§1ὡς μὲν τοίνυν ἔτυπτέ με Λοχίτης, ἄρχων χειρῶν ἀδίκων, ἅπαντες ὑμῖν οἱ παρόντες μεμαρτυρήκασιν.
さて、ロキテスが不当に手を下し始めて私を殴ったことは、その場にいた者全員があなた方に証言してくれました。
τὸ δʼ ἁμάρτημα τοῦθʼ οὐχ ὅμοιον δεῖ νομίζειν τοῖς ἄλλοις οὐδὲ τὰς τιμωρίας ἴσας ποιεῖσθαι περί τε τοῦ σώματος καὶ τῶν χρημάτων, ἐπισταμένους ὅτι τοῦτο πᾶσιν ἀνθρώποις οἰκειότατόν ἐστι, καὶ τούς τε νόμους ἐθέμεθα καὶ περὶ τῆς ἐλευθερίας μαχόμεθα καὶ τῆς δημοκρατίας ἐπιθυμοῦμεν καὶ τἄλλα πάντα τὰ περὶ τὸν βίον ἕνεκα τούτου πράττομεν.
しかし、この罪を他の罪と同様にみなすべきではなく、身体に関する罪と財産に関する罪の罰を同じにするべきでもありません。 身体がすべての人にとって最も身近なものであると理解し、そのために我々が法律を制定し、自由のために戦い、民主政を望み、生活に関わる他のすべてのことをこれのために行っていると知っているべきだからです。
ὥστʼ εἰκὸς ὑμᾶς ἐστὶ τοὺς περὶ τοῦτʼ ἐξαμαρτάνοντας, ὃ περὶ πλείστου ποιεῖσθε, τῇ μεγίστῃ ζημίᾳ κολάζειν.
したがって、あなた方が最も重んじているこれに対して罪を犯す者を、最も重い刑罰で処罰するのが当然です。
§2εὑρήσετε δὲ καὶ τοὺς θέντας ἡμῖν τοὺς νόμους ὑπὲρ τῶν σωμάτων μάλιστα σπουδάσαντας.
また、我々に法律を制定してくれた人々も、身体の安全のために最も尽力したことを見出すでしょう。
πρῶτον μὲν γὰρ περὶ μόνου τούτου τῶν ἀδικημάτων καὶ δίκας καὶ γραφὰς ἄνευ παρακαταβολῆς ἐποίησαν, ἵνʼ ὅπως ἂν ἕκαστος ἡμῶν τυγχάνῃ καὶ δυνάμενος καὶ βουλόμενος, οὕτως ἔχῃ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας.
第一に、彼らはこの罪についてだけ、私訴も公訴も保証金なしで行えるようにしました。 それは、我々のそれぞれが、能力があり望みさえすれば、そのようにして不法を働く者を処罰できるようにするためです。
ἔπειτα τῶν μὲν ἄλλων ἐγκλημάτων αὐτῷ τῷ παθόντι μόνον ὁ δράσας ὑπόδικός ἐστιν· περὶ δὲ τῆς ὕβρεως, ὡς κοινοῦ τοῦ πράγματος ὄντος, ἔξεστι τῷ βουλομένῳ τῶν πολιτῶν γραψαμένῳ πρὸς τοὺς θεσμοθέτας εἰσελθεῖν εἰς ὑμᾶς.
第二に、他の犯罪については、加害者は被害者本人に対してのみ法的責任を負うのに対し、暴行に関しては、それが公共の事柄であるとして、市民の望む者なら誰でも、テスモテタイに告訴してあなた方の法廷に臨むことができるのです。
§3οὕτω δʼ ἡγήσαντο δεινὸν εἶναι τὸ τύπτειν ἀλλήλους, ὥστε καὶ περὶ τῆς κακηγορίας νόμον ἔθεσαν ὃς κελεύει τοὺς λέγοντάς τι τῶν ἀπορρήτων πεντακοσίας δραχμὰς ὀφείλειν.
お互いを殴り合うことはそれほど恐ろしいことだと彼らは考えたので、名誉毀損についても法律を制定し、禁じられた言葉を言う者には五百ドラクマの支払いを命じています。
καίτοι πηλίκας τινὰς χρὴ ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἔργῳ παθόντων κακῶς, ὅταν ὑπὲρ τῶν λόγῳ μόνον ἀκηκοότων οὕτως ὀργιζόμενοι φαίνησθε;
それなのに、言葉だけで侮辱を聞いた者のためにあなた方がこれほど怒っているとすれば、実際に行動で害を被った者のための刑罰は、どれほど大きくすべきでしょうか。
§4θαυμαστὸν δʼ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δʼ ἐν δημοκρατίᾳ ταὔτʼ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε.
寡頭政のもとで暴行を働いた者たちを死に値すると考えながら、民主政のもとでそれらと同じことを行う者たちを無罰で放免するとしたら、それは驚くべきことです。
καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν·
しかし、彼らこそ正当にもより重い刑罰を受けるべきです。
φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν.
なぜなら、彼らは自らの邪悪さをより明白に示しているからです。
ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτʼ οὐκ ἔξεστι, τί ποτʼ ἂν ἐποίησεν, ὅθʼ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτʼ ἐξαμαρτάνουσιν;
許されていない今でさえ不法をあえて行う者が、都市の支配者たちがそのような過ちを犯す者に感謝さえしていた時代であれば、いったい何をしていたでしょうか。
§5ἴσως οὖν Λοχίτης ἐπιχειρήσει μικρὸν ποιεῖν τὸ πρᾶγμα, διασύρων τὴν κατηγορίαν καὶ λέγων ὡς οὐδὲν ἐκ τῶν πληγῶν κακὸν ἔπαθον, ἀλλὰ μείζους ποιοῦμαι τοὺς λόγους ἢ κατὰ τὴν ἀξίαν τῶν γεγενημένων.
おそらくロキテスは、告訴をこき下ろし、私が打撃から何の害も受けず、起きたことの重要性に比べて言葉を大げさにしていると言って、この件を大したことではないように見せようとするでしょう。
ἐγὼ δʼ εἰ μὲν μηδεμία προσῆν ὕβρις τοῖς πεπραγμένοις, οὐκ ἄν ποτʼ εἰσῆλθον εἰς ὑμᾶς·
しかし私としては、行われたことに何ら暴行が伴っていなかったならば、あなた方の前に出ることは決してなかったでしょう。
νῦν δʼ οὐχ ὑπὲρ τῆς ἄλλης βλάβης τῆς ἐκ τῶν πληγῶν γενομένης, ἀλλʼ ὑπὲρ τῆς αἰκίας καὶ τῆς ἀτιμίας ἥκω παρʼ αὐτοῦ δίκην ληψόμενος,
しかし今、私は打撃から生じた他の実害のためではなく、暴行と辱めのために、彼から罰を受けるべくここに来ています。
§6ὑπὲρ ὧν προσήκει τοῖς ἐλευθέροις μάλιστʼ ὀργίζεσθαι καὶ μεγίστης τυγχάνειν τιμωρίας.
これらに対してこそ、自由市民は最も怒るべきであり、最も重い刑罰が与えられるべきです。
ὁρῶ δʼ ὑμᾶς, ὅταν του καταγνῶθʼ ἱεροσυλίαν ἢ κλοπήν, οὐ πρὸς τὸ μέγεθος ὧν ἂν λάβωσι τὴν τίμησιν ποιουμένους, ἀλλʼ ὁμοίως ἁπάντων θάνατον καταγιγνώσκοντας, καὶ νομίζοντας δίκαιον εἶναι τοὺς τοῖς αὐτοῖς ἔργοις ἐπιχειροῦντας ταῖς αὐταῖς ζημίαις κολάζεσθαι.
私はあなた方が、誰かに神殿荒らしや盗みの有罪判決を下すとき、彼らが盗んだものの大きさに応じて量刑を決めるのではなく、すべて同様に死刑を宣告し、同じ行為を企てる者は同じ刑罰で処罰されるのが正しいと考えているのを見ています。
§7χρὴ τοίνυν καὶ περὶ τῶν ὑβριζόντων τὴν αὐτὴν γνώμην ἔχειν, καὶ μὴ τοῦτο σκοπεῖν, εἰ μὴ σφόδρα συνέκοψαν, ἀλλʼ εἰ τὸν νόμον παρέβησαν, μηδʼ ὑπὲρ τοῦ συντυχόντος μόνον ἀλλʼ ὑπὲρ ἅπαντος τοῦ τρόπου δίκην παρʼ αὐτῶν λαμβάνειν,
したがって、暴行を働く者たちに対しても同じ考えを持つべきであり、彼らがひどく打ちのめしたかどうかを見るのではなく、法律を破ったかどうかを見るべきであり、また、たまたま生じた結果に対してだけでなく、その態度全体に対して彼らから罰を科すべきです。
§8ἐνθυμουμένους ὅτι πολλάκις ἤδη μικραὶ προφάσεις μεγάλων κακῶν αἴτιαι γεγόνασι, καὶ διότι διὰ τοὺς τύπτειν τολμῶντας εἰς τοῦτʼ ἤδη τινὲς ὀργῆς προήχθησαν ὥστʼ εἰς τραύματα καὶ θανάτους καὶ φυγὰς καὶ τὰς μεγίστας συμφορὰς ἐλθεῖν·
これまでに、些細なきっかけがしばしば大きな災厄の原因となってきたこと、また、殴ることをあえてする者たちのせいで、ある人々がすでに激しい怒りに駆られ、負傷や死、追放、そして最大の不幸にまで至ったことを心に留めるべきです。
ὧν οὐδὲν διὰ τὸν φεύγοντα τὴν δίκην ἀγένητόν ἐστιν, ἀλλὰ κατὰ μὲν τὸ τούτου μέρος ἅπαντα πέπρακται, διὰ δὲ τὴν τύχην καὶ τὸν τρόπον τὸν ἐμὸν οὐδὲν τῶν ἀνηκέστων συμβέβηκεν.
これらの災厄のうち、訴追を免れようとしている被告の側には防ぐ意思はなく、彼のなすべきこととしてはすべてが実行されたのですが、幸運と私の控えめな態度のおかげで、取り返しのつかないことは何も起こらなかったのです。
§9ἡγοῦμαι δʼ ὑμᾶς οὕτως ἂν ἀξίως ὀργισθῆναι τοῦ πράγματος, εἰ διεξέλθοιτε πρὸς ὑμᾶς αὐτοὺς ὅσῳ μεῖζόν ἐστι τοῦτο τῶν ἄλλων ἁμαρτημάτων.
あなた方が、この罪が他の過ちよりもどれほど大きいかを自ら熟考するなら、この件に対してそれにふさわしい怒りを抱くことになると私は考えます。
εὑρήσετε γὰρ τὰς μὲν ἄλλας ἀδικίας μέρος τι τοῦ βίου βλαπτούσας, τὴν δʼ ὕβριν ὅλοις τοῖς πράγμασι λυμαινομένην, καὶ πολλοὺς μὲν οἴκους διʼ αὐτὴν διαφθαρέντας, πολλὰς δὲ πόλεις ἀναστάτους γεγενημένας.
というのも、他の不正は生活の一部を損なうだけですが、暴行は事柄全体を台無しにし、これまでに多くの家がこれによって破滅し、多くの都市が荒廃させられてきたことを見出すからです。
§10καὶ τί δεῖ τὰς τῶν ἄλλων συμφορὰς λέγοντα διατρίβειν;
他人の不幸を語って時間を費やす必要がどこにありましょう。
αὐτοὶ γὰρ ἡμεῖς δὶς ἤδη τὴν δημοκρατίαν ἐπείδομεν καταλυθεῖσαν καὶ δὶς τῆς ἐλευθερίας ἀπεστερήθημεν, οὐχ ὑπὸ τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων, ἀλλὰ διὰ τοὺς καταφρονοῦντας τῶν νόμων καὶ βουλομένους τοῖς μὲν πολεμίοις δουλεύειν,
我々自身、これまでに民主政が崩壊するのを二度も目の当たりにし、二度も自由を奪われました。 それは、他の悪徳に手を染めた者たちによってではなく、法律を軽視し、敵に従属することを望む者たちによってだったのです。