§1ὁ περὶ τῆς ἑν τῷ Τιμαίῳ ψυχογονίας ἐπιγεγραμμένος λόγος, ὅσα Πλάτωνι καὶ τοῖς Πλατωνικοῖς πεφιλοτίμηται, ἀπαγγέλλει·
『ティマイオス』における魂の生成についてと題された議論は、プラトンやプラトン主義者たちが熱心に追求した事柄を報告している。
εἰσάγει δὲ καὶ γεωμετρικάς τινας ἀναλογίας καὶ ὁμοιότητας, πρὸς τὴν τῆς ψυχῆς ὡς οἴεται θεωρίαν συντεινούσας αὐτῷ, καὶ δὴ καὶ μουσικὰ καὶ ἀριθμητικὰ θεωρήματα.
そして、幾何学的な比例や類似性(これらは、彼自身が考えているように、彼にとって魂の観照に寄与するものであるが)を導入し、さらには音楽的および数論的な定理をも導入している。
§2λέγει δὲ τὴν ὕλην διαμορφωθῆναι ὑπὸ τῆς ψυχῆς καὶ δίδωσι μὲν τῷ παντὶ ψυχήν, δίδωσι δὲ καὶ ἑκάστῳ ζῴῳ τὴν διοικοῦσαν αὐτό, καὶ πῆ μὲν ἀγένητον εἰσάγει ταύτην πῆ δὲ γενέσει δουλεύουσαν ἀίδιον δὲ τὴν ὕλην καὶ ὑπὸ τοῦ θείου διὰ τῆς ψυχῆς μορφωθῆναι·
そして、物質は魂によって形作られたと述べ、宇宙全体に魂を与えるとともに、個々の生物にもそれぞれを支配する魂を与える。 そしてある点ではこれを不生のものとして導入し、別の点では生成に隷属するものとして導入する。 一方、物質は永遠であり、魂を通じて神によって形作られたとする。
καὶ τὴν κακίαν δὲ βλάστημα τῆς ὕλης γεγονέναι, ἵνα μή, φησί, τὸ θεῖον αἴτιον τῶν κακῶν νομισθείη.
さらに、悪は物質の派生物として生じたものであり、それは、彼が言うには、神が悪の原因とみなされないためである。
§3ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι επιτομε λιβρι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα·
ポセイドニオスの一派は魂を物質から遠ざけず、かえって、物体の周囲で語られる限界面の本質を「書の要約、分割可能なもの」として受け入れ、これを知的なものと混合して、魂はすべての方向に延長されたもののイデアであり、調和を包含する数に従って構成されていると主張したこと。
τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι· τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν.
というのも、数学的な対象は第一の知的対象と感覚的対象の中間に配置されており、また魂は知的性質によって永遠性を、感覚的性質によって受動性を有しているため、その本質が中間に存在することがふさわしいからである。
ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις.
なぜなら、彼らも見落としていたのは、神が物体の限界をのちに、魂がすでに完成された段階で、物質の形作りのために用い、物質の散逸し結合を欠いた部分を、組み合わされた三角形からなる面によって限定し包み込んだことである。
ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν·
しかし、魂をイデアとすることはさらに奇妙である。
ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη·
なぜなら、一方は常に動いており、他方は不動であって、また一方は感覚的なものと混ざり合っておらず、他方は身体に閉じ込められているからである。
πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός.
これらに加えて、神はイデアに対しては手本に対する模倣者となり、魂に対しては完成された成果に対する製作者となった。
ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται.
また、プラトンが魂の本質を数とするのではなく、数によって秩序づけられるものとしていることは、すでに述べた通りである。
§4πρὸς δʼ ἀμφοτέροις τούτοις κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν.
これら両方の説に共通しているのは、限界にも数にも、魂が感覚的なものを自然に判断するあの能力の痕跡が全く存在しないことである。
νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητικὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς; ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδʼ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγινόμενον.
なぜなら、知的な原理への分有が、魂に知性と知的能力を生じさせたのであるが、思いや確信、想像力、そして受動的な性質は、身体を取り巻く諸性質によって生じるものであり、これらが単に点(モナド)や線や面から生じるとは到底考えられないからである。
καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ
τὴν τοῦ κόσμου
φησὶν
ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ ἄν τι ταὐτὸν καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει, καὶ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν.
そして実に、感覚的なものを認識する能力を持っているのは、死すべきものの魂だけではない。 宇宙の魂についても、それ自身へと円回帰しつつ、散逸する本質を持つものに触れるとき、また分割不可能な本質に触れるとき、それ自身全体を通じて動きながら、何が何と同一であり、何が何と異なっているか、また何に対して、どのように、いつそのようなことが起こるか、そして生成する個々のものが各々に対してどのようにあり、いかなる作用を受けるかを語る、と彼は述べている。
ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ.
この中で、彼は同時に十の範疇の概略を示しつつ、続く箇所でさらに明確に説明している。
λόγος γάρ
φησιν
ἀληθής, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς·
なぜなら、真なる言説が、感覚的なものについて生じ、「他者」の円が正しく進んでその魂全体に知らせるとき、確実で真なる思いと確信が生じる、と彼は言う。
ὅταν δʼ αὖ πάλιν περὶ τὸ λογιστικὸν καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται.
また逆に、知的(理性的)なものについて生じ、「同一性」の円が円滑に回ってそれらを指し示すとき、必然的に学知が完成される。
τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐάν, ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς; ἐρεῖ.
これら二つが存在するもののうちで生じるその場所を、もし誰かが魂以外の他のものと呼ぶなら、真実以外のあらゆることを言う(=全くの誤りを言う)ことになるだろう。
πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητικῆς ἐκείνης καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν, μὴ θεμένους;
それでは、魂が、あの知的で学知にいたる動きとは異なる、感覚的なものを知覚し意見を持つこの動きをどこから得たのかは、次のように確信を持って想定しない限り、説明するのが困難である。
βεβαίως ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένης τῆς τε κρείττονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῶν αἰσθητῶν κίνησιν, οὐ γενομένην ἀλλʼ ὑφεστῶσαν ἀίδιον, ὥσπερ ἡ ἑτέρα.
すなわち、今や神は単に魂一般を構成しているのではなく、基底にある、より優れた分割不可能な本質と、彼が物体の周囲で分割可能と呼んだより劣った本質(これは感覚的なものに対する意見を持ち、想像し、共感する動きに他ならず、他方と同様に生じたものではなく永遠に自存しているものであるが)から、宇宙の魂を構成しているのだ、ということである。
τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν·
なぜなら、その本性は、知的な部分を有すると同時に、意見を持つ部分も有していたからである。
ἀλλʼ ἐκεῖνο μὲν ἀκίνητον καὶ ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν·
しかし、前者は不動で受動性を免れ、常に留まり続ける本質の周囲に据えられているが、後者は分割可能で迷いやすい。
τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης.
なぜなら、流動し散逸する物質に接触しているからである。
οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλʼ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντεχομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν.
なぜなら、感覚的なものは秩序を割り当てられておらず、無形かつ無限定であり、またこれに対して配置された能力も、明確な思いも、すべての動きも秩序づけられた形で持っていなかったからである。 むしろ、偶然により優れたものに出会う場合を除けば、その多くは夢のようであり、常軌を逸し、身体的なものを攪乱するものであった。 なぜなら、それは両者の中間にあり、両方に対して共感的で親和的な本性を有しており、一方では物質の感覚的なものにしがみつき、他方では知的なものの判断力にしがみついていたからである。