Humanitext Reader

イソクラテス · ロキテスを駁す §11-22

ロキテスの性格と寡頭政の脅威に対する厳罰の訴え

2 / 2 箇所 · ギリシア語

要旨

被告ロキテスの性格を過去の独裁政権の支持者たちに重ね合わせ、彼の暴行に対する重い処罰を求める。身体の安全は貧富を問わず全市民に関わる問題であり、法廷の判決こそが民主政における真の正義を示すべきだと訴える。

§11τοὺς δὲ πολίτας ὑβρίζειν.
そして市民たちを虐げることを。
ὧν οὗτος εἷς ὢν τυγχάνει.
彼はこれらの中の一人である。
καὶ γὰρ εἰ τῶν τότε κατασταθέντων νεώτερός ἐστιν, ἀλλὰ τόν γε τρόπον ἔχει τὸν ἐξ ἐκείνης τῆς πολιτείας.
実際、たとえ彼が当時組織された者たちより若くとも、少なくとも彼はあの政体から引き継いだ性格を持っている。
αὗται γὰρ αἱ φύσεις εἰσὶν αἱ παραδοῦσαι μὲν τὴν δύναμιν τὴν ἡμετέραν τοῖς πολεμίοις, κατασκάψασαι δὲ τὰ τείχη τῆς πατρίδος, πεντακοσίους δὲ καὶ χιλίους ἀκρίτους ἀποκτείνασαι τῶν πολιτῶν.
なぜなら、我々の力を敵に引き渡し、祖国の城壁を破壊し、市民のうち千五百人を裁判なしに殺害したのは、このような性質の者たちだからである。
§12ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι μὴ μόνον τοὺς τότε λυμηναμένους ἀλλὰ καὶ τοὺς νῦν βουλομένους οὕτω διαθεῖναι τὴν πόλιν, καὶ τοσούτῳ μᾶλλον τοὺς ἐπιδόξους γενήσεσθαι πονηροὺς τῶν πρότερον ἡμαρτηκότων, ὅσῳ περ κρεῖττόν ἐστι τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρεῖν ἢ τῶν ἤδη γεγενημένων δίκην λαβεῖν.
これらを記憶に留め、あなた方が当時国を損なった者たちだけでなく、今まさに都市をそのように扱おうとする者たちをも処罰するのが当然であり、かつ、すでに過ちを犯した者たちよりも、将来そうなる兆候のある悪人たちをそれだけ強く処罰すべきです。 すでに起きたことに罰を与えるよりも、これから起こる災厄を防ぐ手段を見出す方がはるかに優れているからです。
§13καὶ μὴ περιμείνηθʼ ἕως ἂν ἀθροισθέντες καὶ καιρὸν λαβόντες εἰς ὅλην τὴν πόλιν ἐξαμάρτωσιν, ἀλλʼ ἐφʼ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν, ἐπὶ ταύτης αὐτοὺς τιμωρεῖσθε, νομίζοντες εὕρημʼ ἔχειν, ὅταν τινὰ λάβητʼ ἐν μικροῖς πράγμασιν ἐπιδεδειγμένον ἅπασαν τὴν αὑτοῦ πονηρίαν.
そして彼らが徒党を組み機会を得て都市全体に対して罪を犯すまで待つのではなく、どのような口実であれ、彼らがあなた方に引き渡されたときにその機会に彼らを処罰しなさい。 小さな事柄において自らの邪悪さのすべてを示した者をつかまえたときは、思いがけない幸運を得たと考えなさい。
§14κράτιστον μὲν γὰρ ἦν, εἴ τι προσῆν ἄλλο σημεῖον τοῖς πονηροῖς τῶν ἀνθρώπων, πρὶν ἀδικηθῆναί τινα τῶν πολιτῶν, πρότερον κολάζειν αὐτούς· ἐπειδὴ δʼ οὐχ οἷόν τʼ ἐστὶν αἰσθέσθαι πρὶν κακῶς τινὰς παθεῖν ὑπʼ αὐτῶν, ἀλλʼ οὖν γʼ ἐπειδὰν γνωρισθῶσι, προσήκει πᾶσι μισεῖν τοὺς τοιούτους καὶ κοινοὺς ἐχθροὺς νομίζειν.
もし悪人たちに何か他の目印があって、市民の誰かが害を受ける前に彼らを処罰することができれば最も良かったのですが、彼らから害を受ける前にそれと察知することは不可能である以上、少なくとも彼らの本性が知られたときには、すべての者がそのような者たちを憎み、公共の敵とみなすのが当然です。
§15ἐνθυμεῖσθε δʼ ὅτι τῶν μὲν περὶ τὰς οὐσίας κινδύνων οὐ μέτεστι τοῖς πένησι, τῆς δʼ εἰς τὰ σώματʼ αἰκίας ὁμοίως ἅπαντες κοινωνοῦμεν·
財産に関する危険には貧しい者たちは関わりませんが、身体への暴行には我々全員が同様に直面していることを心に留めなさい。
ὥσθʼ ὅταν μὲν τοὺς ἀποστεροῦντας τιμωρῆσθε, τοὺς πλουσίους μόνον ὠφελεῖτε, ὅταν δὲ τοὺς ὑβρίζοντας κολάζητε, §16ὑμῖν αὐτοῖς βοηθεῖτε.
したがって、財産を奪う者を処罰するときには、富裕な者たちだけを助けていることになりますが、暴行を働く者を処罰するときには、あなた方自身を助けているのです。
ὧν ἕνεκα δεῖ περὶ πλείστου ποιεῖσθαι ταύτας τῶν δικῶν, καὶ περὶ μὲν τῶν ἄλλων συμβολαίων τοσούτου τιμᾶν, ὅσον προσήκει τῷ διώκοντι κομίσασθαι, περὶ δὲ τῆς ὕβρεως, ὅσον ἀποτείσας ὁ φεύγων παύσεσθαι μέλλει τῆς παρούσης ἀσελγείας.
これゆえに、これらの訴訟を最も重視すべきであり、他の契約上の争いについては、原告が回収するのにふさわしい額だけの賠償額を設定すべきですが、暴行については、被告がそれを支払うことで現在の放縦さをやめることになるほどの額を設定すべきです。
§17ἂν οὖν περιαιρῆτε τὰς οὐσίας τῶν νεανιευομένων εἰς τοὺς πολίτας καὶ μηδεμίαν νομίζηθʼ ἱκανὴν εἶναι ζημίαν, οἵτινες ἂν εἰς τὰ σώματʼ ἐξαμαρτάνοντες τοῖς χρήμασι τὰς δίκας ὑπέχωσιν, ἅπανθʼ ὅσα δεῖ τοὺς καλῶς δικάζοντας διαπράξεσθε·
したがって、もしあなた方が市民に対して乱暴を働く者たちの財産を剥奪し、身体に対して罪を犯したにもかかわらず金銭で刑罰を済まそうとする者に対して、いかなる金銭刑も十分ではないと考えるならば、立派な裁判官が行うべきすべてのことを成し遂げることになるでしょう。
§18καὶ γὰρ περὶ τοῦ παρόντος πράγματος ὀρθῶς γνώσεσθε καὶ τοὺς ἄλλους πολίτας κοσμιωτέρους ποιήσετε καὶ τὸν βίον τὸν ὑμέτερον αὐτῶν ἀσφαλέστερον καταστήσετε.
なぜなら、この現在の件についても正しい決定を下すことになり、他の市民をより規律正しくさせ、あなた方自身の生活をより安全なものにするからです。
ἔστι δὲ δικαστῶν νοῦν ἐχόντων περὶ τῶν ἀλλοτρίων τὰ δίκαια ψηφιζομένους ἅμα καὶ τὰ σφέτερʼ αὐτῶν εὖ τίθεσθαι.
他人の事件について正しい判決を下しつつ、同時に自分たちの利益をしっかりと確保することこそ、思慮深い裁判官のなすべきことです。
§19καὶ μηδεὶς ὑμῶν εἰς τοῦτʼ ἀποβλέψας, ὅτι πένης εἰμὶ καὶ τοῦ πλήθους εἷς, ἀξιούτω τοῦ τιμήματος ἀφαιρεῖν.
また、あなた方のうちの誰も、私が貧しく、大衆の一人にすぎないということに目を向けて、賠償額を減らすべきだと考えてはなりません。
οὐ γὰρ δίκαιον ἐλάττους ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἀδόξων ἢ τῶν διωνομασμένων, οὐδὲ χείρους ἡγεῖσθαι τοὺς πενομένους ἢ τοὺς πολλὰ κεκτημένους.
有名でない人々のための罰を名声のある人々のそれよりも小さくすることは正しくありませんし、貧しい人々を多くを所有する人々よりも劣っているとみなすことも正しくないからです。
ὑμᾶς γὰρ ἂν αὐτοὺς ἀτιμάζοιτʼ εἰ τοιαῦτα γιγνώσκοιτε περὶ τῶν πολλῶν.
もし多数の市民についてそのように考えるなら、あなた方は自分自身を貶めることになるでしょう。
ἔτι δὲ καὶ πάντων ἂν εἴη δεινότατον, §20εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν ἅπαντες τυγχάνοιμεν, ἀλλὰ τῶν μὲν ἀρχῶν μετέχειν ἀξιοῖμεν, τῶν δʼ ἐν τοῖς νόμοις δικαίων ἀποστεροῖμεν ἡμᾶς αὐτούς, καὶ μαχόμενοι μὲν ἐθέλοιμεν ἀποθνῄσκειν ὑπὲρ τῆς πολιτείας, ἐν δὲ τῇ ψήφῳ πλέον νέμοιμεν τοῖς τὰς οὐσίας ἔχουσιν.
さらに、すべてのことの中で最も恐ろしいことになります、もし都市が民主政であるのに、我々全員が同じ権利を得られず、官職を分け合うことは求めながら、法律における当然の権利を自ら奪い、戦いにおいては国制のために死ぬことを厭わない一方で、投票の際には財産を持つ者たちを優遇することになるならば。
§21οὐκ, ἄν γέ μοι πεισθῆθʼ, οὕτω διακείσεσθε πρὸς ὑμᾶς αὐτούς, οὐδὲ διδάξετε τοὺς νεωτέρους καταφρονεῖν τοῦ πλήθους τῶν πολιτῶν, οὐδὲ ἀλλοτρίους ἡγήσεσθʼ εἶναι τοὺς τοιούτους τῶν ἀγώνων, ἀλλʼ ὡς ὑπὲρ αὑτοῦ δικάζων, οὕτως ἕκαστος ὑμῶν οἴσει τὴν ψῆφον.
いいえ、もし私の言葉に従うなら、あなた方は自分たちに対してそのような態度をとることはありませんし、若い者たちに市民の大衆を軽視することを教えることもありませんし、このような訴訟を自分たちには無関係なものとみなすこともなく、あなた方のそれぞれが自分自身のために裁判しているかのように投票することでしょう。
ἅπαντας γὰρ ὁμοίως ἀδικοῦσιν οἱ τολμῶντες τοῦτον τὸν νόμον παραβαίνειν τὸν ὑπὲρ τῶν σωμάτων τῶν ὑμετέρων κείμενον.
あなた方の身体のために定められているこの法律をあえて破る者は、すべての人に同様に不正を行っているからです。
§22ὥστʼ ἂν σωφρονῆτε, παρακαλέσαντες ἀλλήλους ἐνσημανεῖσθε Λοχίτῃ τὴν ὀργὴν τὴν ὑμετέραν αὐτῶν, εἰδότες ὅτι πάντες οἱ τοιοῦτοι τῶν μὲν νόμων τῶν κειμένων καταφρονοῦσι, τὰ δʼ ἐνθάδε γιγνωσκόμενα, ταῦτα νόμους εἶναι νομίζουσιν.
したがって、もし思慮があるなら、互いに促し合って、あなた方自身の怒りをロキテスに示しなさい。 このような者たちはみな、定められた法律を軽視し、この場で決定されることこそが法律であるとみなすということを知っているからです。
ἐγὼ μὲν οὖν ὡς οἷός τʼ ἦν εἴρηκα περὶ τοῦ πράγματος·
さて、私としてはこの件についてできる限りのことを語りました。
εἰ δέ τις τῶν παρόντων ἔχει τί μοι συνειπεῖν, ἀναβὰς εἰς ὑμᾶς λεγέτω.
もし在廷者の中で、私を弁護する言葉を持つ者がいれば、演壇に上がってあなた方に語ってください。

語釈・文法注

  1. §11τοὺς δὲ πολίτας ὑβρίζειν — 直前の §10 の βουλομένους に係る不定詞句で、τοῖς μὲν πολεμίοις δουλεύειν と対比(μέν...δέ)の関係にあります。「敵には隷属しつつ、市民に対しては暴力を振るうことを(望む者たち)」という意味になります。
  2. §12ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι — εἰκός (ἐστί)「〜なのは当然である」に続く対格不定詞構文。ὑμᾶς が不定詞 τιμωρεῖσθαι の意味上の主語であり、これに分詞 μεμνημένους が一致しています。関係代名詞 ὧν(属格)は、属格を支配する分詞 μεμνημένους(μεμνήσκομαι の完了)の目的語で、直前の出来事全体(あるいは人々)を指しています。
  3. §13ἐφʼ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν — 関係節の先行詞 πρόφασις が関係節内に引き込まれた構造(先行詞の取り込み)。主節の ἐπὶ ταύτης(その口実・機会において)がこれに対応します。接続法 παραδοθῶσιν + ἂν(ἐφ' ἧς ἂν)は一般的・仮定的な関係節を形成し、「どのような口実であれ彼らが引き渡されるときには」という意味になります。
  4. §16ὅσον ἀποτείσας ὁ φεύγων παύσεσθαι μέλλει — ὅσον は前文の評価の属格 τοσούτου(それほどの額)に対応する関係代名詞です。ὁ φεύγων(被告)が主語で、分詞 ἀποτείσας(支払うことによって)を伴い、μέλλει παύσεσθαι(〜をやめることになるだろう)へとつながります。
  5. §20εἰ δημοκρατουμένης τῆς πόλεως μὴ τῶν αὐτῶν ἅπαντες τυγχάνοιμεν — 前文の ἂν εἴη(潜在の ἂν + 希求法)を受ける条件節。動詞 τυγχάνοιμεν、ἀξιοῖμεν、ἀποστεροῖμεν、ἐθέλοιμεν、νέμοιμεν はすべて希求法です。δημοκρατουμένης τῆς πόλεως は「都市が民主的に統治されているとき(あるいは〜であるにもかかわらず)」を意味する属格独立(absolute genitive)です。

この箇所を引用する

イソクラテス, ロキテスを駁す §11-22. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg003.humanitext-grc2:11-22

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。