Humanitext Reader

普鲁塔克 · 《蒂迈欧篇》中灵魂的产生(摘要) §1-4

灵魂的生成诸说批判及其二重本性

第 1 段,共 2 段 · 希腊语

内容简介

本节讨论了《蒂迈欧篇》中的灵魂生成,批评了包括波塞冬纽斯及数目说在内的各种解释,并论证了灵魂的双重运动(理智运动与感觉臆见运动)源于其不可分割与可分割的双重实体构成。

§1ὁ περὶ τῆς ἑν τῷ Τιμαίῳ ψυχογονίας ἐπιγεγραμμένος λόγος, ὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφιλοτίμηται, ἀπαγγέλλει· εἰσάγει δὲ καὶ γεωμετρικάς τινας ἀναλογίας καὶ ὁμοιότητας, πρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ, καὶ δὴ καὶ μουσικὰ καὶ ἀριθμητικὰ θεωρήματα.
题为《论〈蒂迈欧篇〉中的灵魂生成》的论著,报告了柏拉图及柏拉图主义者们极力探求的一切内容;它还引入了某些几何比例和相似性(正如他自己所认为的那样,这些比例和相似性有助于他对灵魂的观照),以及音乐和算术的定理。
§2λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι· καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη.
他说物质是由灵魂塑造的,并赋予宇宙灵魂,同时也赋予每个生物支配其自身的灵魂;他一方面将这灵魂引入为无生的,另一方面又将其引入为屈从于生成的;他认为物质是永恒的,是通过灵魂由神所塑造的;他还说邪恶是物质的产物,他说,这是为了不让神被认作是邪恶的原因。
§3ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι επιτομε λιβρι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα·
波塞冬纽斯及其追随者并没有使灵魂远离物质,而是接受了与物体有关的界限之实体([书的摘要] 可分割的实体)并将这些与理智者混合,宣告灵魂是往各方延伸之物的理念,根据包含和谐的数目而构成。
τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι· τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν.
因为数学对象被置于第一理智者与感觉者之间;由于灵魂通过理智者拥有永恒,通过感觉者拥有受动性,其本存在于中间是合适的。
ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις.
因为他们也忽略了,神在灵魂已经完成之后,才利用物体的界限来塑造物质,用由三角形拼合而成的表面来界定并包围物质那涣散且无联结的本性。
ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη·
但将灵魂视作理念更为荒谬;因为一者恒动,另一者不动,且一者不与感觉者混合,另一者则与身体结合在一起。
πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός.
此外,神对于理念而言是作为样板的模仿者,而对于灵魂而言则是作为成品的创造者。
ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται.
至于柏拉图并不把灵魂的本质定为数目,而是由数目予以整理,这在此前已经说过了。
§4πρὸς δʼ ἀμφοτέροις τούτοις κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν.
这两派观点共同的缺陷在于,不论是在界限还是在数目中,都没有任何由其天然能对感觉对象作出判断的那种力量的痕迹。
νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητικὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς; ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδʼ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγινόμενον.
因为,由于分有理智的原理,灵魂中产生出了理智和理智能力,而臆见、信念、想象力以及受动性则是由身体周围的性质所产生的,任何人都不可能设想这些性质是单单从一(点)、线或面中产生的。
καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ τὴν τοῦ κόσμου φησὶν ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ ἄν τι ταὐτὸν καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει, καὶ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν.
而且,不仅凡人的灵魂具有对感觉对象的认知力量,他也说宇宙的灵魂自身回旋,每当触及具有涣散实体之物,或触及不可分割之物时,通过其自身整体的活动,说出什么与什么相同,以及与什么不同,最主要在何种关系中、在何处、如何发生,以及这些生成之物对于每一个别事物而言如何存在且受动。
ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ.
在这些话中,他同时勾勒出了十个范畴,并在随后的内容中更充分地予以澄清。
λόγος γάρ φησιν ἀληθής, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δʼ αὖ πάλιν περὶ τὸ λογιστικὸν καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται.
他说,因为当真实的言说关乎感觉对象,且“他者”的圆轨道端正运行并向灵魂各处传达时,便会产生坚定而真实的臆见和信念;而当关乎理智(理性),且“同一”的圆轨道运行顺畅并表明这些内容时,科学(知识)便必然得以完成。
τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐάν, ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς; ἐρεῖ.
至于这两者在存在物中得以产生的场所,若有人将其称为灵魂以外的其他东西,他将说出一切,除了真相。
πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητικῆς ἐκείνης καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν, μὴ θεμένους;
那么,灵魂从何处获得这种对感觉对象的知觉且能形成臆见的运动(此运动与那最终达成科学的理智运动不同)呢?
βεβαίως ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένης τῆς τε κρείττονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῶν αἰσθητῶν κίνησιν, οὐ γενομένην ἀλλʼ ὑφεστῶσαν ἀίδιον, ὥσπερ ἡ ἑτέρα.
这很难说明,除非我们坚定地假设:他现在所建构的并非单纯的灵魂,而是宇宙的灵魂,它由作为基础的更优越且不可分割的实体,以及那被他称为物体周围可分割的较劣等实体(它不外乎是对感觉对象的臆见、想象和共鸣的运动,并非产生出来的,而是作为永恒而存在的,正如另一者一样)所构成。
τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν· ἀλλʼ ἐκεῖνο μὲν ἀκίνητον καὶ ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν· τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης.
因为其本性在具有理智部分的同时,也具有臆见部分;然而,前者是不动的、不受动的,且建立在恒常存留的实体周围,而后者则是可分割的、游移不定的,因为它接触到那被承载且涣散的物质。
οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλʼ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντεχομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν.
因为感觉对象既未分配到秩序,而是无形且无限定的,而那被派驻于此的力量既没有清晰的臆见,也没有将其全部运动予以整理,而是多为梦幻般的、偏离常轨的、扰乱身体特征的,除非偶然间碰到了较好的部分;因为它介于两者之间,对两者都具有共鸣和同类的本性,一方面依附于物质的感觉方面,另一方面依附于理智者的评判方面。

词汇与语法注释

  1. 1030eὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφιλοτίμηται — 与格 `Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς` 与完了时态被动语态动词 `πεφιλοτίμηται` 连用,表示行为的主体,属于施事与格(dative of agent)。
  2. 1030eπρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ — 与格代词 `αὐτῷ` 取决于分词 `συντεινούσας`(或表示与主体行为的利益关系),意为“对他而言有助于灵魂的观照”。
  3. 1031aτῆς τε ψυχῆς ... προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν — `τῆς τε ψυχῆς ... ἐχούσης` 是表示原因的属格独立结构(genitive absolute),而紧随其后的 `προσῆκον` 则是非人称分词中性单数形式的对格独立结构(accusative absolute),表示伴随情况或因果结论,意为“其本存在于中间是合适的”。
  4. 1031aἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς ... χρώμενος — 动词 `λανθάνω`(此处为 `ἔλαθε`)与分词 `χρώμενος` 结合,构成经典句式,表示主语的动作(神在使用)未被宾语(他们)所察觉,即“他们也忽略了神正在使用……”。
  5. 1031dτούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐάν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ — 双数主格(或对格)`τούτω` 指代前文提到的“臆见”与“学知”。`ἐν ᾧ` 的先行词是后面的 `αὐτό`,指代这两者产生的“场所”(即灵魂)。
  6. 1031eπόθεν οὖν ἔσχεν ἡ ψυχὴ ... ἔργον εἰπεῖν, μὴ θεμένους βεβαίως ὅτι — 短语 `ἔργον εἰπεῖν` 是一个惯用表达,意为“要说出来是一件难事”。分词 `μὴ θεμένους` 带有否定词 `μή`,起条件分词作用(“如果不确信地假设……”),并以随后的 `ὅτι` 从句作为其宾语。

引用这一段

普鲁塔克, 《蒂迈欧篇》中灵魂的产生(摘要) §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg135.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。