διατελοῦσιν.
大家可以理所当然地谴责他们极其懦弱和器量狭小,因为他们虽然伪装成在研究哲学,自己却在微不足道的事情上争名夺利,并且对那些能够就最重大的事务提出建议的人终日心怀嫉妒。
οὗτοι μὲν οὖν βοηθοῦντες ταῖς αὑτῶν ἀσθενείαις καὶ ῥᾳθυμίαις ἴσως τοιαῦτ’ ἐροῦσιν·
这些人为了掩饰自己的无能和懒惰,大概会说出这样的话。
ἐγὼ δ’ οὕτως ἐπ’ ἐμαυτῷ μέγα φρονῶ, καίπερ ἔτη γεγονὼς ὀγδοήκοντα καὶ παντάπασιν ἀπειρηκώς, ὥστ’ οἶμαι καὶ λέγειν ἐμοὶ προσήκειν μάλιστα περὶ τούτων καὶ καλῶς βεβουλεῦσθαι πρὸς σὲ ποιούμενον τοὺς λόγους, καὶ τυχὸν ἀπ’ αὐτῶν γενήσεσθαί τι τῶν δεόντων.
但我对自己却抱有如此坚定的信心,尽管我已经八十岁且完全精疲力竭,但我认为由我来谈论这些事情最为合适,而且向你发表这些言论是经过深思熟虑的,或许能从中产生一些必需的结果。
ἡγοῦμαι δὲ καὶ τοὺς ἄλλους Ἕλληνας, εἰ δεήσειεν αὐτοὺς ἐξ ἁπάντων ἐκλέξασθαι τόν τε τῷ λόγῳ κάλλιστ’ ἂν δυνηθέντα παρακαλέσαι τοὺς Ἕλληνας ἐπὶ τὴν τῶν βαρβάρων στρατείαν καὶ τὸν τάχιστα μέλλοντα τὰς πράξεις ἐπιτελεῖν τὰς συμφέρειν δοξάσας, οὐκ ἂν ἄλλους ἀνθ’ ἡμῶν προκριθῆναι.
我想,其他的希腊人如果必须在所有人中挑选出那两个最合适的人——一个能用言辞最完美地号召希腊人远征蛮族,另一个能最迅速地去执行被认为有益的行动——他们绝不会舍弃我们而选择别人。
καίτοι πῶς οὐκ ἂν αἰσχρὸν ποιήσαιμεν, εἰ τούτων ἀμελήσαιμεν οὕτως ἐντίμων ὄντων ὧν ἅπαντες ἂν ἡμᾶς ἀξιώσαιεν;
然而,如果我等忽视了这些连大家都认为我们当之无愧的如此崇高的荣誉,我们又怎能不感到羞耻呢?
τὸ μὲν οὖν ἐμὸν ἔλαττόν ἐστιν· ἀποφήνασθαι γὰρ ἃ γιγνώσκει τις οὐ πάνυ τῶν χαλεπῶν πέφυκεν· σοὶ δὲ προσήκει προσέχοντι τὸν νοῦν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις βουλεύσασθαι, πότερον ὀλιγωρητέον ἐστὶ τῶν Ἑλληνικῶν πραγμάτων γεγονότι μέν, ὥσπερ ὀλίγῳ πρότερον ἐγὼ διῆλθον, ἡγεμόνι δὲ Λακεδαιμονίων ὄντι, βασιλεῖ δὲ προσαγορευομένῳ, μεγίστην δὲ τῶν Ἑλλήνων ἔχοντι δόξαν, ἢ τῶν μὲν ἐνεστώτων πραγμάτων ὑπεροπτέον, μείζοσι δ’ ἐπιχειρητέον.
因此,我的任务是比较轻微的,因为表明一个人的所思所想在本质上并不是很困难的事;但你却应当专注听取我的言论并加以考虑:身为一个拥有我刚才所叙述的那种出身、作为拉刻代蒙人的领袖、被称为国王、并在希腊人中享有最大声望的人,你是应该对希腊的事务漠不关心,还是应当无视现状,去尝试更伟大的事业。
ἐγὼ μὲν γάρ φημι χρῆναί σε πάντων ἀφέμενον τῶν ἄλλων δυοῖν τούτοιν προσέχειν τὸν νοῦν, ὅπως τοὺς μὲν Ἕλληνας ἀπαλλάξεις τῶν πολέμων καὶ τῶν ἄλλων κακῶν τῶν νῦν αὐτοῖς παρόντων, τοὺς δὲ βαρβάρους παύσεις ὑβρίζοντας καὶ πλείω κεκτημένους ἀγαθὰ τοῦ προσήκοντος.
因为我主张,你应当放下所有其他事情,专注于这两点:如何使希腊人摆脱目前面临的战争及其他灾难,并阻止蛮族肆意妄为以及占有超出其分内的财富。
ὡς δ’ ἐστὶ ταῦτα δυνατὰ καὶ συμφέροντα καὶ σοὶ καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις ἅπασιν, ἐμὸν ἔργον ἤδη διδάξαι περὶ αὐτῶν ἐστιν
至于这些事情如何可能,又如何对你、对城邦以及对其他所有人都有利,接下来便是我的任务来加以阐明。

词汇与语法注释

  1. 11ὑπὲρ ὧν πολὺν ἤδη χρόνον γιγνομένων — 关系代词 `ὧν` 指代前一节(§10)中所述希腊人所遭受的悲惨遭遇。短语 `ὑπὲρ ὧν ... γιγνομένων` 被解析为受介词 `ὑπὲρ` 支配的属格独立分词结构。
  2. 11ἐπιθυμῶν ἅπαντα τὸν χρόνον διετέλεσε — 动词 `διατελέω` 与补充性分词连用,表示持续的动作(“一直持续做某事”)。在此处它与现在分词 `ἐπιθυμῶν` 连用,表明阿格西劳斯终生的愿望。
  3. 13διττὰς ἔσχεν ἐπιθυμίας, χωρὶς μὲν ἑκατέραν καλὴν εἶναι δοκοῦσαν, οὐ συμφωνούσας δ’ ἀλλήλαις — 分词 `δοκοῦσαν`(阴性单数宾格)与 `ἑκατέραν` 一致,而 `συμφωνούσας`(阴性复数宾格)则与 `ἐπιθυμίας` 一致。这种不对称的对比突出了每种愿望单独看时的崇高,与其并存时的不协调。
  4. 15ὥσπερ παρὰ τοὺς ἐμοὺς λόγους ἢ βέλτιον ἢ χεῖρον αὐτὴν πράξουσαν — 带有 `ὥσπερ` 的将来分词 `πράξουσαν`(阴性单数宾格)与前文的 `τῆς Ἑλλάδος` 一致,用以表达一种主观、反事实的假设(“仿佛……似的”),在句中起到了类似宾格独立分词的作用。
  5. 17τόν τε τῷ λόγῳ κάλλιστ’ ἂν δυνηθέντα ... καὶ τὸν τάχιστα μέλλοντα — 由 `τε... καί...` 连接的两个带冠词分词短语用作 `ἐκλέξασθαι` 的直接宾语,象征着伊索克拉底(言辞号召)与阿基达摩斯(迅速执行)两人各自明确的角色分工。

引用这一段

伊索克拉底, 致阿基达马斯信 §9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg024.humanitext-grc2:9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。