Humanitext Reader

伊索克拉底 · 寄尼科克勒斯 §46-54

大众的娱乐倾向与君主对实用谏言的重视

第 6 段,共 6 段 · 希腊语

内容简介

作者指出人类天性追求享乐和竞技而非规劝,规劝君王不应同于大众,而应以实用性来评判事物与明智之人,并高度重视优秀的顾问。

§46ὥστε πῶς ἄν τις τοῖς τοιούτοις ἢ παραινῶν ἢ διδάσκων ἢ χρήσιμόν τι λέγων ἀρέσειεν;
因此,对于这样的人,无论是劝诫、教导还是说些有益的话,又怎能取悦他们呢?
οἳ πρὸς τοῖς εἰρημένοις φθονοῦσι μὲν τοῖς εὖ φρονοῦσιν, ἁπλοῦς δʼ ἡγοῦνται τοὺς νοῦν οὐκ ἔχοντας, οὕτω δὲ τὰς ἀληθείας τῶν πραγμάτων φεύγουσιν, ὥστʼ οὐδὲ τὰ σφέτερʼ αὐτῶν ἴσασιν, ἀλλὰ λυποῦνται μὲν περὶ τῶν ἰδίων λογιζόμενοι, χαίρουσι δὲ περὶ τῶν ἀλλοτρίων διαλεγόμενοι, βούλοιντο δʼ ἂν τῷ σώματι κακοπαθῆσαι μᾶλλον ἢ τῇ ψυχῇ πονῆσαι καὶ σκέψασθαι περί τινος τῶν ἀναγκαίων.
除了上述情况之外,他们嫉妒那些有智慧的人,却把没有头脑的人视为头脑简单;他们如此逃避事物的真相,以至于连自己的事情都不知道,反而为考虑私事而感到痛苦,却为谈论他人的事情而感到高兴;他们宁愿肉体受苦,也不愿劳累灵魂、去思考任何切身必要的事。
§47εὕροι δʼ ἄν τις αὐτοὺς ἐν μὲν ταῖς πρὸς ἀλλήλους συνουσίαις ἢ λοιδοροῦντας ἢ λοιδορουμένους, ἐν δὲ ταῖς ἐρημίαις οὐ βουλευομένους ἀλλʼ εὐχομένους.
人们会发现,他们在彼此交往时要么相互辱骂,要么被辱骂,而在独处时则不是在策划,而是在祈祷。
λέγω δʼ οὐ καθʼ ἁπάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς εἰρημένοις ὄντων.
但我指的并不是所有人,而是指那些犯有上述过错的人。
§48ἐκεῖνο δʼ οὖν φανερόν, ὅτι δεῖ τοὺς βουλομένους ἢ ποιεῖν ἢ γράφειν τι κεχαρισμένον τοῖς πολλοῖς μὴ τοὺς ὠφελιμωτάτους τῶν λόγων ζητεῖν, ἀλλὰ τοὺς μυθωδεστάτους· ἀκούοντες μὲν γὰρ τῶν τοιούτων χαίρουσι, θεωροῦντες δὲ τοὺς ἀγῶνας καὶ τὰς ἁμίλλας.
然而有一点是显而易见的:那些希望创作或撰写取悦大众之作的人,不应当寻找最实用的言论,而应当寻找最具神话色彩的言论;因为大众在听这些话时感到高兴,在观看竞技和角逐时也是如此。
διὸ καὶ τὴν Ὁμήρου ποίησιν καὶ τοὺς πρώτους εὑρόντας τραγῳδίαν ἄξιον θαυμάζειν, ὅτι κατιδόντες τὴν φύσιν τὴν τῶν ἀνθρώπων ἀμφοτέραις ταῖς ἰδέαις ταύταις κατεχρήσαντο πρὸς τὴν ποίησιν.
因此,荷马的诗歌以及最早发明悲剧的人都值得赞美,因为他们洞察了人类的天性,在诗歌创作中充分利用了这两种形式。
§49ὁ μὲν γὰρ τοὺς ἀγῶνας καὶ τοὺς πολέμους τοὺς τῶν ἡμιθέων ἐμυθολόγησεν, οἱ δὲ τοὺς μύθους εἰς ἀγῶνας καὶ πράξεις κατέστησαν, ὥστε μὴ μόνον ἀκουστοὺς ἡμῖν ἀλλὰ καὶ θεατοὺς γενέσθαι.
因为前者把半神们的竞技和战争编成神话,而后者则将神话转化为竞技和行动,使它们不仅能被我们听到,还能被我们看到。
τοιούτων οὖν παραδειγμάτων ὑπαρχόντων, δέδεικται τοῖς ἐπιθυμοῦσι τοὺς ἀκροωμένους ψυχαγωγεῖν, ὅτι τοῦ μὲν νουθετεῖν καὶ συμβουλεύειν βουλεύειν ἀφεκτέον, τὰ δὲ τοιαῦτα λεκτέον οἷς ὁρῶσι τοὺς ὄχλους μάλιστα χαίροντας.
既然有这样的先例,这就向那些渴望吸引听众的人证明了:他们必须避免规劝和建议,而必须说些他们看到大众最喜欢听的话。
§50ταῦτα δὲ διῆλθον ἡγούμενος σὲ δεῖν, τὸν οὐχ ἕνα τῶν πολλῶν ἀλλὰ πολλῶν βασιλεύοντα, μὴ τὴν αὐτὴν γνώμην ἔχειν τοῖς ἄλλοις, μηδὲ τὰ σπουδαῖα τῶν πραγμάτων μηδὲ τοὺς εὖ φρονοῦντας τῶν ἀνθρώπων ταῖς ἡδοναῖς κρίνειν, ἀλλʼ ἐπὶ τῶν πράξεων τῶν χρησίμων αὐτοὺς δοκιμάζειν, §51ἄλλως τʼ ἐπειδὴ περὶ μὲν τῶν γυμνασίων τῶν τῆς ψυχῆς ἀμφισβητοῦσιν οἱ περὶ τὴν φιλοσοφίαν ὄντες, καί φασιν οἱ μὲν διὰ τῶν ἐριστικῶν λόγων οἱ δὲ διὰ τῶν πολιτικῶν οἱ δὲ διʼ ἄλλων τινῶν φρονιμωτέρους ἔσεσθαι τοὺς αὐτοῖς πλησιάζοντας, ἐκεῖνο δὲ πάντες ὁμολογοῦσιν, ὅτι δεῖ τὸν καλῶς πεπαιδευμένον ἐξ ἑκάστου τούτων φαίνεσθαι βουλεύεσθαι δυνάμενον.
我详细阐述这些,是因为我认为你作为一个统治着众多人而非大众之一的君王,不应当与他人持有相同的看法,也不应当用享乐来评判重大的事务或明智的人,而应当在有益的行动中去考验他们,尤其是因为那些从事哲学的人正在为灵魂的锻炼而争论不休,有人说通过辩论性言论,有人说通过政治性言论,还有人说通过其他途径,亲近他们的人会变得更有智慧;但这一点是所有人都同意的:受过良好教育的人必须显得能够因其中的每一种训练而做出良好的谋划。
§52χρὴ τοίνυν ἀφέμενον τῶν ἀμφισβητουμένων ἐπὶ τοῦ συνομολογουμένου λαμβάνειν αὐτῶν τὸν ἔλεγχον, καὶ μάλιστα μὲν ἐπὶ τῶν καιρῶν θεωρεῖν συμβουλεύοντας, εἰ δὲ μή, καὶ καθʼ ὅλων τῶν πραγμάτων λέγοντας.
因此,应该抛开有争议的分歧,在达成共识的事情上对他们进行检验,并且最要在关键时刻观察他们的建言,如果做不到,也要在他们谈论事务全局时予以观察。
καὶ τοὺς μὲν μηδὲν γιγνώσκοντας τῶν δεόντων ἀποδοκίμαζε (δῆλον γὰρ ὡς ὁ μηδὲν ὢν αὐτὸς χρήσιμος οὐδʼ ἄν ἄλλον φρόνιμον ποιήσειεν), §53τοὺς δὲ νοῦν ἔχοντας καὶ δυναμένους ὁρᾶν πλέον τι τῶν ἄλλων περὶ πολλοῦ ποιοῦ καὶ θεράπευε, γιγνώσκων ὅτι σύμβουλος ἀγαθὸς χρησιμώτατον καὶ τυραννικώτατον ἁπάντων τῶν κτημάτων ἐστίν.
要拒绝那些对必要之事一无所知的人(因为显然,一个自身毫无用处的人也不可能让别人变得聪明);而对于那些有头脑、能够比他人看得更远的人,则要高度重视并加以优待,因为你要知道,一个好的顾问是所有资产中最实用、最符合统治者身份的。
ἡγοῦ δὲ τούτους μεγίστην σοι ποιεῖν τὴν βασιλείαν, οἵ τινες ἂν τὴν διάνοιαν τὴν σὴν πλεῖστʼ ὠφελῆσαι δυνηθῶσιν.
要认为,那些能够对你的心智给予最大帮助的人,正在为你造就最伟大的王国。
§54ἐγὼ μὲν οὖν ἅ τε γιγνώσκω παρῄνεκα, καὶ τιμῶ σε τούτοις οἷς τυγχάνω δυνάμενος· βούλου δὲ καὶ τοὺς ἄλλους, ὅπερ εἶπον ἀρχόμενος, μὴ τὰς εἰθισμένας ἄγειν σοι δωρεάς, ἃς ὑμεῖς πολὺ πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων, ἀλλὰ τοιαύτας, αἷς κἂν σφόδρα χρῇ καὶ μηδεμίαν ἡμέραν διαλείπῃς, οὐ κατατρίψεις, ἀλλὰ μείζους καὶ πλείονος ἀξίας ποιήσεις.
总之,就我而言,我已经把我所知道的奉劝了你,并用我恰好能做到的这些来向你表示敬意;你也当期望别人——正如我在开始时所说的那样——不要送给你那些常规的礼物(你们从赠送者那里购买这些礼物的代价,比从销售者那里要高得多),而要送给你这样的礼物:即使你频繁使用、一日也不间断,也绝不会磨损,反而会让它们变得更大、更有价值。

词汇与语法注释

  1. §46βούλοιντο δʼ ἂν τῷ σώματι κακοπαθῆσαι μᾶλλον ἢ τῇ ψυχῇ πονῆσαι — 带有 ἄν 的希求法 βούλοιντο ἂν 表示潜在(可能性或委婉语气,“宁愿”)。比较结构 μᾶλλον ἤ(宁愿……而不愿……)将不定式 κακοπαθῆσαι(带有表示关系或方面的与格 τῷ σώματι)与 πονῆσαι(带有与格 τῇ ψυχῇ)进行对仗连接。
  2. §48ἀκούοντες μὲν γὰρ τῶν τοιούτων χαίρουσι, θεωροῦντες δὲ τοὺς ἀγῶνας — 分词 ἀκούοντες 和 θεωροῦντες 均作状语,表示原因或方式。需注意支配格的不同:动词 ἀκούω 要求属格(τῶν τοιούτων,听觉的对象),而 θεωρέω 则直接支配宾格(τοὺς ἀγῶνας,观看的对象),两者形成了并列和对比。
  3. §51ἐκεῖνο δὲ πάντες ὁμολογοῦσιν, ὅτι δεῖ τὸν καλῶς πεπαιδευμένον ἐξ ἑκάστου τούτων φαίνεσθαι βουλεύεσθαι δυνάμενον — 指示代词 ἐκεῖνο 作为 ὁμολογοῦσιν 的宾语,对后文的 ὅτι 从句起到了先行(prolepsis)指引作用。在 ὅ提 从句中,无人称动词 δεῖ 支配着带对格主语 τὸν καλῶς πεπαιδευμένον 的不定式 φαίνεσθαι。而分词 δυνάμενον(对格,与不定式的主语一致)作为 φαίνεσθαι 的补充性分词,进而支配着不定式 βουλεύεσθαι,形成了双重嵌套结构。
  4. §54πολὺ πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων — 属格 πλείονος 是表示价格或价值的属格,而中性与格 πολύ 作为表示程度差异的状语来修饰比较级。这一反讽性表达(“你们从赠送者那里购买的代价,比从销售者那里要高得多”)在语法上强调了礼物往往伴随着更重的隐性代价或义务。

引用这一段

伊索克拉底, 寄尼科克勒斯 §46-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg013.humanitext-grc2:46-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。