Humanitext Reader

伊索克拉底 · 致阿基达马斯信 §9#1

致阿基达摩斯的建言与远征倡议

第 1 段,共 2 段 · 希腊语

内容简介

伊索克拉底致信阿基达摩斯,选择不进行易于取悦的赞美,而是提出一项艰难但光荣的建议,督促其领导远征。他痛陈小亚细亚希腊城邦的悲惨现状及流浪雇佣军的威胁,以此劝其采取行动。

§9#1## Ἀρχιδάμῳ εἰδώς, ὦ Ἀρχίδαμε, πολλοὺς ὡρμημένους ἐγκωμιάζειν σὲ καὶ τὸν πατέρα καὶ τὸ γένος ὑμῶν, εἱλόμην τοῦτον μὲν τὸν λόγον, ἐπειδὴ λίαν ῥᾴδιος ἦν, ἐκείνοις παραλιπεῖν, αὐτὸς δέ σε διανοοῦμαι παρακαλεῖν ἐπὶ στρατηγίας καὶ στρατείας οὐδὲν ὁμοίας ταῖς νῦν ἐνεστηκυίαις, ἀλλ’ ἐξ ὧν μεγάλων ἀγαθῶν αἴτιος γενήσει καὶ τῇ πόλει τῇ σαυτοῦ καὶ τοῖς Ἕλλησιν ἅπασιν.
阿基达摩斯啊,我知道有许多人正热切地赞美你、你的父亲以及你们的家族,但既然这个话题过于容易,我决定将其留给他们,而我本人则打算劝导你担任统帅并进行一场与目前正在进行的完全不同的远征,这场远征将使你成为你自己的城邦以及所有希腊人获得巨大福祉的源头。
ταύτην δ’ ἐποιησάμην τὴν αἵρεσιν, οὐκ ἀγνοῶν τῶν λόγων τὸν εὐμεταχειριστότερον, ἀλλ’ ἀκριβῶς εἰδὼς ὅτι πράξεις μὲν εὑρεῖν καλὰς καὶ μεγάλας καὶ συμφερούσας χαλεπὸν καὶ σπάνιόν ἐστιν, ἐπαινέσαι δὲ τὰς ἀρετὰς τὰς ὑμετέρας ῥᾳδίως οἷός τ’ ἂν ἐγενόμην.
我做出这一选择,并非不知道这两种论说中哪一种更容易驾驭,而是我深知,寻找美好、伟大且有益的行动是困难且罕见的,而赞美你们的德行对我而言本是极容易的事。
οὐ γὰρ ἔδει με παρ’ ἐμαυτοῦ πορίζεσθαι τὰ λεχθησόμενα περὶ αὐτῶν, ἀλλ’ ἐκ τῶν ὑμῖν πεπραγμένων τοσαύτας ἂν καὶ τοιαύτας ἀφορμὰς ἔλαβον ὥστε τὰς περὶ τῶν ἄλλων εὐλογίας μηδὲ κατὰ μικρὸν ἐναμίλλους γενέσθαι τῇ περὶ ὑμᾶς ῥηθείσῃ.
因为我不需要从我自己那里去寻找关于这些德行的说辞,而是在你们所成就的功绩中,我能获得如此多且如此好的素材,以至于对其他人的赞颂,将没有一丝一毫能与对你们的赞颂相媲美。
πῶς γὰρ ἄν τις ἢ τὴν εὐγένειαν ὑπερεβάλετο τῶν γεγονότων ἀφ’ Ἡρακλέους καὶ Διὸς ἣν πάντες ἴσασι μόνοις ὑμῖν ὁμολογουμένως ὑπάρχουσαν, ἢ τὴν ἀρετὴν τῶν ἐν Πελοποννήσῳ τὰς Δωρικὰς πόλεις κτισάντων καὶ τὴν χώραν ταύτην κατασχόντων, ἢ τὸ πλῆθος τῶν κινδύνων καὶ τῶν τροπαίων τῶν διὰ τὴν ὑμετέραν ἡγεμονίαν καὶ βασιλείαν σταθέντων;
毕竟,有谁能超越源自赫拉克勒斯和宙斯的后裔之高贵出身——这是众所周知、无可争议地唯独属于你们的? 又有谁能超越在伯罗奔尼撒建立多利安人城邦并占领这片土地的人们的德行? 或者超越在你们的领导和王权下所经历的无数险境和建立的胜利纪念碑?
τίς δ’ ἂν ἠπόρησε, διεξιέναι βουληθεὶς τὴν ἀνδρίαν ὅλης τῆς πόλεως καὶ σωφροσύνην καὶ πολιτείαν τὴν ὑπὸ τῶν προγόνων τῶν ὑμετέρων συνταχθεῖσαν;
谁若想要详细论述整个城邦的勇敢、节制以及由你们祖先制定的宪政,又怎会词穷呢?
πόσοις δ’ ἂν λόγοις ἐξεγένετο χρήσασθαι περὶ τὴν φρόνησιν τοῦ σοῦ πατρὸς καὶ τὴν ἐν ταῖς συμφοραῖς διοίκησιν καὶ τὴν μάχην τὴν ἐν τῇ πόλει γενομένην ἧς ἡγεμὼν σὺ καταστὰς καὶ μετ’ ὀλίγων πρὸς πολλοὺς κινδυνεύσας καὶ πάντων διενεγκὼν αἴτιος ἐγένου τῇ πόλει τῆς σωτηρίας, οὗ κάλλιον ἔργον οὐδεὶς ἂν ἐπιδείξειεν;
对于你父亲的睿智、他在逆境中的治国方略,以及在城里发生的那场战斗,又可以用多少言辞来加以论述呢? 在那场战斗中,你担任统帅,率领少数人对抗多数人,冒着生命危险,超越所有人,成为了城邦拯救的创造者,没有任何人能展现出比这更美丽的功绩。
οὔτε γὰρ πόλεις ἑλεῖν οὔτε πολλοὺς ἀποκτεῖναι τῶν πολεμίων οὕτω μέγα καὶ σεμνόν ἐστιν ὡς ἐκ τῶν τοιούτων κινδύνων σῶσαι τὴν πατρίδα, μὴ τὴν τυχοῦσαν ἀλλὰ τὴν τοσοῦτον ἐπ’ ἀρετῇ διενεγκοῦσαν.
因为攻占城邦或消灭大量敌人,都不如从这样的危险中拯救祖国那般伟大和尊贵,更何况这不是一个普通的祖国,而是一个在德行上如此杰出的祖国。
περὶ ὧν μὴ κομψῶς, ἀλλ’ ἁπλῶς διελθών, μηδὲ τῇ λέξει κοσμήσας, ἀλλ’ ἐξαριθμήσας μόνον καὶ χύδην εἰπὼν οὐδεὶς ὅστις οὐκ ἂν εὐδοκιμήσειεν.
对于这些事情,不加修饰地平实道来,不用华丽的词藻装饰,而仅仅加以列举和直白陈述,就没有人不会赢得赞誉。
ἐγὼ τοίνυν δυνηθεὶς ἂν καὶ περὶ τούτων ἐξαρκούντως διαλεχθῆναι, κἀκεῖνο γιγνώσκων, πρῶτον μὲν ὅτι ῥᾷόν ἐστι περὶ τῶν γεγενημένων εὐπόρως ἐπιδραμεῖν ἢ περὶ τῶν μελλόντων νουνεχόντως εἰπεῖν, ἔπειθ’ ὅτι πάντες ἄνθρωποι πλείω χάριν ἔχουσι τοῖς ἐπαινοῦσιν ἢ τοῖς συμβουλεύουσι, τοὺς μὲν γὰρ ὡς εὔνους ὄντας ἀποδέχονται, τοὺς δ’ ἂν μὴ κελευσθέντες παραινῶσιν, ἐνοχλεῖν νομίζουσιν, ἀλλ’ ὅμως ἅπαντα ταῦτα προειδὼς τῶν μὲν πρὸς χάριν ἂν ῥηθέντων ἀπεσχόμην, περὶ δὲ τοιούτων μέλλω λέγειν, περὶ ὧν οὐδεὶς ἂν ἄλλος τολμήσειεν, ἡγούμενος δεῖν τοὺς ἐπιεικείας καὶ φρονήσεως ἀμφισβητοῦντας μὴ τοὺς ῥᾴστους προαιρεῖσθαι τῶν λόγων, ἀλλὰ τοὺς ἐργωδεστάτους, μηδὲ τοὺς ἡδίστους τοῖς ἀκούουσιν, ἀλλ’ ἐξ ὧν ὠφελήσουσι καὶ τὰς πόλεις τὰς αὑτῶν τοὺς ἄλλους Ἕλληνας·
因此,我虽然也能够对这些事情进行充分的论述,并且知道——首先,平顺地回顾过去的事情,要比明智地谈论未来的事情更为容易;其次,所有的人对赞美他们的人比对规劝他们的人怀有更多的感激,因为他们接受前者为怀有善意之人,但若是未被请求而提出劝告的人,他们便视其为烦扰——然而,尽管预先知道这一切,我还是克制自己不去说那些为了讨好而说的话,而是准备谈论那些其他人都不敢触及的事情。 因为我认为,那些自诩公正和睿智的人,不应该选择最容易的论说,而应该选择最费力的;不应该选择对听众最悦耳的,而应该选择那些能使他们自己的城邦以及其他希腊人获益的论说。
ἐφ’ οἷσπερ ἐγὼ τυγχάνω νῦν ἐφεστηκώς.
这正是我现在所致力于的工作。
θαυμάζω δὲ καὶ τῶν ἄλλων τῶν πράττειν ἢ λέγειν δυναμένων, εἰ μηδὲ πώποτ’ αὐτοῖς ἐπῆλθεν ἐνθυμηθῆναι περὶ τῶν κοινῶν πραγμάτων, μηδ’ ἐλεῆσαι τὰς τῆς Ἑλλάδος δυσπραξίας οὕτως αἰσχρῶς καὶ δεινῶς διατιθεμένης, ἧς οὐδεὶς παραλέλειπται τόπος, ὃς οὐ γέμει καὶ μεστός ἐστι πολέμου καὶ στάσεων καὶ σφαγῶν καὶ κακῶν ἀναριθμήτων·
我也很惊讶其他有能力行动或说话的人,竟然从未想到要关切公共事务,也未曾怜悯希腊的惨状。 希腊正处于如此可耻和可怕的分裂状态中,没有一个地方得以幸免,到处充斥着战争、党争、屠杀和无数的灾难。
ὧν πλεῖστον μέρος μετειλήφασιν οἱ τῆς Ἀσίας τὴν παραλίαν οἰκοῦντες, οὓς ἐν τοῖς συνθήκαις ἅπαντας ἐκδεδώκαμεν οὐ μόνον τοῖς βαρβάροις ἀλλὰ καὶ τῶν Ἑλλήνων τοῖς τῆς μὲν φωνῆς τῆς ἡμετέρας κοινωνοῦσι, τῷ δὲ τρόπῳ τῷ τῶν βαρβάρων χρωμένοις·
其中承受最大苦难的是居住在亚洲沿海的人们,我们在和约中将他们全部出卖,不仅出卖给了蛮族,也出卖给了那些虽然与我们共享语言、却过着蛮族生活方式的希腊人。
οὕς, εἰ νοῦν εἴχομεν, οὐκ ἂν περιεωρῶμεν ἀθροιζομένους οὐδ’ ὑπὸ τῶν τυχόντων στρατηγουμένους, οὐδὲ μείζους καὶ κρείττους συντάξεις στρατοπέδων γιγνομένας ἐκ τῶν πλανωμένων ἢ τῶν πολιτευομένων·
如果我们有理智,我们绝不会听任他们聚集,也不会听任他们被平庸的将领所统帅,更不会听任由流浪者(佣兵)组成的军队比由公民组成的军队更为庞大和强盛。
οἳ τῆς μὲν βασιλέως χώρας μικρὸν μέρος λυμαίνονται, τὰς δὲ πόλεις τὰς Ἑλληνίδας, εἰς ἣν ἂν εἰσέλθωσιν, ἀναστάτους ποιοῦσι, τοὺς μὲν ἀποκτείνοντες, τοὺς δὲ φυγαδεύοντες, τῶν δὲ τὰς οὐσίας διαρπάζοντες, ἔτι δὲ παῖδας καὶ γυναῖκας ὑβρίζοντες, καὶ τὰς μὲν εὐπρεπεστάτας καταισχύνοντες, τῶν δ’ ἄλλων ἃ περὶ τοῖς σώμασιν ἔχουσι περισπῶντες, ὥσθ’ ἃς πρότερον οὐδὲ κεκοσμημένας ἦν ἰδεῖν τοῖς ἀλλοτρίοις, ταύτας ὑπὸ πολλῶν ὁρᾶσθαι γυμνάς, ἐνίας δ’ αὐτῶν ἐν ῥάκεσι περιφθειρομένας δι’ ἔνδειαν τῶν ἀναγκαίων.
这些流浪者对波斯国王的领土只造成了微小的破坏,却使他们所进入的每一个希腊城邦都彻底毁灭,他们屠杀一些人,流放另一些人,掠夺有些人的财产,甚至凌辱儿童和妇女,羞辱那些最端庄的妇女,剥去其他妇女身上仅有的衣服,以至于那些以前哪怕在盛装时也不曾被外人看过的妇女,如今却被众人目睹其赤身裸体,其中一些人甚至因为缺乏生活必需品而衣衫褴褛地在贫困中挣扎。

词汇与语法注释

  1. 1εἰδώς — 相对于主句动词 `εἱλόμην` 的分词。此处取让步语气(“虽然知道”),突显了作者在明知赞美十分容易的情况下仍选择另一条道路的意图。
  2. 1ἐξ ὧν — 介词 `ἐκ` 与关系代词 `ὧν` 的结合(属格同化)。其先行词为 `στρατηγίας καὶ στρατείας`,构成一个关系从句,意为“你将从这些行动中成为带来巨大福祉的原因”。
  3. 2οἷός τ’ ἂν ἐγενόμην — 带有语气助词 `ἄν` 的表示能力的过去虚拟条件句结果主句(反事实假设)。表示过去本可以实现但未实际进行的可能性:“(如果我愿意的话)我本可以轻易地予以赞美”。
  4. 6ἐγὼ τοίνυν ... ἀλλ’ ὅμως — 一种句式破格(anakolouthon)的例子。以 `ἐγὼ τοίνυν` 开始的主语被分词短语 `δυνηθεὶς` 和 `γιγνώσκων` 拉长,直到 ¦7¦ 中的第一人称单数动词 `ἀπεσχόμην` 出现,句法结构才得以恢复完整。
  5. 8θαυμάζω δὲ καὶ τῶν ἄλλων ... εἰ — 动词 `θαυμάζω` 带有表示情感原因的 `εἰ` 从句(字面上为“如果”,实际功能为“对于……这件事”)。意为“如果其他人……那真令人惊讶(我禁不住感到惊讶)”。
  6. 9εἰ νοῦν εἴχομεν, οὐκ ἂν περιεωρῶμεν — 使用直陈式过去时配合 `ἄν` 构成的与现在事实相反的虚拟条件句。意在表达对现实的批评:“如果我们有理智(而我们现在没有),我们便不会听任……(而我们现在正听任)”。

引用这一段

伊索克拉底, 致阿基达马斯信 §9#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg024.humanitext-grc2:9%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。