§1ὡς μὲν τοίνυν ἔτυπτέ με Λοχίτης, ἄρχων χειρῶν ἀδίκων, ἅπαντες ὑμῖν οἱ παρόντες μεμαρτυρήκασιν.
的确,洛希特斯先动手不公地殴打了我,所有在场的人都已向你们证实。
τὸ δʼ ἁμάρτημα τοῦθʼ οὐχ ὅμοιον δεῖ νομίζειν τοῖς ἄλλοις οὐδὲ τὰς τιμωρίας ἴσας ποιεῖσθαι περί τε τοῦ σώματος καὶ τῶν χρημάτων, ἐπισταμένους ὅτι τοῦτο πᾶσιν ἀνθρώποις οἰκειότατόν ἐστι, καὶ τούς τε νόμους ἐθέμεθα καὶ περὶ τῆς ἐλευθερίας μαχόμεθα καὶ τῆς δημοκρατίας ἐπιθυμοῦμεν καὶ τἄλλα πάντα τὰ περὶ τὸν βίον ἕνεκα τούτου πράττομεν.
然而,不应当认为这一罪行与其他罪行相似,也不应当对人身和财产给予同等的惩罚,因为你们深知人身对所有人来说都是最切身相关的,我们制定法律、为自由而战、渴望民主,以及我们生活中所做的一切其他事情,都是为了它。
ὥστʼ εἰκὸς ὑμᾶς ἐστὶ τοὺς περὶ τοῦτʼ ἐξαμαρτάνοντας, ὃ περὶ πλείστου ποιεῖσθε, τῇ μεγίστῃ ζημίᾳ κολάζειν.
因此,对于那些侵害你们最珍视之物的人,你们理当予以最严厉的惩罚。
§2εὑρήσετε δὲ καὶ τοὺς θέντας ἡμῖν τοὺς νόμους ὑπὲρ τῶν σωμάτων μάλιστα σπουδάσαντας.
你们还会发现,那些为我们制定法律的人对人身最为关心。
πρῶτον μὲν γὰρ περὶ μόνου τούτου τῶν ἀδικημάτων καὶ δίκας καὶ γραφὰς ἄνευ παρακαταβολῆς ἐποίησαν, ἵνʼ ὅπως ἂν ἕκαστος ἡμῶν τυγχάνῃ καὶ δυνάμενος καὶ βουλόμενος, οὕτως ἔχῃ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας.
首先,唯独在这一种罪行上,他们规定了无需缴纳保证金即可提起私诉和公诉,以便我们每个人只要有能力且愿意,就可以以此来惩罚作恶者。
ἔπειτα τῶν μὲν ἄλλων ἐγκλημάτων αὐτῷ τῷ παθόντι μόνον ὁ δράσας ὑπόδικός ἐστιν· περὶ δὲ τῆς ὕβρεως, ὡς κοινοῦ τοῦ πράγματος ὄντος, ἔξεστι τῷ βουλομένῳ τῶν πολιτῶν γραψαμένῳ πρὸς τοὺς θεσμοθέτας εἰσελθεῖν εἰς ὑμᾶς.
其次,在其他罪行中,作恶者仅对受害者本人负有法律责任;而关于暴行,由于这是一件关乎公共利益的事,任何有意的市民都可以向法典制定官提起公诉,进而呈递到你们面前。
§3οὕτω δʼ ἡγήσαντο δεινὸν εἶναι τὸ τύπτειν ἀλλήλους, ὥστε καὶ περὶ τῆς κακηγορίας νόμον ἔθεσαν ὃς κελεύει τοὺς λέγοντάς τι τῶν ἀπορρήτων πεντακοσίας δραχμὰς ὀφείλειν.
他们认为互相殴打是如此可怕,以至于他们还制定了关于诽谤的法律,规定凡说出任何禁忌之言的人须缴纳五百德拉克马。
καίτοι πηλίκας τινὰς χρὴ ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἔργῳ παθόντων κακῶς, ὅταν ὑπὲρ τῶν λόγῳ μόνον ἀκηκοότων οὕτως ὀργιζόμενοι φαίνησθε;
然而,既然当人们仅仅在言语上听到侮辱时,你们就显得如此愤怒,那么对于那些在行动上遭受实质侵害的人,你们应当给予多么巨大的惩罚呢?
§4θαυμαστὸν δʼ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δʼ ἐν δημοκρατίᾳ ταὔτʼ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε.
如果你们认为在寡头政治下行凶暴虐的人应当判处死刑,却放任在民主政治下效仿他们行径的人不受惩罚,那真是令人惊异。
καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν· φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν.
然而,这些人理应受到更重的惩罚,因为他们更露骨地展示了自己的邪恶。
ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτʼ οὐκ ἔξεστι, τί ποτʼ ἂν ἐποίησεν, ὅθʼ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτʼ ἐξαμαρτάνουσιν;
毕竟,在如今不被允许的时候都敢违法的人,如果在城邦的统治者甚至感激那些犯下此类罪行的人的时代,他又会做出什么事来呢?
§5ἴσως οὖν Λοχίτης ἐπιχειρήσει μικρὸν ποιεῖν τὸ πρᾶγμα, διασύρων τὴν κατηγορίαν καὶ λέγων ὡς οὐδὲν ἐκ τῶν πληγῶν κακὸν ἔπαθον, ἀλλὰ μείζους ποιοῦμαι τοὺς λόγους ἢ κατὰ τὴν ἀξίαν τῶν γεγενημένων.
也许,洛希特斯会企图大事化小,贬低这一指控,并声称我并未因殴打而遭受什么实质伤害,而是把话说得比实际发生的事情更为严重。
ἐγὼ δʼ εἰ μὲν μηδεμία προσῆν ὕβρις τοῖς πεπραγμένοις, οὐκ ἄν ποτʼ εἰσῆλθον εἰς ὑμᾶς· νῦν δʼ οὐχ ὑπὲρ τῆς ἄλλης βλάβης τῆς ἐκ τῶν πληγῶν γενομένης, ἀλλʼ ὑπὲρ τῆς αἰκίας καὶ τῆς ἀτιμίας ἥκω παρʼ αὐτοῦ δίκην ληψόμενος, §6ὑπὲρ ὧν προσήκει τοῖς ἐλευθέροις μάλιστʼ ὀργίζεσθαι καὶ μεγίστης τυγχάνειν τιμωρίας.
但对我而言,如果在所发生的事中不带有任何暴虐侮辱,我绝不会来到你们面前;而如今,我来到这里要求他受罚,并非为了殴打造成的其他损害,而是为了这粗暴的侵犯和耻辱,对于这些,自由民最应当感到愤怒,并且这些罪行应当受到最严厉的惩罚。
ὁρῶ δʼ ὑμᾶς, ὅταν του καταγνῶθʼ ἱεροσυλίαν ἢ κλοπήν, οὐ πρὸς τὸ μέγεθος ὧν ἂν λάβωσι τὴν τίμησιν ποιουμένους, ἀλλʼ ὁμοίως ἁπάντων θάνατον καταγιγνώσκοντας, καὶ νομίζοντας δίκαιον εἶναι τοὺς τοῖς αὐτοῖς ἔργοις ἐπιχειροῦντας ταῖς αὐταῖς ζημίαις κολάζεσθαι.
我看到,当你们判定某人犯有亵渎神庙罪或盗窃罪时,你们并不会根据他们所窃之物的大小来量刑,而是同样判处所有人死刑,并认为企图犯下相同罪行的人应当受到相同的惩罚,这是公允的。
§7χρὴ τοίνυν καὶ περὶ τῶν ὑβριζόντων τὴν αὐτὴν γνώμην ἔχειν, καὶ μὴ τοῦτο σκοπεῖν, εἰ μὴ σφόδρα συνέκοψαν, ἀλλʼ εἰ τὸν νόμον παρέβησαν, μηδʼ ὑπὲρ τοῦ συντυχόντος μόνον ἀλλʼ ὑπὲρ ἅπαντος τοῦ τρόπου δίκην παρʼ αὐτῶν λαμβάνειν, §8ἐνθυμουμένους ὅτι πολλάκις ἤδη μικραὶ προφάσεις μεγάλων κακῶν αἴτιαι γεγόνασι, καὶ διότι διὰ τοὺς τύπτειν τολμῶντας εἰς τοῦτʼ ἤδη τινὲς ὀργῆς προήχθησαν ὥστʼ εἰς τραύματα καὶ θανάτους καὶ φυγὰς καὶ τὰς μεγίστας συμφορὰς ἐλθεῖν· ὧν οὐδὲν διὰ τὸν φεύγοντα τὴν δίκην ἀγένητόν ἐστιν, ἀλλὰ κατὰ μὲν τὸ τούτου μέρος ἅπαντα πέπρακται, διὰ δὲ τὴν τύχην καὶ τὸν τρόπον τὸν ἐμὸν οὐδὲν τῶν ἀνηκέστων συμβέβηκεν.
因此,对于行凶施暴的人,也必须持有相同的看法,不应当看他们是否打得很重,而应当看他们是否违反了法律,不仅要惩罚那偶然发生的结果,更要针对他们整个行为态度来惩罚他们,应当想到,以往微小的起因往往成为巨大灾祸的根源,并且因为那些敢于动手打人的人,有些人已经被激怒到如此地步,以至于导致了伤亡、流放和最大的不幸;这些灾祸中,就这名企图逃避法律审判的人而言,没有一样是他没有做绝的,在他那方面,一切都已经干了出来,只是由于运气和我个人的性格,才没有发生任何无可挽回的惨剧。
§9ἡγοῦμαι δʼ ὑμᾶς οὕτως ἂν ἀξίως ὀργισθῆναι τοῦ πράγματος, εἰ διεξέλθοιτε πρὸς ὑμᾶς αὐτοὺς ὅσῳ μεῖζόν ἐστι τοῦτο τῶν ἄλλων ἁμαρτημάτων.
我认为,如果你们在心中仔细权衡这一罪行比其他过错严重多少,你们就会对这件事产生应有的愤怒。
εὑρήσετε γὰρ τὰς μὲν ἄλλας ἀδικίας μέρος τι τοῦ βίου βλαπτούσας, τὴν δʼ ὕβριν ὅλοις τοῖς πράγμασι λυμαινομένην, καὶ πολλοὺς μὲν οἴκους διʼ αὐτὴν διαφθαρέντας, πολλὰς δὲ πόλεις ἀναστάτους γεγενημένας.
因为你们会发现,其他不正当行为仅损害生活的一部分,而暴行则败坏了整个生活的根基,许多家庭因它而覆灭,许多城邦因它而荒废。
§10καὶ τί δεῖ τὰς τῶν ἄλλων συμφορὰς λέγοντα διατρίβειν;
又何必花时间去谈论他人的灾祸呢?
αὐτοὶ γὰρ ἡμεῖς δὶς ἤδη τὴν δημοκρατίαν ἐπείδομεν καταλυθεῖσαν καὶ δὶς τῆς ἐλευθερίας ἀπεστερήθημεν, οὐχ ὑπὸ τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων, ἀλλὰ διὰ τοὺς καταφρονοῦντας τῶν νόμων καὶ βουλομένους τοῖς μὲν πολεμίοις δουλεύειν,
因为我们自己就已经两度目睹民主制度被推翻,两度被剥夺了自由,这并不是由于那些犯有其他恶行的人,而是由于那些蔑视法律并甘愿做敌人奴隶的人,