- 底本
- Isocrates, Vol. 3. Van Hook, Larue, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1945 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg006.humanitext-grc2:20-26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
語り手は、亡命の混乱の中でトラシュロコスの家族と財産を救出し、彼の懇願に従ってトロイゼンへ赴いた結果、自らの母と妹を失う悲劇に見舞われたことを語る。さらに、トラシュロコスの闘病生活において、親族や奴隷が見放す中で、自分が最期まで献身的に看病し続けたことを主張する。
μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστʼ ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδʼ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην,1 ἀλλʼ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δʼ ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισʼ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν οὐσίαν ἅπασαν. καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν προσήκει ἢ τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα;
これらの出来事ののち、私たちがその都市から逃亡することになった際、そこには一部の者が自分自身の家族や財産すら顧みないほどの大きな混乱と恐怖があったのですが、私はこのような災厄の中にあっても、自分自身の家族を救い出すことができればそれで満足だとは思いませんでした。そうではなく、ソーポリスが海外におり、彼自身が病に伏していることを知っていたので、彼と一緒にその母親、姉妹、そして全財産を一緒に救い出しました。それにしても、当時それを共に救い出し、今や正当な権利者たちからそれを受け取った私以上に、誰がそれを所有するのがふさわしいでしょうか。
τὰ μὲν τοίνυν εἰρημένʼ ἐστὶν ἐν οἷς ἐκινδύνευσα μὲν, φλαῦρον δʼ οὐδὲν ἀπέλαυσα· ἔχω δὲ καὶ τοιαῦτʼ εἰπεῖν, ἐξ ὧν ἐκείνῳ χαριζόμενος αὐτὸς ταῖς μεγίσταις συμφοραῖς περιέπεσον. ἐπειδὴ γὰρ ἤλθομεν εἰς Μῆλον, αἰσθόμενος, ὅτι μέλλοιμεν αὐτοῦ καταμένειν, ἐδεῖτό μου συμπλεῖν εἰς Τροιζῆνα καὶ μηδαμῶς αὐτὸν ἀπολιπεῖν, λέγων τὴν ἀρρωστίαν τοῦ σώματος καὶ τὸ πλῆθος τῶν ἐχθρῶν, καὶ ὅτι χωρὶς ἐμοῦ γενόμενος οὐδὲν ἕξοι χρῆσθαι τοῖς αὑτοῦ πράγμασιν.
さて、これまで述べたことは、私が危険を冒したものの、何ら不利益を被らなかった出来事です。しかし、私は彼に恩恵を施そうとしたために、私自身が最大の災難に見舞われることになった、そのような出来事についても語ることができます。というのも、私たちがメロス島に到着したとき、私たちがそこに留まるつもりであることを彼が知ると、トロイゼンへ一緒に船で行ってほしい、決して自分を置いていかないでほしいと私に懇願しました。自らの体の病弱さと敵の多さを訴え、また、私と離れてしまえば、自分の用事を処理することが全くできなくなるだろうと言って懇願したのです。
φοβουμένης δὲ τῆς μητρός, ὅτι τὸ χωρίον ἐπυνθάνετο νοσῶδες εἶναι, καὶ τῶν ξένων συμβουλευόντων αὐτοῦ μένειν, ὅμως ἔδοξεν ἡμῖν ἐκείνῳ χαριστέον εἶναι. καὶ μετὰ ταῦτʼ οὐκ ἔφθημεν εἰς Τροιζῆνʼ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν,2 ἐξ ὧν αὐτὸς μὲν παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, ἀδελφὴν δὲ κόρην τετρακαιδεκέτιν γεγονυῖαν ἐντὸς τριάκονθʼ ἡμερῶν κατέθαψα, τὴν δὲ μητέρʼ οὐδὲ πένθʼ ἡμέραις ἐκείνης ὕστερον. καίτοι τίνʼ οἴεσθέ με γνώμην ἔχειν τοσαύτης μοι μεταβολῆς τοῦ βίου γεγενημένης;
私の母は、その土地が疫病の多い場所であると聞いていたために恐れており、また、現地の友人たちがそこに留まるよう勧めていたにもかかわらず、それでも私たちは彼の意に沿うべきだと決断しました。そしてそののち、私たちがトロイゼンに到着するかしないかのうちに、次のような病気にかかりました。その病気のために、私自身は死ぬ一歩手前まで行き、14歳になったばかりの妹を30日以内に埋葬し、母をそののち5日もしないうちに埋葬しました。それにしても、人生にこれほど大きな転変が起こったとき、私の心境がどのようなものであったとあなた方は思われますか。
ὃς τὸν μὲν ἄλλον χρόνον ἀπαθὴς ἦν κακῶν, νεωστὶ δʼ ἐπειρώμην φυγῆς καὶ τοῦ παρʼ ἑτέροις μὲν μετοικεῖν, στέρεσθαι δὲ τῶν ἐμαυτοῦ, πρὸς δὲ τούτοις ὁρῶν τὴν μητέρα τὴν αὑτοῦ3 καὶ τὴν ἀδελφὴν ἐκ μὲν τῆς πατρίδος ἐκπεπτωκυίας, ἐπὶ δὲ ξένης καὶ παρʼ ἀλλοτρίοις τὸν βίον τελευτώσας. ὥστʼ οὐδεὶς ἄν μοι δικαίως φθονήσειεν, εἴ τι τῶν Θρασυλόχου πραγμάτων ἀγαθὸν ἀπολέλαυκα· καὶ γὰρ ἵνα χαρισαίμην ἐκείνῳ, κατοικισάμενος ἐν Τροιζῆνι τοιαύταις ἐχρησάμην συμφοραῖς, ὧν οὐδέποτʼ ἂν ἐπιλαθέσθαι δυνηθείην.
私は、それまでは不幸を経験したことがなかったのに、最近になって追放を経験し、他国に寄留者として暮らし、自分の財産を奪われることを経験し、その上、私自身の母親と妹が、祖国から追放されたあげく、異郷の地で他人に囲まれながら生涯を終えるのを目にすることになったのですから。ですから、私がトラシュロコスの財産から何らかの恩恵を被ったとしても、誰も私を正当に妬むことはできないでしょう。というのも、彼に恩恵を施そうとするあまり、トロイゼンに居を定めたことで、私は決して忘れることのできないほどの災難に見舞われたからです。
καὶ μὴν οὐδὲ τοῦθʼ ἕξουσιν εἰπεῖν ὡς εὖ μὲν πράττοντος Θρασυλόχου πάντα ταῦθʼ ὑπέμενον, δυστυχήσαντα δʼ αὐτὸν ἀπέλιπον· ἐν αὐτοῖς γὰρ τούτοις ἔτι σαφέστερον καὶ μᾶλλον ἐνεπεδειξάμην τὴν εὔνοιαν ἣν εἶχον εἰς ἐκεῖνον. ἐπειδὴ γὰρ εἰς Αἴγιναν κατοικισάμενος ἠσθένησε ταύτην τὴν νόσον ἐξ ἧσπερ ἀπέθανεν, οὕτως αὐτὸν ἐθεράπευσα ὡς οὐκ οἶδʼ ὅστις πώποθʼ ἕτερος ἕτερον, τὸν μὲν πλεῖστον τοῦ χρόνου πονηρῶς μὲν ἔχοντα, περιιέναι δʼ ἔτι δυνάμενον, ἓξ μῆνας δὲ συνεχῶς ἐν τῇ κλίνῃ κείμενον.
さらに、彼らは、トラシュロコスが順境にあるときにはこれらすべてを耐え忍び、彼が逆境に陥ったときには彼を見捨てた、と言うこともできないでしょう。というのも、まさにその逆境においてこそ、私は彼に対して抱いていた好意をより明白に、かつ一層強く示したからです。実際、彼がアイギナに居を定めたのちに、まさに彼が亡くなる原因となったあの病にかかったとき、私は、他の誰がかつて他者を看病したことがあろうかと思われるほどに、彼を看病しました。彼は大部分の期間、体調を崩しながらもまだ歩き回ることができましたが、6ヶ月間は絶え間なくベッドに伏せっていました。
καὶ τούτων τῶν ταλαιπωριῶν οὐδεὶς τῶν συγγενῶν μετασχεῖν ἠξίωσεν, ἀλλʼ οὐδʼ ἐπισκεψόμενος ἀφίκετο πλὴν τῆς μητρὸς καὶ τῆς ἀδελφῆς, αἳ πλέον θάτερον ἐποίησαν·4 ἀσθενοῦσαι γὰρ ἦλθον ἐκ Τροιζῆνος, ὥστʼ αὐταὶ θεραπείας ἐδέοντο. ἀλλʼ ὅμως ἐγώ, τοιούτων τῶν ἄλλων περὶ αὐτὸν γεγενημένων, οὐκ ἀπεῖπον οὐδʼ ἀπέστην ἀλλʼ ἐνοσήλευον αὐτὸν μετὰ παιδὸς ἑνός·
そして、親族の誰もこれらの苦労を分かち合おうとはせず、見舞いにさえ来ませんでした。ただし、彼の母親と姉妹だけは来ましたが、彼女たちはむしろ事態を悪化させました。というのも、彼女たちはトロイゼンから病を患ってやって来たため、彼女たち自身が看病を必要としていたからです。それにもかかわらず、彼の周囲の状況がこのようであった中で、私は根をあげることも離れ去ることもせず、一人の召使いの少年と共に彼を看護し続けました。
οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν. καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν νόσον διέκειτο, ὥστʼ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς κλίνης οὐκ ἠδύνατο κινεῖσθαι,
というのも、召使い(奴隷)たちさえ誰も持ちこたえられなかったからです。実際、彼は生まれつき気難しい性格であった上に、病気のためにさらに不機嫌になっていたので、彼らが留まらなかったとしても驚くには値せず、むしろ、私がこれほどの病人を看病しながら、どのように耐え抜くことができたのかということこそ、はるかに驚くべきことです。彼は長い間、体内に膿が溜まっており、ベッドから動くこともできず、
- 20οὐδʼ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην
動詞 ἠγάπησα(ἀγαπάω「満足する、良しとする」の1人称単数アオリスト)が εἰ に導かれる条件節を伴い、「〜できれば満足する、甘受する」という意味を表す構文。否定の οὐδέ を伴うことで、「〜できればそれで十分だとは(消極的に)満足しなかった(それ以上の行動をとった)」という強い意志を示している。
- 22οὐκ ἔφθημεν εἰς Τροιζῆνʼ ἐλθόντες καὶ τοιαύταις νόσοις ἐλήφθημεν
οὐ φθάνω + 分詞(ἐλθόντες) + καί の形で、「〜するやいなや…した」「〜するかしないかのうちに…した」という即時性を表すギリシア語特有の慣用表現(英語の no sooner ... than ... に相当)。接続の καί が「そして(すぐに)」という意味の緊密な連続性をつなぐ。
- 23τὴν μητέρα τὴν αὑτοῦ
三人称の反帰代名詞 αὑτοῦ(ἑαυτοῦ の縮約形)が用いられているが、文脈上、直前の「(私自身の)妹と母親を埋葬した」という話者の個人的な悲劇を受けているため、実質的に一人称単数の意味(ἐμαυτοῦ「私自身の」)として理解される。これは古典期ギリシア語において、再帰代名詞の三人称形が時に一人称・二人称を代表・混用する現象の一例である。
- 25πλέον θάτερον ἐποίησαν
成句 πλέον θάτερον ποιέω(直訳すれば「もう一方をより多くする」)で、「かえって害をなす」「(助けになるどころか)むしろ事態を悪化させる、負担を増やす」という意味のイディオム。病身の母と姉妹が来て、自らも看病を要したという次の文の内容がその具体的理由を説明している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
