Humanitext Reader

イソクラテス · アルキダモス宛書簡 §9#2

アゲシラオスの失敗とギリシア和解の使命

2 / 2 箇所 · ギリシア語

要旨

イソクラテスはアルキダモスに対し、父アゲシラオスの失敗から学ぶべきだと説き、八十歳の老齢である自身と言論を、そしてスパルタ王であるアルキダモスこそがギリシアを和解させ、蛮族への遠征を指導する天命を帯びていると主張する。

§9#2ὑπὲρ ὧν πολὺν ἤδη χρόνον γιγνομένων οὔτε πόλις οὐδεμία τῶν προεστάναι τῶν Ἐλλήνων ἀξιουσῶν ἠγανάκτησεν, οὔτ’ ἀνὴρ τῶν πρωτευόντων οὐδεὶς βαρέως ἤνεγκε, πλὴν ὁ σὸς πατήρ·
これら(の惨状)がすでに長い間起こっていることについて、ギリシア人の先頭に立つに値すると自負するいかなる都市も憤慨せず、また、指導的な男たちの誰一人として、重苦しく受け止めなかった。 ただし、あなたの父は例外であった。
μόνος γὰρ Ἀγησίλαος ὧν ἡμεῖς ἴσμεν ἐπιθυμῶν ἅπαντα τὸν χρόνον διετέλεσε τοὺς μὲν Ἕλληνας ἐλευθερῶσαι, πρὸς δὲ τοὺς βαρβάρους πόλεμον ἐξενεγκεῖν.
なぜなら、我々が知る人々の中でアゲシラオスだけが、ギリシア人たちを解放すること、そして蛮族に対して戦争を仕掛けることを、生涯を通じて絶えず望み続けたからである。
οὐ μὴν ἀλλὰ κἀκεῖνος ἑνὸς πράγματος διήμαρτεν.
しかしながら、彼もまた一つのことにおいて失敗した。
καὶ μὴ θαυμάσῃς, εἰ πρὸς σὲ διαλεγόμενος μνησθήσομαι τῶν οὐκ ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων·
そして驚かないでほしい、あなたに語りかける中で、彼によって正しく判断されなかった事柄に言及するとしても。
εἴθισμαί τε γὰρ μετὰ παρρησίας ἀεὶ ποιεῖσθαι τοὺς λόγους, καὶ δεξαίμην ἂν δικαίως ἐπιτιμήσας ἀπεχθέσθαι μᾶλλον ἢ παρὰ τὸ προσῆκον ἐπαινέσας χαρίσασθαι.
というのも、私は常に率直さをもって語ることに慣れており、不当に称賛して取り入るよりも、正当に批判して嫌われる方を望むからである。
τὸ μὲν οὖν ἐμὸν οὕτως ἔχον ἐστίν, ἐκεῖνος δ’ ἐν ἅπασι τοῖς ἄλλοις διενεγκὼν καὶ γενόμενος ἐγκρατέστατος καὶ δικαιότατος καὶ πολιτικώτατος διττὰς ἔσχεν ἐπιθυμίας, χωρὶς μὲν ἑκατέραν καλὴν εἶναι δοκοῦσαν, οὐ συμφωνούσας δ’ ἀλλήλαις οὐδ’ ἅμα πράττεσθαι δυναμένας·
私自身に関することはこのようなものであるが、彼は、他のすべての点において傑出し、極めて自制心に富み、極めて公正で、極めて政治家らしくあったものの、二つの願望を抱いていた。 それらはそれぞれ単独では美しく思われるものの、互いに調和せず、同時に実行することも不可能なものであった。
ἠβούλετο γὰρ βασιλεῖ τε πολεμεῖν καὶ τῶν φίλων τοὺς φεύγοντας εἰς τὰς πόλεις καταγαγεῖν καὶ κυρίους καταστῆσαι τῶν πραγμάτων.
すなわち、彼は王と戦争することと、友人たちのうち亡命している者たちを諸都市へと連れ戻し、彼らを国政の支配者に据えることの両方を望んだのである。
συνέβαινεν οὖν ἐκ μὲν τῆς πραγματείας τῆς ὑπὲρ τῶν ἑταίρων ἐν κακοῖς καὶ κινδύνοις εἶναι τοὺς Ἕλληνας, διὰ δὲ τὴν ταραχὴν τὴν ἐνθάδε γιγνομένην μὴ σχολὴν ἄγειν μηδὲ δύνασθαι πολεμεῖν τοῖς βαρβάροις.
したがって、彼の同志たちのための画策から、ギリシア人たちが災厄と危険にさらされることになり、こちらで生じた混乱のために、彼らは余暇を持つこともできず、蛮族と戦うこともできなかったのである。
ὥστ’ ἐκ τῶν ἀγνοηθέντων κατ’ ἐκεῖνον τὸν χρόνον ῥᾴδιον καταμαθεῖν ὅτι δεῖ τοὺς ὀρθῶς βουλευομένους μὴ πρότερον ἐκφέρειν πρὸς βασιλέα πόλεμον, πρὶν ἂν διαλλάξῃ τις τοὺς Ἕλληνας καὶ παύσῃ τῆς μανίας καὶ τῆς φιλονικίας ἡμᾶς.
それゆえ、当時の誤りから、正しく熟考する者たちは、誰かがギリシア人たちを和解させ、我々を狂気と闘争心から引き離すまでは、王に対して戦争を起こべきではないということを理解するのは容易である。
περὶ ὧν ἐγὼ καὶ πρότερον εἴρηκα καὶ νῦν ποιήσομαι τοὺς λόγους.
これらのことについて、私は以前にも語ったし、今また語ろうとしているのである。
καίτοι τινὲς τῶν οὐδεμιᾶς μὲν παιδείας μετεσχηκότων, δύνασθαι δὲ παιδεύειν τοὺς ἄλλους ὑπισχνουμένων, καὶ ψέγειν μὲν τἀμὰ τολμώντων, μιμεῖσθαι δὲ γλιχομένων, τάχ’ ἂν μανίαν εἶναι φήσειαν τὸ μέλειν ἐμοὶ τῶν τῆς Ἑλλάδος συμφορῶν, ὥσπερ παρὰ τοὺς ἐμοὺς λόγους ἢ βέλτιον ἢ χεῖρον αὐτὴν πράξουσαν.
もっとも、いかなる教養も分かち持っておらず、それでありながら他者を教育できると公言し、私の著作を批判する大胆さを持ちながら、それを模倣しようと切望している人々の一部は、私がギリシアの不幸を気にかけることは狂気であると言うかもしれない。 まるで私の言葉によって、ギリシアが良くなったり悪くなったりするかのように。
ὧν δικαίως ἂν ἅπαντες πολλὴν ἀνανδρίαν καὶ μικροψυχίαν καταγνοῖεν, ὅτι προσποιούμενοι φιλοσοφεῖν αὐτοὶ μὲν ἐπὶ μικροῖς φιλοτιμοῦνται, τοῖς δὲ δυναμένοις περὶ τῶν μεγίστων συμβουλεύειν φθονοῦντες διατελοῦσιν.
彼らに対しては、誰もが大きな卑怯さと心の狭さを罪として宣告するのが当然であろう。 なぜなら、彼らは知恵を愛求しているふりをしながら、自分たち自身は些細なことで名誉を争い、最も重大な事柄について助言できる人々を絶えず羨んでいるからである。
οὗτοι μὲν οὖν βοηθοῦντες ταῖς αὑτῶν ἀσθενείαις καὶ ῥᾳθυμίαις ἴσως τοιαῦτ’ ἐροῦσιν·
こうした人々は、自らの弱さと怠惰を正当化するために、おそらくはそのようなことを言うだろう。
ἐγὼ δ’ οὕτως ἐπ’ ἐμαυτῷ μέγα φρονῶ, καίπερ ἔτη γεγονὼς ὀγδοήκοντα καὶ παντάπασιν ἀπειρηκώς, ὥστ’ οἶμαι καὶ λέγειν ἐμοὶ προσήκειν μάλιστα περὶ τούτων καὶ καλῶς βεβουλεῦσθαι πρὸς σὲ ποιούμενον τοὺς λόγους, καὶ τυχὸν ἀπ’ αὐτῶν γενήσεσθαί τι τῶν δεόντων.
しかし私は、すでに八十歳になり、完全に衰え果てているにもかかわらず、自分自身に大いなる誇りを抱いている。 それゆえ、私がこれらについて語ることこそが最もふさわしく、またあなたに向けて言葉を紡ぐことは正しい思慮に基づいたものであり、ひょっとするとそれらから何らかの必要な成果が生まれるかもしれない、と考えている。
ἡγοῦμαι δὲ καὶ τοὺς ἄλλους Ἕλληνας, εἰ δεήσειεν αὐτοὺς ἐξ ἁπάντων ἐκλέξασθαι τόν τε τῷ λόγῳ κάλλιστ’ ἂν δυνηθέντα παρακαλέσαι τοὺς Ἕλληνας ἐπὶ τὴν τῶν βαρβάρων στρατείαν καὶ τὸν τάχιστα μέλλοντα τὰς πράξεις ἐπιτελεῖν τὰς συμφέρειν δοξάσας, οὐκ ἂν ἄλλους ἀνθ’ ἡμῶν προκριθῆναι.
また、他のギリシア人たちも、もし全員の中から、言葉によって最も見事にギリシア人を蛮族への遠征に勧誘できる者と、有益と判断された行動を最も迅速に遂行しうる者を選び出す必要があるとすれば、我々の代わりに他の人々を選ぶことはないだろう、と考えている。
καίτοι πῶς οὐκ ἂν αἰσχρὸν ποιήσαιμεν, εἰ τούτων ἀμελήσαιμεν οὕτως ἐντίμων ὄντων ὧν ἅπαντες ἂν ἡμᾶς ἀξιώσαιεν;
それなのに、もし我々が、誰もが我々に値するとみなすであろうこのような名誉ある事柄を怠るならば、どうして恥ずべき行為をしたことにならないだろうか。
τὸ μὲν οὖν ἐμὸν ἔλαττόν ἐστιν·
私の役割は、より小さい。
ἀποφήνασθαι γὰρ ἃ γιγνώσκει τις οὐ πάνυ τῶν χαλεπῶν πέφυκεν·
なぜなら、自分が考えていることを表明することは、本質的にそれほど難しいことではないからである。
σοὶ δὲ προσήκει προσέχοντι τὸν νοῦν τοῖς ὑπ’ ἐμοῦ λεγομένοις βουλεύσασθαι, πότερον ὀλιγωρητέον ἐστὶ τῶν Ἑλληνικῶν πραγμάτων γεγονότι μέν, ὥσπερ ὀλίγῳ πρότερον ἐγὼ διῆλθον, ἡγεμόνι δὲ Λακεδαιμονίων ὄντι, βασιλεῖ δὲ προσαγορευομένῳ, μεγίστην δὲ τῶν Ἑλλήνων ἔχοντι δόξαν, ἢ τῶν μὲν ἐνεστώτων πραγμάτων ὑπεροπτέον, μείζοσι δ’ ἐπιχειρητέον.
しかしあなたにとっては、私の言うことに注意を払い、次のように熟考することがふさわしい。 すなわち、先ほど私が詳しく説明したような家系に生まれ、ラケダイモン人の指導者であり、王と呼ばれ、ギリシア人の中で最大の名声を持っている身でありながら、ギリシアの諸事を取り合わないままでいるべきなのか、あるいは、現在の諸事情を軽視して、より大きな事柄に乗り出すべきなのか。
ἐγὼ μὲν γάρ φημι χρῆναί σε πάντων ἀφέμενον τῶν ἄλλων δυοῖν τούτοιν προσέχειν τὸν νοῦν, ὅπως τοὺς μὲν Ἕλληνας ἀπαλλάξεις τῶν πολέμων καὶ τῶν ἄλλων κακῶν τῶν νῦν αὐτοῖς παρόντων, τοὺς δὲ βαρβάρους παύσεις ὑβρίζοντας καὶ πλείω κεκτημένους ἀγαθὰ τοῦ προσήκοντος.
実際、私は、あなたが他のあらゆることを放棄して、次の二つのことに注意を向けるべきだと主張する。 すなわち、いかにしてギリシア人たちを、現在彼らに降りかかっている戦争やその他の災厄から解放するか、そして、いかにして蛮族が不遜に振る舞い、過分な富を所有するのをやめさせるか、である。
ὡς δ’ ἐστὶ ταῦτα δυνατὰ καὶ συμφέροντα καὶ σοὶ καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις ἅπασιν, ἐμὸν ἔργον ἤδη διδάξαι περὶ αὐτῶν ἐστιν
そして、これらのことが、あなたにとっても、国家にとっても、他のすべての人々にとっても、いかに可能であり有益であるかを教えることこそが、これより先の私の役目である。

語釈・文法注

  1. 11ὑπὲρ ὧν πολὺν ἤδη χρόνον γιγνομένων — 関係代名詞 `ὧν` の先行詞は直前の §10 で述べられたギリシア人たちへの悲惨な仕打ちであり、`ὑπὲρ ὧν ... γιγνομένων` は前置詞 `ὑπὲρ` が支配する属格独立分詞構文として解釈される。
  2. 11ἐπιθυμῶν ἅπαντα τὸν χρόνον διετέλεσε — 動詞 `διατελέω` は分詞を伴って「絶えず〜し続ける」という意味を表す。ここでは現在分詞 `ἐπιθυμῶν` を補足語として取り、アゲシラオスが終生望み続けていたことを示す。
  3. 13διττὰς ἔσχεν ἐπιθυμίας, χωρὶς μὲν ἑκατέραν καλὴν εἶναι δοκοῦσαν, οὐ συμφωνούσας δ’ ἀλλήλαις — `δοκοῦσαν`(単数女性対格)は `ἑκατέραν` に一致し、一方で `συμφωνούσας`(複数女性対格)は `ἐπιθυμίας` に一致している。この非対称な対比は、各々の願望の個別的な評価と、それらが併存したときの不調和を際立たせる。
  4. 15ὥσπερ παρὰ τοὺς ἐμοὺς λόγους ἢ βέλτιον ἢ χεῖρον αὐτὴν πράξουσαν — `ὥσπερ` を伴う未来分詞 `πράξουσαν`(女性対格単数)は、直前の `τῆς Ἑλλάδος` に一致し、現実とは異なる他者の主観的な思い込みや仮定(「あたかも〜であるかのように」)を表す対格独立分詞構文として機能している。
  5. 17τόν τε τῷ λόγῳ κάλλιστ’ ἂν δυνηθέντα ... καὶ τὸν τάχιστα μέλλοντα — 接続辞 `τε... καί...` によって結ばれた二つの冠詞付き分詞句(名詞化された表現)は、`ἐκλέξασθαι` の目的語であり、それぞれイソクラテス(言論による勧誘)とアルキダモス(迅速な実行)という二人の役割分担を象徴している。

この箇所を引用する

イソクラテス, アルキダモス宛書簡 §9#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg024.humanitext-grc2:9%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。