§1## Ἰσοκράτης Διονυσίῳ χαιρεῖν
εἰ μὲν νεώτερος ἦν, οὐκ ἂν ἐπιστολὴν ἔπεμπον, ἀλλ’ αὐτὸς ἄν σοι πλεύσας ἐνταῦθα διελέχθην·
## Ἰσοκράτης Διονυσίῳ χαιρεῖν もし私がもっと若かったなら、手紙を送るのではなく、自分自身でそちらへ航海して直接お話ししたことでしょう。
ἐπειδὴ δ’ οὐ κατὰ τοὺς αὐτοὺς χρόνους ὅ τε τῆς ἡλικίας τῆς ἐμῆς καιρὸς καὶ τῶν σῶν πραγμάτων συμβέβηκεν, ἀλλ’ ἐγὼ μὲν προαπείρηκα, τὰ δὲ πράττεσθαι νῦν ἀκμὴν εἴληφεν, ὡς οἷόν τ’ ἐστὶν ἐκ τῶν παρόντων, οὕτω σοι πειράσομαι δηλῶσαι περὶ αὐτῶν.
しかし、私の年齢の好機とあなたのご事績の時期とが同じ時に重なり合わず、私はすでに力尽き、あなたの事柄は今まさに最盛期を迎えているため、現在の状況から可能な限りにおいて、そのことについてあなたに明らかにすることを試みましょう。
οἶδα μὲν οὖν ὅτι τοῖς συμβουλεύειν ἐπιχειροῦσι πολὺ διαφέρει μὴ διὰ γραμμάτων ποιεῖσθαι τὴν συνουσίαν ἀλλ’ αὐτοὺς πλησιάσαντας, οὐ μόνον ὅτι περὶ τῶν αὐτῶν πραγμάτων ῥᾷον ἄν τις παρὼν πρὸς παρόντα φράσειν ἢ δι’ ἐπιστολῆς δηλώσειεν, οὐδ’ ὅτι πάντες τοῖς λεγομένοις μᾶλλον ἢ τοῖς γεγραμμένοις πιστεύουσι, καὶ τῶν μὲν ὡς εἰσηγημάτων, τῶν δ’ ὡς ποιημάτων ποιοῦνται τὴν ἀκρόασιν·
さて、助言を試みる人々にとって、書状を通じてではなく、自ら近づいて交わりを持つ方がはるかに有利であることは承知しています。 それは、同じ事柄について、その場に居合わせて直接語る方が、手紙を通じて明らかにするよりも容易に説明できるからというだけでなく、また、誰もが書かれたものよりも語られた言葉を信頼し、前者を提案として、後者を作品として聴くからというだけでもありません。
ἔτι δὲ πρὸς τούτοις ἐν μὲν ταῖς συνουσίαις ἢν ἀγνοηθῇ τι τῶν λεγομένων ἢ μὴ πιστευθῇ, παρὼν ὁ τὸν λόγον διεξιὼν ἀμφοτέροις τούτοις ἐπήμυνεν, ἐν δὲ τοῖς ἐπιστελλομένοις καὶ γεγραμμένοις ἤν τι συμβῇ τοιοῦτον, οὐκ ἔστιν ὁ διορθώσων·
さらにこれらに加えて、直接の対話においては、語られたことの何かが理解されなかったり信じられなかったりしても、その場にいる語り手がその両方を補うことができますが、書状においてそのようなことが起きても、それを正す人がいません。
ἀπόντος γὰρ τοῦ γράψαντος ἔρημα τοῦ βοηθήσοντός ἐστιν.
書いた者が不在であるため、それを助ける人がいなくて心もとないからです。
οὐ μὴν ἀλλ’ ἐπειδὴ σὺ μέλλεις αὐτῶν ἔσεσθαι κριτής, πολλὰς ἐλπίδας ἔχω φανήσεσθαι λέγοντας ἡμᾶς τι τῶν δεόντων·
とはいえ、あなたがこれらの判断者となる予定であるからには、私は自分がなすべきことのいくらかを語っていると認められるだろうという大きな希望を抱いています。
ἡγοῦμαι γὰρ ἁπάσας ἀφέντα σε τὰς δυσχερείας τὰς προειρημένας αὐταῖς ταῖς πράξεσι προσέξειν τὸν νοῦν.
なぜなら、あなたが上述の困難をすべて脇に置いて、事柄そのものに注意を向けてくださると思っているからです。
καίτοι τινὲς ἤδη με τῶν σοὶ πλησιασάντων ἐκφοβεῖν ἐπεχείρησαν, λέγοντες ὡς σὺ τοὺς μὲν κολακεύοντας τιμᾶς, τῶν δὲ συμβουλευόντων καταφρονεῖς.
しかしながら、すでにあなたに近づいた人々の何人かが私を脅かそうとして、あなたはへつらう者を重んじ、助言する者を軽んじると言いました。
ἐγὼ δ’ εἰ μὲν ἀπεδεχόμην τοὺς λόγους τούτους ἐκείνων, πολλὴν ἂν ἡσυχίαν εἶχον·
もし私が彼らの言葉を受け入れていたならば、大いに沈黙を守っていたでしょう。
νῦν δ’ οὐδεὶς ἄν με πείσειεν, ὡς οἷόν τ’ ἐστὶ τοσοῦτον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσι διενεγκεῖν, ἂν μή τις τῶν μὲν μαθητής, τῶν δ’ ἀκροατής, τῶν δ’ εὑρετὴς γένηται, καὶ πανταχόθεν προσαγάγηται καὶ συλλέξηται, δι’ ὧν οἷόν τ’ ἐστὶν ἀσκῆσαι τὴν αὑτοῦ διάνοιαν.
しかし今、これほどまでに思慮においても行動においても卓越することが、ある事柄については学び、ある事柄については聞き、ある事柄については自ら発見し、あらゆる場所から自己の知性を鍛えることができる手段を導入し収集するのでなければ可能であるなどと、誰も私を説得することはできないでしょう。
ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα.
それゆえ、私はこれらのことによってあなたに書状を送るよう促されました。
λέγειν δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει.
そして、私は重大な事柄について、また、生きている者のうちであなた以上に聞くことがふさわしい者は誰もいない事柄について語ろうとしています。
καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος ἀκροατής·
そして、私がこれほど熱心に勧めているのを、あなたが私の著作の聴衆になるようにするためだと思わないでください。
οὐ γὰρ οὔτ’ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν τῶν τοιούτων.
私は自作の演説を顕示することに対して名誉を求めるような状態にはありませんし、あなたもすでにそのようなものを十分に聞き飽きていることを私は知っているからです。
πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι φανερόν, ὅτι τοῖς μὲν ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν πλείστοις τὴν αὑτοῦ δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι βουλομένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς πράξεις ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας.
これらに加えて、次のこともすべての人に明らかです。 すなわち、顕示を必要とする人々には祝祭が適しており、そこにおいてこそ自らの実力を最も多くの人々に広めることができますが、何かを成し遂げたいと望む人々は、言論によって示された行動を最も速やかに実行しようとするその人物と対話すべきであるということです。
εἰ μὲν οὖν μιᾷ τινι τῶν πόλεων εἰσηγούμην, πρὸς τοὺς ἐκείνης προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην·
それゆえ、もし私が特定の一個のポリスに提案していたのであれば、その都市の指導者たちに対して言論を行ったでしょう。
ἐπειδὴ δ’ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν, πρὸς τίν’ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύοντα τοῦ γένους καὶ μεγίστην ἔχοντα δύναμιν;
しかし、私はギリシア人の救済のために助言する準備をしているのですから、この民族の第一人者であり、最大の力を有している者以上に、誰と対話するのがふさわしいでしょうか。
καὶ μὴν οὐδ’ ἀκαίρως φανησόμεθα μεμνημένοι περὶ τούτων.
そして、私たちがこれらのことに言及するのが時宜を逸しているとは思われないでしょう。
ὅτε μὲν γὰρ Λακεδαιμόνιοι τὴν ἀρχὴν εἶχον, οὐ ῥᾴδιον ἦν ἐπιμεληθῆναί σοι τῶν περὶ τὸν τόπον τὸν ἡμέτερον, οὐδὲ τούτοις ἐναντία πράττειν ἄμα καὶ Καρχηδονίοις πολεμεῖν·
というのも、ラケダイモン人が覇権を握っていたときには、あなたが我々の地域の事柄に配慮することは容易ではなく、また、彼らに反対の行動をしながら同時にカルタゴ人と戦争をすることも容易ではなかったからです。
ἐπειδὴ δὲ Λακεδαιμόνιοι μὲν οὕτω πράττουσιν ὥστ’ ἀγαπᾶν, ἢν τὴν χώραν τὴν αὑτῶν ἔχωσιν, ἡ δ’ ἡμετέρα πόλις ἡδέως ἂν αὑτήν σοι παράσχοι συναγωνιζομένην, εἴ τι πράττοις ὑπὲρ τῆς Ἑλλάδος ἀγαθόν, πῶς ἂν παραπέσοι καλλίων καιρὸς τοῦ νῦν σοι παρόντος;
しかし今や、ラケダイモン人は自分たちの領土を保持できれば満足するような状態にあり、我がポリスは、あなたがギリシアのために何か良いことを行うならば、喜んであなたを助けて共に戦うでしょうから、今あなたに与えられているもの以上に素晴らしい好機がどうして訪れるでしょうか。
καὶ μὴ θαυμάσῃς, εἰ μήτε δημηγορῶν μήτε στρατηγῶν μήτ’ ἄλλως δυνάσης ὢν οὕτως ἐμβριθὲς αἴρομαι πρᾶγμα καὶ δυοῖν ἐπιχειρῶ τοῖν μεγίστοιν, ὑπέρ τε τῆς Ἑλλάδος λέγειν καὶ σοὶ συμβουλεύειν.
そして、私が民衆の前で演説する者でもなく、将軍でもなく、あるいはその他の権力者でもないのに、これほど重い事柄を引き受け、二つの最大のこと、すなわちギリシアのために語ることと、あなたに助言することとに着手しているからといって、驚かないでください。
ἐγὼ γὰρ τοῦ μὲν πράττειν τι τῶν κοινῶν εὐθὺς ἐξέστην, δι’ ἃς δὲ προφάσεις πολὺ ἂν ἔργον εἴη μοι λέγειν, τῆς δὲ παιδεύσεως τῆς τῶν μὲν μικρῶν καταφρονούσης, τῶν δὲ μεγάλωι ἐφικνεῖσθαι πειρωμένης οὐκ ἂν φανείην ἄμοιρος γεγενημένος.
というのも、私は公共の事柄を実践することからすぐに退きましたが(その理由を語ることは私にとって大仕事になるでしょう)、小事を軽んじ、大事に達しようと試みる教育を、私が分かち持っていないようには見えないはずだからです。
ὥστ’ οὐδὲν ἄτοπον, εἴ τι τῶν συμφερόντων ἰδεῖν ἂν μᾶλλον δυνηθείην τῶν εἰκῇ μὲν πολιτευομένων, μεγάλην δὲ δόξαν εἰληφότων δηλώσομεν δ’ οὐκ εἰς ἀναβολάς, εἴ τινος ἄξιοι τυγχάνομεν ὄντες, ἀλλ’ ἐκ τῶν ῥηθήσεσθαι μελλόντων
したがって、行き当たりばったりに国政に関与しながらも大きな名声を得ている人々よりも、私が何か有益なことを見通すことができるとしても、何ら奇妙なことではありません。 そして、私たちがいくらかでも価値のある者であるかどうかは、引き延ばすことなく、今から語ろうとすることそのものによって明らかにするでしょう。