Humanitext Reader

普鲁塔克 · 《蒂迈欧篇》中灵魂的产生(摘要) §5-6

宇宙灵魂的构成元素、调和及其机能

第 2 段,共 2 段 · 希腊语

内容简介

引用柏拉图《蒂迈欧篇》的内容,阐述宇宙灵魂中“同一”、“他者”及中间实体的混合,说明它们如何对应灵魂的评判与运动能力,并指出宇宙身体中四元素的调和是灵魂比例调和的影像。

§5οὕτω δέ πως καὶ Πλάτων διασαφεῖ τοῖς ὀνόμασιν·
柏拉图也通过他的词语以某种方式澄清了这一点。
οὗτος γάρ φησι παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι.
因为他说:“根据我的表决所计算出的这一言说,作为摘要予以给出:在天生成之前,有、空间和生成就已经作为三个事物以三种方式存在了。
χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν, τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν εἰκόνας.
”因为他将物质称为“空间”,有时也称为“座”和“容器”;而将“有”称为理智者;至于尚未生成的宇宙的“生成”,他认为它不外乎是处于变化和运动中的实体,被安置于塑造者和被塑造者之间,将那里的影像传达到这里。
διά τε δὴ ταῦτα μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φανταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν ἡ γὰρ αἰσθητικὴ κίνησις ἰδία ψυχῆς οὖσα κινεῖται πρὸς τὸ αἰσθητὸν ἐκτός·
也正因为这些原因,它被称为“可分割的”,并且因为感觉者与感觉对象、想象者与想象对象必然相互分配并共存。 因为感觉运动是灵魂所特有的,它朝向外部的感觉对象而运动。
ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφʼ ἑαυτοῦ μόνιμος ἦν καὶ ἀκίνητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατήσας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φοράν, περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος.
而理智自身本是稳定且不动的,但在进入灵魂并取得支配地位后,它将灵魂引向自身,并完成圆周运动,这一运动在恒常存留者周围,最紧密地接触着“有”。
διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν.
因此,它们的结合也变得难以调和,它将可分割者与不可分割者混合,将朝各方运转者与决不动摇者混合,并强迫“他者”与“同一”合而为一。
ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλʼ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος.
但“他者”并不是运动,正如“同一”不是静止一样,而是差异和非类似性的原理。
ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος καὶ μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν εἰσὶ δʼ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν.
因为每一者都源于另一原理, “同一”源于“一”,而“他者”源于“二”;它们首先在灵魂周围混合,由数目、比例和和谐的中项结合在一起,并且“他者”在“同一”中产生时造成差异,而“同一”在“他者”中产生时造成秩序,正如在灵魂的第一批力量中可以明显看出的那样;这些力量就是评判能力和运动能力。
ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων· ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτόν, ἐν δὲ τοῖς περὶ γῆν τοὐναντίον.
因此,运动在天体上立即展现出来,在“同一性”中通过恒星的旋转展现“他者性”,而在“他者性”中通过行星的秩序展现“同一性”;因为在前者中 “同一”占主导地位,而在地球周围则相反。
ἡ δὲ κρίσις ἀρχὰς μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ τὴν αἴσθησιν ἀπὸ τοῦ ἑτέρου πρὸς τὰ καθʼ ἕκαστα.
另一方面,评判具有两个原理:源于“同一”朝向普遍者的理智,以及源于“他者”朝向个别者的感觉。
μέμικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γινόμενος ἐν τοῖς αἰσθητοῖς· ὀργάνοις τε μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δʼ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν.
由这两者混合而成了言说,它在理智者中成为“理知”,在感觉者中成为“臆见”;它还使用介于中间的工具——表象和记忆,其中一者在“同一”中制造“他者”,另一者在“他者”中制造“同一”。
ἔστι γὰρ ἡ μὲν νόησις κίνησις τοῦ νοοῦντος; περὶ τὸ μένον, ἡ δὲ δόξα μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον· φαντασίαν δὲ συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνήμῃ τὸ ταὐτόν· τὸ δὲ θάτερον κινεῖ πάλιν ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος ἐφαπτόμενον.
因为理知是理知者在留存者周围的运动,而臆见是感觉者在运动者周围的静止;同一者将作为臆见与感觉之结合的表象固定在记忆中;而他者则在过去与现在的差异中再次驱动它,同时触及他者性和同一性。
§6δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύντηξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας; ἐν διηρμόσατο τὴν ψυχήν.
而且,应当将围绕宇宙身体发生的熔合视为神调和灵魂所用比例关系的影像。
ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ, χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δʼ ὅλως ἄκρατον καὶ ἀσύστατον· ὅθεν ἐν μέσῳ θέμενος αὐτῶν τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δʼ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν εἶτα διὰ τούτων ἐκεῖνα πρός τε ταῦτα καὶ ἄλληλα συνέμιξε καὶ συνήρμοσεν.
因为在身体那里,火与地是两极,具有难以相互混合的本性,或者更确切地说,完全是不可混且不结合的;因此神在它们中间,将空气置于火之前,将水置于地之前,首先将这些彼此混合,然后通过这些将那些两极与这些以及彼此混合并调和起来。
ἐνταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν οὐ διʼ αὑτῶν, ἀλλʼ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ τοῦ ταὐτοῦ, πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε τῆς ψυχῆς εἶδος, ὡς· ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπεργασάμενος.
在这里,神再次将同一与他者这两个相反的力量和对抗的两极结合在一起,不是直接结合,而是通过中间的另一个实体,将不可分割的实体置于同一之前,将可分割的实体置于他者之前,安排每一者适合于每一者;然后,在这些实体已经混合之后,再将它们进一步混合在一起,如此织就了灵魂的整个形式,并在可能的范围内,从不同者中制成相似者,从多中制成一。

词汇与语法注释

  1. 1032aπαρὰ τῆς ἐμῆς ψήφου — 介词 παρὰ 接属格表示“从……一方”,在此作为司法比喻,意为“根据我的投票(判定)”。这引用自柏拉图《蒂迈欧篇》52d,表达了基于自身确信做出的判定。
  2. 1032bγένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν — 此部分是前句动词 καλεῖ(称为)宾语的宾格结构的延续。主语是承接上文的柏拉图,句意为“[他将]尚未生成的宇宙的‘生成’[称为]不外乎是处于变化和运动中的实体”。
  3. 1032dὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δʼ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν — 关系代词 ὧν(属格、复数、阴性)指代紧邻的先行词 φαντασίαις τε καὶ μνήμαις(表象与记忆)。接下来的对比结构中,τὰ μὲν 指代“前者(表象)”,τὰ δʼ 指代“后者(记忆)”,分别表示“前者在同一中制造他者”,“后者在他者中制造同一”。
  4. 1032eεἰκόνα λαβεῖν τῆς ἀναλογίας, ᾗ διηρμόσατο τὴν ψυχήν — 与格关系代词 ᾗ 指代先行词 τῆς ἀναλογίας(比例关系)。这是工具/手段与格(“借此”),表明造物主(语境中的主语)“借此(比例关系)调和了灵魂”。

引用这一段

普鲁塔克, 《蒂迈欧篇》中灵魂的产生(摘要) §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg135.humanitext-grc2:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。