§1εἰ πάντες ἤθελον οἱ παιδεύειν ἐπιχειροῦντες ἀληθῆ λέγειν, καὶ μὴ μείζους ποιεῖσθαι τὰς ὑποσχέσεις ὧν ἔμελλον ἐπιτελεῖν, οὐκ ἂν κακῶς ἤκουον ὑπὸ τῶν ἰδιωτῶν·
もし教育を試みるすべての者たちが、真実を語り、自分が実行しようとする以上の約束をしないことを望んでいたならば、彼らが一般の人々から悪く言われることはなかっただろう。
νῦν δʼ οἱ τολμῶντες λίαν ἀπερισκέπτως ἀλαζονεύεσθαι πεποιήκασιν ὥστε δοκεῖν ἄμεινον βουλεύεσθαι τοὺς ῥᾳθυμεῖν αἱρουμένους τῶν περὶ τὴν φιλοσοφίαν διατριβόντων.
しかし現実には、あまりにも無分別に大言壮語する不届き者たちのせいで、怠惰を選択する人々のほうが、哲学に携わっている人々よりも賢明に考えているかのように思われるという結果を招いてしまった。
τίς γὰρ οὐκ ἃν μισήσειεν ἅμα καὶ καταφρονήσειε πρῶτον μὲν τῶν περὶ τὰς ἔριδας διατριβόντων, οἳ προσποιοῦνται μὲν τὴν ἀλήθειαν ζητεῖν, εὐθὺς δʼ ἐν ἀρχῇ τῶν ἐπαγγελμάτων ψευδῆ λέγειν ἐπιχειροῦσιν;
なぜなら、まず第一に、論争の探究に携わり、真実を求めているふりをしながら、公約の最初からいきなり嘘を言おうと試みる者たちを、誰が憎み、同時に軽蔑せずにいられようか。
§2οἶμαι γὰρ ἅπασιν εἶναι φανερὸν ὅτι τὰ μέλλοντα προγιγνώσκειν οὐ τῆς ἡμετέρας φύσεώς ἐστιν, ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως, ὥσθʼ Ὅμηρος ὁ μεγίστην ἐπὶ σοφίᾳ δόξαν εἰληφὼς καὶ τοὺς θεοὺς πεποίηκεν ἔστιν ὅτε βουλευομένους ὑπὲρ αὐτῶν, οὐ τὴν ἐκείνων γνώμην εἰδώς, ἀλλʼ ἡμῖν ἐνδείξασθαι βουλόμενος ὅτι τοῖς ἀνθρώποις ἓν τοῦτο τῶν ἀδυνάτων ἐστίν.
というのも、未来のことをあらかじめ知ることは私たちの本性に属することではないということは、すべての人にとって明白であると私は思うからだ。 むしろ、私たちはこの種の知恵からあまりにもかけ離れているので、知恵において最大の誉れを得ているホメロスでさえ、神々が時として未来のことについて熟慮しているように描いているほどである。 これは、神々の意向を知っているからではなく、人間にとってこれこそが不可能なことの一つであることを、私たちに差し示そうと望んだからである。
§3οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν, ὥστε πειρῶνται πείθειν τοὺς νεωτέρους ὡς, ἢν αὐτοῖς πλησιάζωσιν, ἅ τε πρακτέον ἐστὶν εἴσονται καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες γενήσονται.
それゆえに、この者たちはこれほどの大胆さにまで達しており、若い人々に対して、もし自分たちに弟子入りするならば、なすべきことを知るようになり、この知識によって幸福になるだろうと説得しようと試みている。
καὶ τηλικούτων ἀγαθῶν αὑτοὺς διδασκάλους καὶ κυρίους καταστήσαντες, οὐκ αἰσχύνονται τρεῖς ἢ τέτταρας μνᾶς ὑπὲρ τούτων αἰτοῦντες.
そして、これほど偉大な善きものの教師であり支配者として自分たちを据えておきながら、その代償として三ないし四ムナを要求することを恥じないのだ。
§4ἀλλʼ εἰ μέν τι τῶν ἄλλων κτημάτων πολλοστοῦ μέρους τῆς ἀξίας ἐπώλουν, οὐκ ἂν ἠμφεσβήτησαν ὡς εὖ φρονοῦντες τυγχάνουσι, σύμπασαν δὲ τὴν ἀρετὴν καὶ τὴν εὐδαιμονίαν οὕτως ὀλίγου τιμῶντες, ὡς νοῦν ἔχοντες διδάσκαλοι τῶν ἄλλων ἀξιοῦσι γίγνεσθαι.
しかし、もし彼らが他の財産のどれかを、その価値の何分の一かで売っていたとしたら、彼らが現に思慮深い者たちであることに、誰も異議を唱えなかっただろう。 ところが、徳と幸福の全体をこれほど安く見積もっておきながら、自分たちは理性を備えた他人の教師になる資格があると考えている。
καὶ λέγουσι μὲν ὡς οὐδὲν δέονται χρημάτων, ἀργυρίδιον καὶ χρυσίδιον τὸν πλοῦτον ἀποκαλοῦντες, μικροῦ δὲ κέρδους ὀρεγόμενοι μόνον οὐκ ἀθανάτους ὑπισχνοῦνται τοὺς συνόντας ποιήσειν.
そして、富を「はした金」と呼び捨てにしながら、自分たちはお金を必要としていないと言い、その一方でわずかな利益を熱望し、自分たちの弟子たちをほとんど不死にするかのような約束をしているのだ。
§5ὃ δὲ πάντων καταγελαστότατον, ὅτι παρὰ μὲν ὧν δεῖ λαβεῖν αὐτούς, τούτοις μὲν ἀπιστοῦσιν, οἷς μέλλουσι τὴν δικαιοσύνην παραδώσειν, ὧν δʼ οὐδεπώποτε διδάσκαλοι γεγόνασι, παρὰ τούτοις τὰ παρὰ τῶν μαθητῶν μεσεγγυοῦνται, πρὸς μὲν τὴν ἀσφάλειαν εὖ βουλευόμενοι, τῷ δʼ ἐπαγγέλματι τἀναντία πράττοντες.
しかし、すべてのうちで最も滑稽なのは次のことである。 すなわち、彼らが受け取るべき相手であり、自分たちが正義を授けようとしている当の弟子たちを信用せず、自分たちが一度も教師になったことのない第三者のもとに、弟子たちからの謝礼金を預託させるということだ。 彼らは自分たちの安全についてはうまく計らっているが、自分たちの公約とは正反対のことを行っているのである。
§6τοὺς μὲν γὰρ ἄλλο τι παιδεύοντας προσήκει διακριβοῦσθαι περὶ τῶν διαφερόντων, οὐδὲν γὰρ κωλύει τοὺς περὶ ἕτερα δεινοὺς γενομένους μὴ χρηστοὺς εἶναι περὶ τὰ συμβόλαια·
なぜなら、他の何かを教えている人々にとっては、金銭上の取引について厳密に取り決めることがふさわしいからだ。 なぜなら、他のことで優秀になった人々が、契約において不誠実であることを妨げるものは何もないからである。
τοὺς δὲ τὴν ἀρετὴν καὶ τὴν σωφροσύνην ἐνεργαζομένους πῶς οὐκ ἄλογόν ἐστι μὴ τοῖς μαθηταῖς μάλιστα πιστεύειν;
しかし、徳と節制を植え付ける人々が、弟子たちを最も信頼しないなどということが、どうして不合理でないだろうか。
οὐ γὰρ δή που περὶ τοὺς ἄλλους ὄντες καλοὶ κἀγαθοὶ καὶ δίκαιοι περὶ τούτους ἐξαμαρτήσονται, διʼ οὓς τοιοῦτοι γεγόνασιν.
他の人々に対して美しく善く、かつ義しくある人々が、自分たちをそのような者にしてくれた教師たちに対して過ちを犯すことなど、決してないはずだからだ。
§7ἐπειδὰν οὖν τῶν ἰδιωτῶν τινες, ἅπαντα ταῦτα συλλογισάμενοι, κατίδωσι τοὺς τὴν σοφίαν διδάσκοντας καὶ τὴν εὐδαιμονίαν παραδιδόντας αὐτούς τε πολλῶν δεομένους καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους, καὶ τὰς ἐναντιώσεις ἐπὶ μὲν τῶν λόγων τηροῦντας, ἐπὶ δὲ τῶν ἔργων μὴ καθορῶντας, ἔτι δὲ περὶ μὲν τῶν μελλόντων εἰδέναι προσποιουμένους,
それゆえに、一般の人々のうちのある者たちが、これらすべてを考慮した上で、知恵を教え幸福を授ける者たち自身が多くのものを必要としており、弟子たちからはわずかな額しか取り立てないこと、また、言葉の上での矛盾には目を光らせるが、実際の行動における矛盾には気づかないこと、さらに、未来のことについては知っているふりをしながら、現在の目の前のことについては、なすべきことを何一つ語ることも助言することもできず、むしろ、確実な知識を持っていると公言する人々よりも、思い込みや意見に従う人々のほうが、意見が一致しており、より多くの成功を収めていることを見るに及んで、当然のことながら、私は人々が彼らを見下すのだと思う。
§8περὶ δὲ τῶν παρόντων μηδὲν τῶν δεόντων μήτʼ εἰπεῖν μήτε συμβουλεῦσαι δυναμένους, ἀλλὰ μᾶλλον ὁμονοοῦντας καὶ πλείω κατορθοῦντας τοὺς ταῖς δόξαις χρωμένους ἢ τοὺς τὴν ἐπιστήμην ἔχειν ἐπαγγελλομένους, εἰκότως οἶμαι καταφρονοῦσι, καὶ νομίζουσιν ἀδολεσχίαν καὶ μικρολογίαν ἀλλʼ οὐ τῆς ψυχῆς ἐπιμέλειαν εἶναι τὰς τοιαύτας διατριβάς.
そして、そのような営みは、魂への配慮ではなく、無駄話や細事への拘泥であると考えるのである。