§1## Ἰσοκράτης Διονυσίῳ χαιρεῖν
εἰ μὲν νεώτερος ἦν, οὐκ ἂν ἐπιστολὴν ἔπεμπον, ἀλλ’ αὐτὸς ἄν σοι πλεύσας ἐνταῦθα διελέχθην·
## Ἰσοκράτης Διονυσίῳ χαιρεῖν 如果我更年轻些,我就不会寄信,而是会亲自乘船去那里与您交谈。
ἐπειδὴ δ’ οὐ κατὰ τοὺς αὐτοὺς χρόνους ὅ τε τῆς ἡλικίας τῆς ἐμῆς καιρὸς καὶ τῶν σῶν πραγμάτων συμβέβηκεν, ἀλλ’ ἐγὼ μὲν προαπείρηκα, τὰ δὲ πράττεσθαι νῦν ἀκμὴν εἴληφεν, ὡς οἷόν τ’ ἐστὶν ἐκ τῶν παρόντων, οὕτω σοι πειράσομαι δηλῶσαι περὶ αὐτῶν.
但是,因为我当下的年龄与您的事业时机未能重合——我已年迈力衰,而您的事业如今正值鼎盛——所以,在目前的情况下,我将尽我所能向您阐明这些事情。
οἶδα μὲν οὖν ὅτι τοῖς συμβουλεύειν ἐπιχειροῦσι πολὺ διαφέρει μὴ διὰ γραμμάτων ποιεῖσθαι τὴν συνουσίαν ἀλλ’ αὐτοὺς πλησιάσαντας, οὐ μόνον ὅτι περὶ τῶν αὐτῶν πραγμάτων ῥᾷον ἄν τις παρὼν πρὸς παρόντα φράσειν ἢ δι’ ἐπιστολῆς δηλώσειεν, οὐδ’ ὅτι πάντες τοῖς λεγομένοις μᾶλλον ἢ τοῖς γεγραμμένοις πιστεύουσι, καὶ τῶν μὲν ὡς εἰσηγημάτων, τῶν δ’ ὡς ποιημάτων ποιοῦνται τὴν ἀκρόασιν· ἔτι δὲ πρὸς τούτοις ἐν μὲν ταῖς συνουσίαις ἢν ἀγνοηθῇ τι τῶν λεγομένων ἢ μὴ πιστευθῇ, παρὼν ὁ τὸν λόγον διεξιὼν ἀμφοτέροις τούτοις ἐπήμυνεν, ἐν δὲ τοῖς ἐπιστελλομένοις καὶ γεγραμμένοις ἤν τι συμβῇ τοιοῦτον, οὐκ ἔστιν ὁ διορθώσων· ἀπόντος γὰρ τοῦ γράψαντος ἔρημα τοῦ βοηθήσοντός ἐστιν.
因此,我知道对于企图提出建议的人来说,亲自造访而不是通过书信来交流是大不相同的,这不仅是因为在场的人面对面地解释同一件事情比通过信件阐明更为容易,也不是因为人们都更相信口头的话语而不是书面的文字,将前者当作即席的提议,而将后者当作雕琢的作品来倾听;而且除此以外,在面对面的交流中,如果所说的话有任何不被理解或不被相信的地方,发言者就在现场,可以对这两者加以弥补;但在书面寄送的文字中,如果发生这样的情况,就没有人来加以纠正,因为写信者不在场,文字便失去了保护者。
οὐ μὴν ἀλλ’ ἐπειδὴ σὺ μέλλεις αὐτῶν ἔσεσθαι κριτής, πολλὰς ἐλπίδας ἔχω φανήσεσθαι λέγοντας ἡμᾶς τι τῶν δεόντων· ἡγοῦμαι γὰρ ἁπάσας ἀφέντα σε τὰς δυσχερείας τὰς προειρημένας αὐταῖς ταῖς πράξεσι προσέξειν τὸν νοῦν.
尽管如此,既然您将成为这些事情的裁判者,我仍抱着极大的希望,相信自己会显得说出了一些切中要害的话;因为我认为,您会抛开所有上述的困难,而将心思专注于事情本身。
καίτοι τινὲς ἤδη με τῶν σοὶ πλησιασάντων ἐκφοβεῖν ἐπεχείρησαν, λέγοντες ὡς σὺ τοὺς μὲν κολακεύοντας τιμᾶς, τῶν δὲ συμβουλευόντων καταφρονεῖς.
然而,那些已经接近过您的人中,有些人曾试图恐吓我,说您重用谄媚之人,而轻视劝谏之人。
ἐγὼ δ’ εἰ μὲν ἀπεδεχόμην τοὺς λόγους τούτους ἐκείνων, πολλὴν ἂν ἡσυχίαν εἶχον· νῦν δ’ οὐδεὶς ἄν με πείσειεν, ὡς οἷόν τ’ ἐστὶ τοσοῦτον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσι διενεγκεῖν, ἂν μή τις τῶν μὲν μαθητής, τῶν δ’ ἀκροατής, τῶν δ’ εὑρετὴς γένηται, καὶ πανταχόθεν προσαγάγηται καὶ συλλέξηται, δι’ ὧν οἷόν τ’ ἐστὶν ἀσκῆσαι τὴν αὑτοῦ διάνοιαν.
如果我当时听信了他们的这些话,我早就保持沉默了;但现在,没有人能说服我,使我虚信一个人能在思想和行动上都取得如此巨大的成就,除非他向一些人学习,听取另一些人的意见,自己又发现另外一些事情,并从四面八方引进和收集能够用来锻炼自己心智的方法。
ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα.
因此,我受到这些因素的推动而给您写信。
λέγειν δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει.
我将要谈论重大的事情,并且是世上活着的人中没有人比您更适合听取的事情。
καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος ἀκροατής· οὐ γὰρ οὔτ’ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν τῶν τοιούτων.
请不要以为我如此热忱地劝勉您,是为了让您成为我著作的听众;因为我既不热衷于炫耀自己的作品,也并非不知道您早已对这类东西感到厌倦。
πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι φανερόν, ὅτι τοῖς μὲν ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν πλείστοις τὴν αὑτοῦ δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι βουλομένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς πράξεις ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας.
此外,这一点对所有人也是显而易见的:对于那些需要展示才华的人来说,公共集会是合适的场所,因为在那里一个人可以在最多的人中传播自己的才干;但对于那些希望有所作为的人来说,他们应该与那个最有可能最迅速地付诸实施言论所昭示之行动的人交谈。
εἰ μὲν οὖν μιᾷ τινι τῶν πόλεων εἰσηγούμην, πρὸς τοὺς ἐκείνης προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην· ἐπειδὴ δ’ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν, πρὸς τίν’ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύοντα τοῦ γένους καὶ μεγίστην ἔχοντα δύναμιν;
因此,如果我是向某一个城邦提出建议,我就会向该城邦的领导者进言;但既然我已准备好为希腊人的拯救提出劝告,我还能更公正地与谁交谈,而不去寻找这位在我们的族群中首屈一指、并拥有最大力量的人呢?
καὶ μὴν οὐδ’ ἀκαίρως φανησόμεθα μεμνημένοι περὶ τούτων.
的确,我们提及这些事情不会显得不合时宜。
ὅτε μὲν γὰρ Λακεδαιμόνιοι τὴν ἀρχὴν εἶχον, οὐ ῥᾴδιον ἦν ἐπιμεληθῆναί σοι τῶν περὶ τὸν τόπον τὸν ἡμέτερον, οὐδὲ τούτοις ἐναντία πράττειν ἄμα καὶ Καρχηδονίοις πολεμεῖν· ἐπειδὴ δὲ Λακεδαιμόνιοι μὲν οὕτω πράττουσιν ὥστ’ ἀγαπᾶν, ἢν τὴν χώραν τὴν αὑτῶν ἔχωσιν, ἡ δ’ ἡμετέρα πόλις ἡδέως ἂν αὑτήν σοι παράσχοι συναγωνιζομένην, εἴ τι πράττοις ὑπὲρ τῆς Ἑλλάδος ἀγαθόν, πῶς ἂν παραπέσοι καλλίων καιρὸς τοῦ νῦν σοι παρόντος;
因为当拉刻代蒙人拥有霸权时,您既不容易关照我们这边的事务,也不容易在与他们对抗的同时又与迦太基人作战;但是既然现在拉刻代蒙人的处境是只要能保住自己的领土就心满意足,而我们的城邦在您为希腊做任何善事时都乐意提供自己作为您的盟友,那么怎么会降临比您现在拥有的更好、更美妙的时机呢?
καὶ μὴ θαυμάσῃς, εἰ μήτε δημηγορῶν μήτε στρατηγῶν μήτ’ ἄλλως δυνάσης ὢν οὕτως ἐμβριθὲς αἴρομαι πρᾶγμα καὶ δυοῖν ἐπιχειρῶ τοῖν μεγίστοιν, ὑπέρ τε τῆς Ἑλλάδος λέγειν καὶ σοὶ συμβουλεύειν.
请不要惊奇,我既不是演说家,也不是将军,又不是其他拥有权力的人,却承担起如此沉重的事情,并企图做这两件最大的事:为希腊进言和向您提出劝告。
ἐγὼ γὰρ τοῦ μὲν πράττειν τι τῶν κοινῶν εὐθὺς ἐξέστην, δι’ ἃς δὲ προφάσεις πολὺ ἂν ἔργον εἴη μοι λέγειν, τῆς δὲ παιδεύσεως τῆς τῶν μὲν μικρῶν καταφρονούσης, τῶν δὲ μεγάλωι ἐφικνεῖσθαι πειρωμένης οὐκ ἂν φανείην ἄμοιρος γεγενημένος.
因为我立刻就退出了公共事务的实践——要说明其原因对我来说将是一件苦差事——但是,对于那种轻视微末事物、企图达到伟大境界的教育,我不应该显得是没有分得一份的人。
ὥστ’ οὐδὲν ἄτοπον, εἴ τι τῶν συμφερόντων ἰδεῖν ἂν μᾶλλον δυνηθείην τῶν εἰκῇ μὲν πολιτευομένων, μεγάλην δὲ δόξαν εἰληφότων δηλώσομεν δ’ οὐκ εἰς ἀναβολάς, εἴ τινος ἄξιοι τυγχάνομεν ὄντες, ἀλλ’ ἐκ τῶν ῥηθήσεσθαι μελλόντων
因此,如果我比那些盲目参与政治却获得极大名声的人更容易看出某些有益之事,也并非不可思议。 我们不会拖延,而将通过接下来的话来证明我们是否有些许价值。