Humanitext Reader

伊索克拉底 · 驳洛希特斯 §11-22

洛希特斯的寡头倾向与维护民主正义的惩治诉求

第 2 段,共 2 段 · 希腊语

内容简介

发言人将洛希特斯的性格与过去寡头政权的拥护者相类比,要求对其严惩。他指出,人身安全是所有市民不分贫富共同面临的切身问题,呼吁法庭通过判决彰显民主体制下的真正正义。

§11τοὺς δὲ πολίτας ὑβρίζειν.
却对市民施以暴虐。
ὧν οὗτος εἷς ὢν τυγχάνει.
此人正是其中之一。
καὶ γὰρ εἰ τῶν τότε κατασταθέντων νεώτερός ἐστιν, ἀλλὰ τόν γε τρόπον ἔχει τὸν ἐξ ἐκείνης τῆς πολιτείας.
因为即使他比当时确立政权的人年轻,但他至少继承了那个政体下的性格。
αὗται γὰρ αἱ φύσεις εἰσὶν αἱ παραδοῦσαι μὲν τὴν δύναμιν τὴν ἡμετέραν τοῖς πολεμίοις, κατασκάψασαι δὲ τὰ τείχη τῆς πατρίδος, πεντακοσίους δὲ καὶ χιλίους ἀκρίτους ἀποκτείνασαι τῶν πολιτῶν.
正是这种本性的人,曾将我们的力量交给了敌人,拆毁了祖国的城墙,并且未经审判就杀害了一千五百名市民。
§12ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι μὴ μόνον τοὺς τότε λυμηναμένους ἀλλὰ καὶ τοὺς νῦν βουλομένους οὕτω διαθεῖναι τὴν πόλιν, καὶ τοσούτῳ μᾶλλον τοὺς ἐπιδόξους γενήσεσθαι πονηροὺς τῶν πρότερον ἡμαρτηκότων, ὅσῳ περ κρεῖττόν ἐστι τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρεῖν ἢ τῶν ἤδη γεγενημένων δίκην λαβεῖν.
你们理当记住这些,不仅惩罚当时危害城邦的人,也惩罚现在企图同样对待城邦的人,并且惩罚那些预后将会变坏的恶人,要比惩罚先前犯下罪过的人更加严厉,因为寻找防止未来灾祸的方法比对已经发生的灾祸进行惩罚要好得多。
§13καὶ μὴ περιμείνηθʼ ἕως ἂν ἀθροισθέντες καὶ καιρὸν λαβόντες εἰς ὅλην τὴν πόλιν ἐξαμάρτωσιν, ἀλλʼ ἐφʼ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν, ἐπὶ ταύτης αὐτοὺς τιμωρεῖσθε, νομίζοντες εὕρημʼ ἔχειν, ὅταν τινὰ λάβητʼ ἐν μικροῖς πράγμασιν ἐπιδεδειγμένον ἅπασαν τὴν αὑτοῦ πονηρίαν.
不要等到他们纠集起来、获得机会对整个城邦犯罪,而是在他们因任何借口被交到你们手中时,就在那个场合惩罚他们,认为这是一个幸事,每当你们抓住一个在细微之事上显露出自己全部邪恶的人时。
§14κράτιστον μὲν γὰρ ἦν, εἴ τι προσῆν ἄλλο σημεῖον τοῖς πονηροῖς τῶν ἀνθρώπων, πρὶν ἀδικηθῆναί τινα τῶν πολιτῶν, πρότερον κολάζειν αὐτούς· ἐπειδὴ δʼ οὐχ οἷόν τʼ ἐστὶν αἰσθέσθαι πρὶν κακῶς τινὰς παθεῖν ὑπʼ αὐτῶν, ἀλλʼ οὖν γʼ ἐπειδὰν γνωρισθῶσι, προσήκει πᾶσι μισεῖν τοὺς τοιούτους καὶ κοινοὺς ἐχθροὺς νομίζειν.
因为如果恶人有其他某种标记,能在任何市民受害之前就先惩罚他们,那自然是最好的;但既然在有人受害之前不可能察觉他们,那么至少在他们暴露之后,所有人理当憎恨这样的人,并视他们为公敌。
§15ἐνθυμεῖσθε δʼ ὅτι τῶν μὲν περὶ τὰς οὐσίας κινδύνων οὐ μέτεστι τοῖς πένησι, τῆς δʼ εἰς τὰ σώματʼ αἰκίας ὁμοίως ἅπαντες κοινωνοῦμεν·
你们应当想到,贫苦的人并不参与关于财产的危险,但人身遭受的暴虐则是我们所有人共同面对的。
ὥσθʼ ὅταν μὲν τοὺς ἀποστεροῦντας τιμωρῆσθε, τοὺς πλουσίους μόνον ὠφελεῖτε, ὅταν δὲ τοὺς ὑβρίζοντας κολάζητε,
因此,当你们惩罚掠夺财产者时,你们仅在帮助富人,而当你们惩罚施暴者时,你们是在帮助你们自己。
§16ὑμῖν αὐτοῖς βοηθεῖτε. ὧν ἕνεκα δεῖ περὶ πλείστου ποιεῖσθαι ταύτας τῶν δικῶν, καὶ περὶ μὲν τῶν ἄλλων συμβολαίων τοσούτου τιμᾶν, ὅσον προσήκει τῷ διώκοντι κομίσασθαι, περὶ δὲ τῆς ὕβρεως, ὅσον ἀποτείσας ὁ φεύγων παύσεσθαι μέλλει τῆς παρούσης ἀσελγείας.
正因如此,应当将这类诉讼置于最重要的地位,并且在其他契约纠纷中,应根据原告理应收回的数额来定罪量刑,而关于暴行,则应根据被告在偿付后将停止其当前的放肆行为的数额来判定。
§17ἂν οὖν περιαιρῆτε τὰς οὐσίας τῶν νεανιευομένων εἰς τοὺς πολίτας καὶ μηδεμίαν νομίζηθʼ ἱκανὴν εἶναι ζημίαν, οἵτινες ἂν εἰς τὰ σώματʼ ἐξαμαρτάνοντες τοῖς χρήμασι τὰς δίκας ὑπέχωσιν, ἅπανθʼ ὅσα δεῖ τοὺς καλῶς δικάζοντας διαπράξεσθε·
因此,如果你们剥夺对市民施暴者的财产,并认为对于侵害人身却企图用金钱来承担刑罚的人来说,没有任何金钱惩罚是足够的,那么你们就将实现优秀法官所应做到的一切。
§18καὶ γὰρ περὶ τοῦ παρόντος πράγματος ὀρθῶς γνώσεσθε καὶ τοὺς ἄλλους πολίτας κοσμιωτέρους ποιήσετε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἀσφαλέστερον καταστήσετε.
因为你们既对当下的案件做出了正确的判决,又会使其他市民更加守序,并使你们自己的生活更加安全。
ἔστι δὲ δικαστῶν νοῦν ἐχόντων περὶ τῶν ἀλλοτρίων τὰ δίκαια ψηφιζομένους ἅμα καὶ τὰ σφέτερʼ αὐτῶν εὖ τίθεσθαι.
在对别人的事务投出公正之票的同时,也把自己的事务安置妥当,这正是明智的法官所为。
§19καὶ μηδεὶς ὑμῶν εἰς τοῦτʼ ἀποβλέψας, ὅτι πένης εἰμὶ καὶ τοῦ πλήθους εἷς, ἀξιούτω τοῦ τιμήματος ἀφαιρεῖν.
你们中任何人都不要因为看到我贫穷、是平民百姓中的一员,就认为理当减免赔偿额。
οὐ γὰρ δίκαιον ἐλάττους ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἀδόξων ἢ τῶν διωνομασμένων, οὐδὲ χείρους ἡγεῖσθαι τοὺς πενομένους ἢ τοὺς πολλὰ κεκτημένους.
因为对于无名小卒的惩罚,不应比对名声显赫之人的惩罚更轻,也不应认为贫穷的人比拥有丰厚财产的人更为低下。
ὑμᾶς γὰρ ἂν αὐτοὺς ἀτιμάζοιτʼ εἰ τοιαῦτα γιγνώσκοιτε περὶ τῶν πολλῶν.
因为如果你们对平民持有这样的看法,你们就是在贬低你们自己。
ἔτι δὲ καὶ πάντων ἂν εἴη δεινότατον, §20εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν ἅπαντες τυγχάνοιμεν, ἀλλὰ τῶν μὲν ἀρχῶν μετέχειν ἀξιοῖμεν, τῶν δʼ ἐν τοῖς νόμοις δικαίων ἀποστεροῖμεν ἡμᾶς αὐτούς, καὶ μαχόμενοι μὲν ἐθέλοιμεν ἀποθνῄσκειν ὑπὲρ τῆς πολιτείας, ἐν δὲ τῇ ψήφῳ πλέον νέμοιμεν τοῖς τὰς οὐσίας ἔχουσιν.
此外,最可怕的事情莫过于,如果在城邦实行民主政体的情况下,我们却不能人人都享有同等的权利,反而一面要求分享官职,一面却剥夺自己在法律中的公正权利;在战斗中我们愿意为政体而死,但在投票时我们却偏向那些拥有财富的人。
§21οὐκ, ἄν γέ μοι πεισθῆθʼ, οὕτω διακείσεσθε πρὸς ὑμᾶς αὐτούς, οὐδὲ διδάξετε τοὺς νεωτέρους καταφρονεῖν τοῦ πλήθους τῶν πολιτῶν, οὐδὲ ἀλλοτρίους ἡγήσεσθʼ εἶναι τοὺς τοιούτους τῶν ἀγώνων, ἀλλʼ ὡς ὑπὲρ αὑτοῦ δικάζων, οὕτως ἕκαστος ὑμῶν οἴσει τὴν ψῆφον.
不,如果你们听从我的话,你们绝不会对自己抱有这样的态度,也不会教导年轻人去轻视平民大众,更不会认为此类诉讼与自己无关,而是你们中的每个人都将像为自己裁判一样投下这一票。
ἅπαντας γὰρ ὁμοίως ἀδικοῦσιν οἱ τολμῶντες τοῦτον τὸν νόμον παραβαίνειν τὸν ὑπὲρ τῶν σωμάτων τῶν ὑμετέρων κείμενον.
因为凡敢于违反这部为保护你们人身而制定的法律的人,都同样侵害了所有人。
§22ὥστʼ ἂν σωφρονῆτε, παρακαλέσαντες ἀλλήλους ἐνσημανεῖσθε Λοχίτῃ τὴν ὀργὴν τὴν ὑμετέραν αὐτῶν, εἰδότες ὅτι πάντες οἱ τοιοῦτοι τῶν μὲν νόμων τῶν κειμένων καταφρονοῦσι, τὰ δʼ ἐνθάδε γιγνωσκόμενα, ταῦτα νόμους εἶναι νομίζουσιν.
因此,如果你们明智,就当互相勉励,向洛希特斯表明你们自己的愤怒,因为深知所有这类人都蔑视既有的法律,却把在这里做出的裁决当成法律。
ἐγὼ μὲν οὖν ὡς οἷός τʼ ἦν εἴρηκα περὶ τοῦ πράγματος· εἰ δέ τις τῶν παρόντων ἔχει τί μοι συνειπεῖν, ἀναβὰς εἰς ὑμᾶς λεγέτω.
对于这件事,我已经尽我所能阐述完毕;如果在座的人中有人愿意为我辩护,请上台来对你们发言。

词汇与语法注释

  1. §11τοὺς δὲ πολίτας ὑβρίζειν — 此不定式短语承接第10节中的 βουλομένους,并与 τοῖς μὲν πολεμίοις δουλεύειν 构成对比关系(μέν...δέ)。意为“(那些甘愿)做敌人的奴隶,却对市民施以暴虐(的人)”。
  2. §12ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι — 该句为接在 εἰκός (ἐστί)(“理所当然”)之后的“对格+不定式”结构。ὑμᾶς 是不定式 τιμωρεῖσθαι 的逻辑主语,分词 μεμνημένους 与之在格、性、数上保持一致。关系代名词 ὧν(属格)是分词 μεμνημένους(μιμνήσκομαι 的完成时,支配属格)的宾语,指代前文§11中提到的事态(或人)。
  3. §13ἐφʼ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν — 先行词 πρόφασις 被吸收到关系从句中的结构。主句中的 ἐπὶ ταύτης 与之呼应。带 ἂν 的虚拟式 παραδοθῶσιν(在 ἐφ' ἧς ἂν 中)构成泛指关系从句,表示“无论他们因何种借口被交出”。
  4. §16ὅσον ἀποτείσας ὁ φεύγων παύσεσθαι μέλλει — ὅσον 是与前句表示价格/估价属格的 τοσούτου 相呼应的关系代名词。ὁ φεύγων(“被告”)为主语,伴有分词 ἀποτείσας(“通过偿付”),接 μέλλει παύσεσθαι(“将会停止”)。
  5. §20εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν ἅπαντες τυγχάνοιμεν — 此条件从句承接前句的 ἂν εἴη(带 ἂν 的潜能希求式)。动词 τυγχάνοιμεν, ἀξιοῖμεν, ἀποστεροῖμεν, ἐθέλοιμεν, νέμοιμεν 均为希求式。δημοκρατουμένης τῆς πόλεως 为属格独立结构,意为“在城邦实行民主政体的情况下(或尽管……)”。

引用这一段

伊索克拉底, 驳洛希特斯 §11-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg003.humanitext-grc2:11-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。