§1οὐ προφάσεως ἀπορῶ, διʼ ἥντινα λέγω ὑπὲρ Νικίου τουτουί· καὶ γὰρ φίλος ὤν μοι τυγχάνει καὶ δεόμενος καὶ ἀδικούμενος καὶ ἀδύνατος εἰπεῖν, ὥστε διὰ ταῦτα πάντα ὑπὲρ αὐτοῦ λέγειν ἀναγκάζομαι.
我并不缺少为站在这里的尼基阿斯辩护的理由;因为他恰好是我的朋友,既有求于我,又蒙受冤屈,而且不擅辞令,因此,由于所有这些原因,我不得不代他发言。
§2ὅθεν οὖν τὸ συμβόλαιον αὐτῷ πρὸς Εὐθύνουν γεγένηται, διηγήσομαι ὑμῖν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.
那么,他与尤堤诺斯之间的交易最初是如何发生的,我将尽我所能简短地向诸位叙述。
Νικίας γὰρ οὑτοσί, ἐπειδὴ οἱ τριάκοντα κατέστησαν καὶ αὐτὸν οἱ ἐχθροὶ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξήλειφον, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐνέγραφον, δεδιὼς τὰ παρόντα πράγματα τὴν μὲν οἰκίαν ὑπέθηκε, τοὺς δʼ οἰκέτας ἔξω τῆς γῆς ἐξέπεμψε, τὰ δʼ ἔπιπλα ὡς ἐμὲ ἐκόμισε, τρία δὲ τάλαντα ἀργυρίου Εὐθύνῳ φυλάττειν ἔδωκεν, αὐτὸς δʼ εἰς ἀγρὸν ἐλθὼν διῃτᾶτο.
这位尼基阿斯,在三十人政权建立、他的仇敌将他从享有公民权的人名册中除名,并将其列入与赖桑德在一起的名单时,因为惧怕眼前的局势,便抵押了房产,将仆人们送往境外,把家具运到我这里,并将三塔兰同的银子交给尤堤诺斯保管,而他自己则前往乡间居住。
§3οὐ πολλῷ δὲ χρόνῳ ὕστερον βουλόμενος ἐκπλεῖν ἀπῄτησε τἀργύριον· Εὐθύνους δὲ τὰ μὲν δύο τάλαντα ἀποδίδωσι, τοῦ δὲ τρίτου ἔξαρνος γίγνεται.
此后不久,他因想要乘船出国而要求收回这笔钱;尤堤诺斯归还了两塔兰同,但对第三个塔兰同矢口否认。
ἄλλο μὲν οὖν οὐδὲν εἶχε Νικίας ἐν τῷ τότε χρόνῳ ποιῆσαι, προσιὼν δὲ πρὸς τοὺς ἐπιτηδείους ἐνεκάλει καὶ ἐμέμφετο καὶ ἔλεγεν ἃ πεπονθὼς εἴη.
当时尼基阿斯别无他法,只能去找他的亲友,向他们诉苦、抱怨,并讲述自己的遭遇。
καίτοι οὕτω τοῦτόν τε περὶ πολλοῦ ἐποιεῖτο καὶ τὰ καθεστῶτα ἐφοβεῖτο, ὥστε πολὺ ἂν θᾶττον ὀλίγων στερηθεὶς ἐσιώπησεν ἢ μηδὲν ἀπολέσας ἐνεκάλεσεν.
然而,他既如此看重这个人,又如此惧怕当时的局势,以至于如果他只是损失了少许财物,他宁可尽早保持沉默,也绝不会在没有损失任何东西的情况下提出控诉。
§4τὰ μὲν οὖν γεγενημένα ταῦτʼ ἐστίν.
那么,所发生的事情就是这些。
ἀπόρως δʼ ἡμῖν ἔχει τὸ πρᾶγμα.
但这一案件对我们来说十分棘手。
Νικίᾳ γὰρ οὔτε παρακατατιθεμένῳ τὰ χρήματα οὔτε κομιζομένῳ οὐδεὶς οὔτʼ ἐλεύθερος οὔτε δοῦλος παρεγένετο, ὥστε μήτʼ ἐκ βασάνων μήτʼ ἐκ μαρτύρων οἷόν τʼ εἶναι γνῶναι περὶ αὐτῶν, ἀλλʼ ἀνάγκη ἐκ τεκμηρίων καὶ ἡμᾶς διδάσκειν καὶ ὑμᾶς δικάζειν, ὁπότεροι τἀληθῆ λέγουσιν.
因为在尼基阿斯寄存这笔钱以及收回它的时候,无论是自由人还是奴隶,都没有任何人在场,以至于无论是通过拷问奴隶还是通过证人,都无法查明此事,而我们只能根据推论的证据来进行说明,你们也只能据此进行审判,以判定哪一方说的是真话。
§5οἶμαι δὴ πάντας εἰδέναι ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοί, ἔχοντες δὲ μηδέν, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν.
我想大家都知道,那些擅长辞令却一无所有的人,最喜欢去诬告那些不擅辞令却有能力支付钱财的人。
Νικίας τοίνυν Εὐθύνου πλείω μὲν ἔχει, ἧττον δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι διʼ ὅτι ἂν ἐπήρθη ἀδίκως ἐπʼ Εὐθύνουν ἐλθεῖν.
而尼基阿斯比尤堤诺斯更有钱,但口才却不如他;因此,他绝无可能被无理激起去控告尤堤诺斯。
§6ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι.
此外,任何人仅凭这件事本身就能看出,尤堤诺斯在收到钱后予以否认,比尼基阿斯在没有给钱的情况下进行诬告,要合情理得多。
δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν.
因为显而易见,所有人都是为了利益而作恶。
οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν.
那些侵吞财物的人,得到了他们作恶所追求的东西,而进行控诉的人,甚至不知道自己是否能够得到它。
§7πρὸς δὲ τούτοις, ἀκαταστάτως ἐχόντων τῶν ἐν τῇ πόλει καὶ δικῶν οὐκ οὐσῶν τῷ μὲν οὐδὲν ἦν πλέον ἐγκαλοῦντι, τῷ δὲ οὐδὲν ἦν δέος ἀποστεροῦντι.
此外,在城邦政局混乱、没有法庭审判的情况下,对于控诉者来说毫无益处,而对于侵吞者来说则毫无畏惧。
ὥστε τὸν μὲν οὐδὲν ἦν θαυμαστόν, ὅτε καὶ οἱ μετὰ μαρτύρων δανεισάμενοι ἐξηρνοῦντο, τότε ἃ μόνος παρὰ μόνου ἔλαβεν ἀποστερῆσαι· τὸν δʼ οὐκ εἰκός, ὅτε οὐδʼ οἷς δικαίως ὠφείλετο οἷόν τʼ ἦν πράττεσθαι, τότε ἀδίκως ἐγκαλοῦντα οἴεσθαί τι λήψεσθαι.
因此,在那些有证人在场借债的人都赖账的时候,那个人侵吞他单独从对方一人手中收到的财物,这并无足奇;而另一个人,在那些合理应得债务的人都无法收回欠款的时候,却认为通过不义的控诉能得到些什么,这实在是不合常理。
§8ἔτι δʼ εἰ καὶ μηδὲν αὐτὸν ἐκώλυεν, ἀλλὰ καὶ ἐξῆν καὶ ἐβούλετο συκοφαντεῖν, ὡς οὐκ ἂν ἐπʼ Εὐθύνουν ἦλθε ῥᾴδιον γνῶναι.
再者,即使没有任何事情阻碍他,而且他也既有权力又想去诬告,我们也很容易看出他绝不会针对尤堤诺斯。
οἱ γὰρ τοιαῦτα πράττειν ἐπιθυμοῦντες οὐκ ἀπὸ τῶν φίλων ἄρχονται ἀλλὰ μετὰ τούτων ἐπὶ τοὺς ἄλλους ἔρχονται, καὶ τούτοις ἐγκαλοῦσιν, οὓς ἂν μήτʼ αἰσχύνωνται μήτε δεδίωσι, καὶ οὓς ἂν ὁρῶσι πλουσίους μέν, ἐρήμους δὲ καὶ ἀδυνάτους πράττειν.
因为渴望做这类事的人,绝不会从朋友开始,而是会与朋友联手去对付其他人,并且他们控诉的,是那些他们既不感到羞耻也不惧怕的人,以及那些他们看来虽然富有、却孤立无援且无力应对的人。
§9εὐθύνῳ τοίνυν τἀναντία τούτων ὑπάρχει· ἀνεψιὸς γὰρ ὢν Νικίου τυγχάνει, λέγειν δὲ καὶ πράττειν μᾶλλον δύναται τούτου, ἔτι δὲ χρήματα μὲν ὀλίγα, φίλους δὲ πολλοὺς κέκτηται.
然而,对尤堤诺斯来说,情况恰恰相反;因为他恰好是尼基阿斯的表兄弟,而且比尼基阿斯更有口才和行动力,此外他财产虽少,却有很多朋友。
ὥστʼ οὐκ ἔστιν ἐφʼ ὅντινα ἂν ἧττον ἢ ἐπὶ τοῦτον ἦλθεν· ἐπεὶ ἔμοιγε δοκεῖ, εἰδότι τὴν τούτων οἰκειότητα, οὐδʼ ἂν Εὐθύνους Νικίαν ἀδικῆσαι, εἰ ἐξῆν ἄλλον τινὰ τοσαῦτα χρήματα ἀποστερῆσαι.
因此,最不可能成为他指控目标的人就是他了;因为在我看来,了解他们亲属关系的人都会认为,如果可以侵吞其他任何人的这么多钱,即便是尤堤诺斯也不会去伤害尼基阿斯。
§10νῦν δʼ ἀρχαιότερον ἦν αὐτοῖς τὸ πρᾶγμα.
但在实际情况下,事情对他们来说是预先确定的。
ἐγκαλεῖν μὲν γὰρ ἔξεστιν ἐξ ἁπάντων ἐκλεξάμενον, ἀποστερεῖν δʼ οὐχ οἷόν ἄλλον ἢ τὸν παρακαταθέμενον.
因为在提出指控时,人们可以从所有人中进行选择,而侵吞财物时,除了寄存者之外,不可能对其他人下手。
ὥστε Νικίας μὲν συκοφαντεῖν ἐπιθυμῶν οὐκ ἂν ἐπὶ τοῦτον ἦλθεν, Εὐθύνους δʼ ἀποστερεῖν ἐπιχειρῶν οὐκ ἄλλον εἶχεν.
因此,尼基阿斯即使想诬告,也绝不会针对这个人,而尤堤诺斯企图侵吞时,却别无选择。