← イソクラテス

エウテュヌスを駁す

§1-10

寄託の経緯とエウテュノスによる横領の立証

ニキアスが財産をエウテュノスに預けた経緯と、その一部が横領された経緯を説明し、当時の情勢や当事者たちの人間関係から、横領を行ったのがエウテュノスであり、ニキアスが虚偽の告発をしているのではないことを論理的に証明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

οὐ προφάσεως ἀπορῶ, διʼ ἥντινα λέγω ὑπὲρ Νικίου τουτουί· καὶ γὰρ φίλος ὤν1 μοι τυγχάνει καὶ δεόμενος καὶ ἀδικούμενος καὶ ἀδύνατος εἰπεῖν, ὥστε διὰ ταῦτα πάντα ὑπὲρ αὐτοῦ λέγειν ἀναγκάζομαι.

私は、ここにいるニキアスのために弁明することについて、口実に困っているわけではありません。なぜなら、彼は私の友人であり、また助けを必要とし、不当な扱いを受け、話すこともできない状態にあるからです。それゆえ、これらすべての理由から、私は彼に代わって発言せざるを得ないのです。

§2

ὅθεν οὖν τὸ συμβόλαιον αὐτῷ πρὸς Εὐθύνουν γεγένηται, διηγήσομαι ὑμῖν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων. Νικίας γὰρ οὑτοσί, ἐπειδὴ οἱ τριάκοντα κατέστησαν καὶ αὐτὸν οἱ ἐχθροὶ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξήλειφον, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐνέγραφον, δεδιὼς τὰ παρόντα πράγματα τὴν μὲν οἰκίαν ὑπέθηκε, τοὺς δʼ οἰκέτας ἔξω τῆς γῆς ἐξέπεμψε, τὰ δʼ ἔπιπλα ὡς ἐμὲ ἐκόμισε, τρία δὲ τάλαντα ἀργυρίου Εὐθύνῳ φυλάττειν ἔδωκεν, αὐτὸς δʼ εἰς ἀγρὸν ἐλθὼν διῃτᾶτο.

それで、そもそも彼とエウテュノスの間でどのように取引が生じたのか、できる限り簡潔に皆さんにお話ししましょう。このニキアスは、三十人政権が樹立され、彼の敵たちが彼を市民権の登録から抹消し、リュサンドロスとの名簿に登録したとき、当時の不穏な情勢を恐れて、家を抵当に入れ、召使いたちを国外に送り出し、家具は私のところに運び、そして三タラントの銀をエウテュノスに保管するために預け、自身は田舎に行って暮らしていました。

§3

οὐ πολλῷ δὲ χρόνῳ ὕστερον βουλόμενος ἐκπλεῖν ἀπῄτησε τἀργύριον· Εὐθύνους δὲ τὰ μὲν δύο τάλαντα ἀποδίδωσι, τοῦ δὲ τρίτου ἔξαρνος γίγνεται. ἄλλο μὲν οὖν οὐδὲν εἶχε Νικίας ἐν τῷ τότε χρόνῳ ποιῆσαι, προσιὼν δὲ πρὸς τοὺς ἐπιτηδείους ἐνεκάλει καὶ ἐμέμφετο καὶ ἔλεγεν ἃ πεπονθὼς εἴη. καίτοι οὕτω τοῦτόν τε περὶ πολλοῦ ἐποιεῖτο καὶ τὰ καθεστῶτα ἐφοβεῖτο, ὥστε πολὺ ἂν θᾶττον ὀλίγων στερηθεὶς ἐσιώπησεν ἢ μηδὲν ἀπολέσας ἐνεκάλεσεν.2

それから間もない頃、彼は船出を望んでその金を返還するよう求めました。しかし、エウテュノスは二タラントは返したものの、三番目のタラントについては「受け取っていない」と言い張りました。当時ニキアスには他にどうすることもできなかったので、知人たちのもとへ行って不満を訴え、非難し、自分が受けた仕打ちを語りました。しかしながら、彼はエウテュノスを非常に重んじており、また当時の体制を恐れていたので、少しの額を失っただけであれば、何も失わずに訴えを起こすよりは、はるかに早く沈黙していたことでしょう。

§4

τὰ μὲν οὖν γεγενημένα ταῦτʼ ἐστίν. ἀπόρως δʼ ἡμῖν ἔχει τὸ πρᾶγμα. Νικίᾳ γὰρ οὔτε παρακατατιθεμένῳ τὰ χρήματα οὔτε κομιζομένῳ οὐδεὶς οὔτʼ ἐλεύθερος οὔτε δοῦλος παρεγένετο, ὥστε μήτʼ ἐκ βασάνων μήτʼ ἐκ μαρτύρων οἷόν τʼ εἶναι γνῶναι περὶ αὐτῶν, ἀλλʼ ἀνάγκη ἐκ τεκμηρίων καὶ ἡμᾶς διδάσκειν καὶ ὑμᾶς δικάζειν, ὁπότεροι τἀληθῆ λέγουσιν.

さて、起こった出来事はこの通りです。しかし、この件において私たちは苦境に立たされています。というのも、ニキアスが金を預けたときも、それを受け取ったときも、自由人も奴隷も誰も立ち会っていなかったため、奴隷の拷問によっても証人によっても、この件について明らかにする方法がないからです。したがって、どちらが真実を述べているかについて、私たちは推測される証拠から説明し、皆さんはそれに基づいて裁くしかないのです。

§5

οἶμαι δὴ πάντας εἰδέναι ὅτι μάλιστα συκοφαντεῖν ἐπιχειροῦσιν οἱ λέγειν μὲν δεινοί, ἔχοντες δὲ μηδέν, τοὺς ἀδυνάτους μὲν εἰπεῖν, ἱκανοὺς δὲ χρήματα τελεῖν. Νικίας τοίνυν Εὐθύνου πλείω μὲν ἔχει, ἧττον δὲ δύναται λέγειν· ὥστε οὐκ ἔστι διʼ ὅτι ἂν ἐπήρθη ἀδίκως ἐπʼ Εὐθύνουν ἐλθεῖν.

弁論に巧みで財産のない者たちが、話すことはできないが金を支払う能力のある人々を、好んで不当に告訴(シコファンテイア)しようとするのは、誰もが知っていることと思います。さて、ニキアスはエウテュノスよりも多くの財産を持っていますが、話す能力は劣っています。ですから、彼が不当にエウテュノスを告発しようとする動機があったはずはありません。

§6

ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν.

さらに、事態そのものから見ても、エウテュノスが金を受け取っておきながらそれを否定する可能性の方が、ニキアスが与えてもいないのに告発する可能性よりも、はるかに高いことは明らかでしょう。なぜなら、誰もが悪事を働くのは利益のためだからです。現に、金を横領する者は、悪事を働く目的そのものであるところの金を手に入れますが、告発する者は、自分がそれを受け取れるかどうかさえ分からないのです。

§7

πρὸς δὲ τούτοις, ἀκαταστάτως ἐχόντων τῶν ἐν τῇ πόλει καὶ δικῶν οὐκ οὐσῶν τῷ μὲν οὐδὲν ἦν πλέον ἐγκαλοῦντι, τῷ δὲ οὐδὲν ἦν δέος ἀποστεροῦντι. ὥστε τὸν μὲν οὐδὲν ἦν θαυμαστόν, ὅτε καὶ οἱ μετὰ μαρτύρων δανεισάμενοι ἐξηρνοῦντο, τότε ἃ μόνος παρὰ μόνου ἔλαβεν ἀποστερῆσαι· τὸν δʼ3 οὐκ εἰκός, ὅτε οὐδʼ οἷς δικαίως ὠφείλετο οἷόν τʼ ἦν πράττεσθαι, τότε ἀδίκως ἐγκαλοῦντα οἴεσθαί τι λήψεσθαι.

その上、市内の情勢が混乱し、裁判も行われていなかった当時、告発する者には何の利益もなく、横領する者には何の恐れもありませんでした。したがって、証人を立てて借金した者たちでさえそれを否定していた時期に、彼が差し向かいの二人だけで受け取ったものを横領したとしても全く不思議はありませんが、正当に返済されるべき債権者でさえ回収できなかった時期に、彼が不当な告発をすることで何かを得られると考えるのは、およそあり得ないことです。

§8

ἔτι δʼ εἰ καὶ μηδὲν αὐτὸν ἐκώλυεν, ἀλλὰ καὶ ἐξῆν καὶ ἐβούλετο συκοφαντεῖν, ὡς οὐκ ἂν ἐπʼ Εὐθύνουν ἦλθε ῥᾴδιον γνῶναι. οἱ γὰρ τοιαῦτα πράττειν ἐπιθυμοῦντες οὐκ ἀπὸ τῶν φίλων ἄρχονται ἀλλὰ μετὰ τούτων ἐπὶ τοὺς ἄλλους ἔρχονται, καὶ τούτοις ἐγκαλοῦσιν, οὓς ἂν μήτʼ αἰσχύνωνται μήτε δεδίωσι, καὶ οὓς ἂν ὁρῶσι πλουσίους μέν, ἐρήμους δὲ καὶ ἀδυνάτους πράττειν.

その上、たとえ何の障害もなく、告訴することが許され、またそれを望んでいたとしても、彼がエウテュノスを告発することはなかったであろうことは、容易に理解できます。なぜなら、そのようなことを企てる者たちは、友人から始めるのではなく、友人たちと結託して他者に向かうものであり、また、気後れも恐れもしない相手、そして、裕福ではあるものの、孤立して対処する能力がないと見える相手を告発するものだからです。

§9

εὐθύνῳ τοίνυν τἀναντία τούτων ὑπάρχει· ἀνεψιὸς γὰρ ὢν Νικίου τυγχάνει, λέγειν δὲ καὶ πράττειν μᾶλλον δύναται τούτου, ἔτι δὲ χρήματα μὲν ὀλίγα, φίλους δὲ πολλοὺς κέκτηται. ὥστʼ οὐκ ἔστιν ἐφʼ ὅντινα ἂν ἧττον ἢ ἐπὶ τοῦτον ἦλθεν· ἐπεὶ ἔμοιγε δοκεῖ, εἰδότι τὴν τούτων οἰκειότητα, οὐδʼ ἂν Εὐθύνους Νικίαν ἀδικῆσαι,4 εἰ ἐξῆν ἄλλον τινὰ τοσαῦτα χρήματα ἀποστερῆσαι.

ところが、エウテュノスにとっては、これらとは全く逆の状況が成り立っています。彼はニキアスの従兄弟であり、彼よりも話すことも行動することもでき、さらには財産は少ないものの、多くの友人を抱えています。ですから、彼以上にニキアスが告発しそうにない相手はいません。実際、彼らの親族関係を知っている私としては、もし他の誰かからこれほどの大金を奪うことができたのであれば、エウテュノスとてニキアスを不当に扱うことはなかっただろうとさえ思われます。

§10

νῦν δʼ ἀρχαιότερον ἦν αὐτοῖς τὸ πρᾶγμα. ἐγκαλεῖν μὲν γὰρ ἔξεστιν ἐξ ἁπάντων ἐκλεξάμενον, ἀποστερεῖν δʼ οὐχ οἷόν ἄλλον ἢ τὸν παρακαταθέμενον. ὥστε Νικίας μὲν συκοφαντεῖν ἐπιθυμῶν οὐκ ἂν ἐπὶ τοῦτον ἦλθεν, Εὐθύνους δʼ ἀποστερεῖν ἐπιχειρῶν οὐκ ἄλλον εἶχεν.

しかし現実には、二人の状況はあらかじめ決定されていました。というのも、告発する際にはすべての人々の中から選ぶことができますが、横領する際には金を預けてくれた本人以外の誰からも奪うことはできないからです。したがって、ニキアスは不当な告訴を望んでいたとしてもエウテュノスを狙うことはなかったでしょうが、エウテュノスは横領を企てるにあたって、他の誰を選ぶこともできなかったのです。

構文注4 件
  1. 1φίλος ὤν

    動詞 τυγχάνει にかかる補足分詞であり、φίλος ὤν のほか、続く δεόμενος, ἀδικούμενος, ἀδύνατος もこの動詞の補語として並列されている。

  2. 3ὥστε πολὺ ἂν θᾶττον ὀλίγων στερηθεὶς ἐσιώπησεν ἢ μηδὲν ἀπολέσας ἐνεκάλεσεν

    接続詞 ὥστε が導く結果節の中に、過去の事実に対する反実仮想(ἄν +直説法過去)が用いられている構文。条件は分詞 στερηθείς(「奪われていたならば」)と ἀπολέσας(「失っていたならば」)によって表されている。助詞 ἄν は ἐσιώπησεν だけでなく、比較級 ἤ の後部にある ἐνεκάλεσεν にも共通してかかっており、全体として「(もし前者なら)沈黙したであろうし、(もし後者なら)告発したであろう」という対比をなす。

  3. 7τὸν μὲν ... τὸν δʼ

    非人称表現 οὐδὲν ἦν θαυμαστόν(驚くべきことではなかった)および οὐκ εἰκός [ἦν](ありそうになかった)に導かれる対格不定詞構文(Accusative with Infinitive)の主語。τὸν μὲν は ἀποστερῆσαι の意味上の主語(エウテュノスを指す)であり、τὸν δʼ は οἴεσθαι の意味上の主語(ニキアスを指す)である。

  4. 9οὐδʼ ἂν Εὐθύνους Νικίαν ἀδικῆσαι

    主節の思考動詞 δοκεῖ に依存する間接話法の不定詞構文。直接話法における過去の反実仮想の帰結節 οὐδʼ ἂν ... ἠδίκησεν(「〜を不当に扱わなかったであろう」)が、不定詞 ἀδικῆσαι と ἄν の組み合わせに転換されている。条件節は続く εἰ ἐξῆν(「もし可能であったなら」)である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0010.tlg001.humanitext-grc2:1-10