§35ἆρʼ ἂν ἐκείνως ἄμεινον ἔπραξεν, εἰ μήτε τῆς μητρὸς τὸν ἐπιμελησόμενον κατέστησε, μήτʼ ἐμοῦ μηδεμίαν μνείαν ἐποιήσατο, τὴν δʼ ἀδελφὴν ἐπὶ τῇ τύχῃ κατέλιπε, καὶ τὸν οἶκον ἀνώνυμον τὸν αὑτοῦ περιεῖδε γενόμενον;
如果他既没有安排人照顾母亲,也没有对我作任何提及,而是让妹妹听凭命运摆布,并眼睁睁地看着自己的家族绝嗣无名,难道他用那种方式能把事情办得更好吗?
§36ἀλλὰ γὰρ ἴσως ἀνάξιος ἦν υἱὸς εἰσποιηθῆναι Θρασυλόχῳ καὶ λαβεῖν αὐτοῦ τὴν ἀδελφήν.
但也许,我本不配被特拉叙洛科斯收为养子并娶他的妹妹。
ἀλλὰ πάντες ἂν μαρτυρήσειαν Σίφνιοι τοὺς προγόνους τοὺς ἐμοὺς καὶ γένει καὶ πλούτῳ καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασι πρώτους εἶναι τῶν πολιτῶν.
然而,所有的锡夫诺斯人都会证明,我的先祖在出身、财富、名望以及其他所有方面,都是公民中的第一流人物。
τίνες γὰρ ἢ μειζόνων ἀρχῶν ἠξιώθησαν ἢ πλείω χρήματʼ εἰσήνεγκαν ἢ κάλλιον ἐχορήγησαν ἢ μεγαλοπρεπέστερον τὰς ἄλλας λῃτουργίας ἐλῃτούργησαν;
因为,还有谁比他们配得上更重要的官职,或缴纳了更多的资金,或更体面地担任了合唱队主持,或更壮丽地履行了其他的公共服务呢?
ἐκ ποίας δʼ οἰκίας τῶν ἐν Σίφνῳ πλείους βασιλεῖς γεγόνασιν;
在锡夫诺斯的各大家族中,又有哪一家出过更多的王呢?
§37ὥστε Θρασύλοχός τʼ εἰ καὶ μηδὲ πώποτʼ αὐτῷ διελέχθην, εἰκότως ἂν ἠβουλήθη μοι διὰ ταῦτα δοῦναι τὴν ἀδελφήν, ἐγώ τʼ εἰ καὶ μηδέν μοι τούτων ὑπῆρχεν, ἀλλὰ φαυλότατος ἦν τῶν πολιτῶν, δικαίως ἂν παρʼ αὐτοῦ διὰ τὰς εὐεργεσίας τὰς εἰς ἐκεῖνον τῶν μεγίστων ἠξιώθην.
因此,即使我从未与特拉叙洛科斯交谈过一次,他也理所当然会因为这些原因而愿意把妹妹嫁给我;而对我来说,即使我没有任何这些优势,而是公民中最卑微的人,由于我对他所施的恩惠,我也理当从他那里获得最大的回报。
§38οἶμαι τοίνυν αὐτὸν καὶ Σωπόλιδι τἀδελφῷ μάλιστα κεχαρίσθαι ταῦτα διαθέμενον.
因此,我认为他做出这样的遗嘱安排,也是极大地取悦了他的弟弟索波利斯。
καὶ γὰρ ἐκεῖνος ταύτην μὲν ἐμίσει καὶ κακόνουν τοῖς αὑτοῦ πράγμασιν ἡγεῖτο, ἐμὲ δὲ περὶ πλείστου τῶν αὑτοῦ φίλων ἐποιεῖτο.
因为索波利斯憎恨这个女人,认为她对自己的事务怀有恶意,却把我视为他朋友中最器重的一位。
ἐδήλωσε δʼ ἐν ἄλλοις τε πολλοῖς καὶ ὅτʼ ἔδοξε τοῖς συμφυγάσιν ἐπιχειρεῖν τῇ πόλει μετὰ τῶν ἐπικούρων.
他在其他许多场合,特别是在流亡者们决定带领佣兵袭击城市的时候,表明了这一点。
αἱρεθεὶς γὰρ ἄρχειν αὐτοκράτωρ ἐμὲ καὶ γραμματέα προσείλετο καὶ τῶν χρημάτων ταμίαν ἁπάντων κατέστησε, καὶ ὅτʼ ἠμέλλομεν κινδυνεύειν, αὐτὸς αὑτῷ με παρετάξατο.
因为在被选为全权指挥官后,他选我担任他的书记,并任命我为所有资金的保管人,当我们要面临危险时,他把我部署在自己的身边。
§39καὶ σκέψασθʼ ὡς σφόδρʼ αὐτῷ συνήνεγκεν·
请看这对他有多么大的帮助。
δυστυχησάντων γὰρ ἡμῶν ἐν τῇ προσβολῇ τῇ πρὸς τὴν πόλιν καὶ τῆς ἀναχωρήσεως οὐχ οἵας ἠβουλόμεθα γενομένης, τετρωμένον αὐτὸν καὶ βαδίζειν οὐ δυνάμενον ἀλλʼ ὀλιγοψυχοῦντα ἀπεκόμισʼ ἐπὶ τὸ πλοῖον μετὰ τοῦ θεράποντος τοὐμαυτοῦ, φέρων ἐπὶ τῶν ὤμων, ὥστʼ ἐκεῖνον πολλάκις καὶ πρὸς πολλοὺς εἰπεῖν ὅτι μόνος ἀνθρώπων αἴτιος εἴην αὑτῷ τῆς σωτηρίας.
因为当我们在对城市的袭击中失利,撤退也没有如我们所愿的那样进行时,他受伤且无法行走,甚至快要昏厥,我便和我的仆人一起,用肩膀把他扛到了船上,以至于他经常对许多人说,在所有人中,我是他得以生还的唯一功臣。
§40καίτοι τίς ἂν μείζων ταύτης εὐεργεσία γένοιτο;
然而,还有比这更大的恩德吗?
ἐπειδὴ τοίνυν εἰς Λυκίαν ἐκπλεύσας ἀπέθανεν, αὕτη μὲν οὐ πολλαῖς ἡμέραις ὕστερον μετὰ τὴν ἀγγελίαν ἔθυε καὶ ἑώρταζε καὶ οὐδὲ τὸν ἀδελφὸν ᾐσχύνετο τὸν ἔτι ζῶντα, οὕτως ὀλίγον φροντίζουσα τοῦ τεθνεῶτος, ἐγὼ δʼ ἐπένθησʼ αὐτόν, ὥσπερ τοὺς οἰκείους νόμος ἐστίν.
因此,当他乘船前往吕基亚并死在那里时,这个女人在消息传来后没过几天就在举行祭祀和庆祝节日,甚至在还活着的另一个兄弟面前也毫无羞耻之感,她是如此不把死者放在心上;而我则按照对待亲属的习俗为他服丧。
§41καὶ ταῦτα πάντʼ ἐποίουν διὰ τὸν τρόπον τὸν ἐμαυτοῦ καὶ τὴν φιλίαν τὴν πρὸς ἐκείνους ἀλλʼ οὐ ταυτησὶ τῆς δίκης ἕνεκα· οὐ γὰρ ᾤμην αὐτοὺς οὕτω δυστυχήσειν ὥστʼ ἄπαιδας ἀμφοτέρους τελευτήσαντας εἰς ἔλεγχον καταστήσειν, ὁποῖός τις ἕκαστος ἡμῶν περὶ αὐτοὺς ἐγένετο.
我做这一切都是因为我自己的品格以及对他们的友谊,而不是为了这场官司;因为我没有料到他们会遭遇如此不幸,以至于两人都无子而终,从而使我们每个人对他们的态度接受检验。
§42πρὸς μὲν οὖν Θρασύλοχόν τε καὶ Σώπολιν ὡς αὕτη τε κἀγὼ διεκείμεθα, σχεδὸν ἀκηκόατε·
因此,她和我对特拉叙洛科斯和索波利斯的态度,你们大体上已经听到了。
τρέψονται δʼ ἴσως ἐπʼ ἐκεῖνον τὸν λόγον ὅσπερ αὐτοῖς λοιπός ἐστιν, ὡς Θράσυλλος ὁ πατὴρ ὁ ταύτης ἡγοῖτʼ ἂν δεινὰ πάσχειν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τεθνεῶσι περὶ τῶν ἐνθάδε γιγνομένων, ὁρῶν τὴν μὲν θυγατέρʼ ἀποστερουμένην τῶν χρημάτων, ἐμὲ δὲ κληρονόμον ὧν αὐτὸς ἐκτήσατο γιγνόμενον.
但他们或许会转向那唯一留给他们的论点:如果死者对这里发生的事情有任何知觉的话,她的父亲特拉叙洛斯如果看到自己的女儿被剥夺了财产,而我成为他自己所获得的财产的继承人,他会感到极度痛苦。
ἐγὼ δʼ ἡγοῦμαι μὲν οὐ περὶ τῶν πάλαι τεθνεώτων, §43ἀλλὰ περὶ τῶν ἔναγχος τὸν κλῆρον καταλιπόντων προσήκειν ἡμῖν τοὺς λόγους ποιεῖσθαι.
但我认为,我们不应该围绕很久以前去世的人,而应当围绕最近留下遗产的死者来展开我们的论述。
Θράσυλλος μὲν γάρ, οὕσπερ ἠβούλετο, τούτους κυρίους τῶν αὑτοῦ κατέλιπεν· δίκαιον δὲ καὶ Θρασυλόχῳ ταὐτὰ ταῦτʼ ἀποδοθῆναι παρʼ ὑμῶν, καὶ γενέσθαι διαδόχους τῆς κληρονομίας μὴ ταύτην, ἀλλʼ οἷς ἐκεῖνος διέθετο·
因为特拉叙洛斯已经让他所希望的人成为了自己财产的主人;因此,你们理应将同样的权利也赋予特拉叙洛科斯,让他在遗嘱中指定的人继承遗产,而不是这个女人。
οὐ μέντʼ ἄν μοι δοκῶ φυγεῖν οὐδὲ τὴν Θρασύλλου γνώμην.
然而,我认为我也不会逃避特拉叙洛斯的意愿。