§5οὕτω δέ πως καὶ Πλάτων διασαφεῖ τοῖς ὀνόμασιν·
このようにプラトンもまた言葉によってある程度明確に示している。
οὗτος γάρ
φησι
παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι.
なぜなら、彼は言う。 「私の投票に従って計算されたこの言説が、要約として、天が生成する前にも、有と場所と生成という三つのものが三通りに存在していた、と与えられよう」と。
χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν, τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν εἰκόνας.
なぜなら、彼は物質を「場所」と呼び、それは時として「座」や「受容体」とも呼ばれ、知的対象を「有」と呼び、宇宙がまだ生成していない時の「生成」とは、形作るものと形作られるものの中間に配置され、あちらからの似像をこちらへ伝える、変化と運動の中にある本質以外の何ものでもないからである。
διά τε δὴ ταῦτα μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φανταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν ἡ γὰρ αἰσθητικὴ κίνησις ἰδία ψυχῆς οὖσα κινεῖται πρὸς τὸ αἰσθητὸν ἐκτός·
そしてまさにこれらの理由から、それは「分割可能」と名付けられたのであり、また、感覚されるものには感覚するものが、想像されるものには想像するものが、必然的に共に分配され、共在するからである。 なぜなら、感覚の運動は魂に固有のものであり、外部の感覚対象へと向かって動くからである。
ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφʼ ἑαυτοῦ μόνιμος ἦν καὶ ἀκίνητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατήσας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φοράν, περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος.
一方、知性そのものはそれ自体で留まり不動であるが、魂の内に生じて支配を確立すると、魂を自分自身へと立ち返らせ、円運動を完遂させる。 この円運動は、常に留まり続ける「有」の周囲で、これに最も緊密に触れるものである。
διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν.
それゆえ、それらの共同は混ざり合いにくいものとなった。 というのも、それは分割不可能なものに分割可能なものを、いかなる意味でも動かないものにあらゆる方向に運ばれやすいものを混合し、他方を同一なるものへと合流させるよう強制したからである。
ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλʼ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος.
しかし、「他者」は運動ではなく(「同一」が静止ではないのと同様に)、差異と非類似性の原理であった。
ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος καὶ μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν εἰσὶ δʼ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν.
なぜなら、それぞれはもう一方の原理から下ってきているからである。 すなわち、一方の「同一」は「一」から、他方の「他者」は「二」から下ってきており、ここで初めて魂の周囲に混合され、数と比例、および調和的な中間によって結びつけられたのである。 そして、「他者」は「同一」の内に生じることで差異を生み出し、逆に「同一」は「他者」の内に秩序を生み出す。 このことは、魂の第一の能力、すなわち判断力と運動力において明らかである。
ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων·
したがって、運動は天において直ちに示される。 すなわち、「同一性」においては「他者性」が恒星天の回転によって示され、「他者性」においては「同一性」が惑星の秩序によって示される。
ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτόν, ἐν δὲ τοῖς περὶ γῆν τοὐναντίον.
なぜなら、前者においては「同一」が支配的であり、地球の周囲においてはその逆だからである。
ἡ δὲ κρίσις ἀρχὰς μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ τὴν αἴσθησιν ἀπὸ τοῦ ἑτέρου πρὸς τὰ καθʼ ἕκαστα.
一方、判断は二つの原理を持つ。 すなわち、普遍に向かう「同一」からの知性と、個物に向かう「他者」からの感覚である。
μέμικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γινόμενος ἐν τοῖς αἰσθητοῖς·
そして、これら両方からロゴスが混合されて生じ、それは知的対象においては「知」となり、感覚対象においては「意見」となる。
ὀργάνοις τε μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δʼ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν.
そして、中間にある道具として表象や記憶を用い、これらの一方は「同一」の中に「他者」を作り出し、他方は「他者」の中に「同一」を作り出す。
ἔστι γὰρ ἡ μὲν νόησις κίνησις τοῦ νοοῦντος; περὶ τὸ μένον, ἡ δὲ δόξα μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον·
なぜなら、知とは留まるものの周囲における知るものの運動であり、意見とは動くものの周囲における感覚するものの静止だからである。
φαντασίαν δὲ συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνήμῃ τὸ ταὐτόν· τὸ δὲ θάτερον κινεῖ πάλιν ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος ἐφαπτόμενον.
そして表象とは意見と感覚の複合であるが、これを記憶の中に固定するのが「同一」であり、他方、「他者」は、以前と今との差異においてそれを再び動かし、他者性と同一性の双方に同時に触れるのである。
§6δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύντηξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας; ἐν διηρμόσατο τὴν ψυχήν.
また、宇宙の身体の周囲で生じた融和を、神が魂を調和させたあの比例関係の比喩として捉えるべきである。
ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ, χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δʼ ὅλως ἄκρατον καὶ ἀσύστατον·
なぜなら、あちらにおいては、火と地が両極であり、これらは互いに混ざり合いにくい性質、というより全体として全く混合不可能で結合不可能な性質を持っていたからである。
ὅθεν ἐν μέσῳ θέμενος αὐτῶν τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δʼ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν εἶτα διὰ τούτων ἐκεῖνα πρός τε ταῦτα καὶ ἄλληλα συνέμιξε καὶ συνήρμοσεν.
それゆえ、それらの中間に、火の手前に空気を、地の手前に水を配置し、まずこれらを互いに混合し、次いでこれらを通じてあちらの両極をこれらおよび互いと混ぜ合わせ、調和させたのである。
ἐνταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν οὐ διʼ αὑτῶν, ἀλλʼ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ τοῦ ταὐτοῦ, πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε τῆς ψυχῆς εἶδος, ὡς· ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπεργασάμενος.
そしてこちらにおいてもまた、同一と他者という、反対の力であり対立する両極を、それら自体によって直接ではなく、中間に置かれたもう一つの本質を通じて結合した。 すなわち、同一の手前に分割不可能な本質を、他方の手前に分割可能な本質を、それぞれに適したものをそれぞれに配置し、次いでこれらが混合されたものにさらに混ぜ合わせて、このようにして可能な限り、多様なものから類似したものを、多くのものから一つのものを創り出し、魂の全体の形を織り成したのである。