§1εστι τις ἆρα τοῦ ψυχροῦ δύναμις, ὦ Φαβωρῖνε, πρώτη καὶ οὐσία, καθάπερ τοῦ θερμοῦ τὸ πῦρ, ἧς παρουσίᾳ τινὶ καὶ μετοχῇ γίνεται τῶν ἄλλων ἕκαστον ψυχρόν·
ファウォリノスよ、熱に対する火がそうであるように、冷たさにもまた、それ自体の何らかの現出や関与によって、他の個々のものが冷たくなるような、初発の能力や本質が存在するのだろうか。
ἢ μᾶλλον ἡ ψυχρότης στέρησὶς ἐστι θερμότητος, ὥσπερ τοῦ φωτὸς τὸ σκότος λέγουσι καὶ τῆς κινήσεως τὴν στάσιν;
それとも、光に対する闇、運動に対する静止を人々が言うように、むしろ冷たさとは熱の欠如なのだろうか。
ἐπεὶ καὶ τὸ ψυχρὸν ἔοικε στάσιμον εἶναι, κινητικὸν δὲ τὸ θερμόν·
というのも、冷たいものは静止的であり、熱いものは能動的であると思われるからである。
αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίγνονται δυνάμεως, ἀλλʼ ἐκστάσει θερμότητος·
また、熱いものの冷却は、何らかの能力の現出によって起こるのではなく、熱の消失によって起こる。
ἅμα γὰρ ἀπιοῦσα πολλὴ φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον·
なぜなら、熱が立ち去るにつれて、熱が多く失われたように見え、残されたものが冷却されるからである。
ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπιόντι τῷ θερμῷ συνεκπίπτει διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.
実際、沸騰する水が放つ湯気は、熱が立ち去るのと一緒に失われる。
それゆえ、他のいかなるものも侵入してこないのに、冷却は熱を排出することによってその量を減少させるのである。
§2ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδʼ ἕξεις ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις, βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν αξ τοῦ γλυκέος, καὶ ὧν ἕκαστον ἑκάστῳ πέφυκεν ἀντιδε πριιιιδο.
あるいはまず、この議論が、多くの明白な能力を、性質や状態としてではなく、状態や性質の欠如として消し去ってしまうことを、人は警戒するかもしれない。
ἀντικεῖσθαι κατὰ δύναμιν, οὐχ ὼγ ἕξει στέρησις·
すなわち、重さを軽さの欠如とし、硬さを柔らかさの欠如とし、黒を白の欠如とし、苦みを甘みの欠如とし、その他、各々が各々に対してその力に従って対立するように生まれついているものを、状態に対する欠如としてではなく、対立するものとして扱わないことを。
ἔπειθʼ ὅτι πᾶσα στέρησις ἀργόν ἐστι καὶ ἄπρακτον, ὡς τυφλότης; καὶ κωφότης καὶ σιωπὴ καὶ θάνατος;
次に、盲目、聾、沈黙、死がそうであるように、すべての欠如は不活性で無益なものであるからだ。
ἐκστάσεις γάρ εἰσιν εἰδῶν καὶ ἀναιρέσεις οὐσιῶν, οὐ φύσεις τινὲς οὐδʼ οὐσίαι καθʼ ἑαυτάς ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε·
なぜなら、それらは形相の逸脱であり本質の破滅であって、それ自体で何らかの自然や本質なのではないからだ。 しかし、冷たさは、体に生じる際、熱さに劣らず大きな受動や変化を引き起こす性質を持っている。
καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται·
実際、多くのものが冷たさによって固まり、凝集し、凝縮する。
καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλʼ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης; τόνον.
そして、冷たさの静止的で動きにくい性質は、不活性なものではなく、重厚で確固たるものであり、引張力を保持する持続的な力によって、支えかつ維持するものである。
ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίγνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον οἱ δὲ Στωικοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν·
それゆえ、欠如とは対立する能力の消滅と退去になるが、多くのものは、そのなかに多くの熱が存在したままで冷却される。 あるものはむしろ、冷たさがより熱いものを受け取ると、水に浸された鉄のように、固まり凝縮する。 ストア派の人々は、新生児の体内にあるプネウマもまた、冷却によって鍛えられ、自然から変化して魂になるとさえ言っている。
ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον, ἑτέρων δὲ πολλῶν τὴν ψυχρότητα φαινομένην δημιουργὸν οὐκ ἄξιον ἡγεῖσθαι στέρησιν.
しかし、これは異論のあるところであるが、他にも多くのものにおいて冷たさが明らかな形成者として現れている以上、それを単なる欠如とみなすのは妥当ではない。
§3ἔτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδʼ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων.
さらに、いかなる欠如も「より多く」や「より少なく」を受け入れることはない。 見えない人々のうち一方が他方よりも「より多く」盲目であるとか、語らない人々のうち一方が他方よりも「より多く」沈黙しているとか、生きていない人々のうち一方が他方よりも「より多く」死んでいるなどと、誰も言うことはできないからである。
ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ τὴν ὕλην πῆ μὲν σφόδρα πῆ δʼ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς.
しかし、冷たいもののなかには、「より多く」と「より少なく」、あるいは「過度に」と「過度でなく」、そして総じて、熱いもののなかにおけるのと同様に、強まりと弱まりが多分に存在する。 それは、物質が対立する能力によって、あるときは激しく、あるときは穏やかに影響を受けることで、自らの中から他よりも「より多く」あるいは「より少なく」熱いものや冷たいものを提供するからである。
καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδʼ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν οὐδὲ ποιεῖ κοινωνὸν ἀλλʼ ἀντεξανίσταται θερμὰ δʼ ἐστίν,, ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὁζέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις.
というのも、状態と欠如が混ざり合うことはなく、いかなる能力も、自身に対立する欠如が襲ってきたときにそれを受け入れず、共有することもなく、かえって反発し合うからである。 しかし、熱いものは、冷たいものと混ぜ合わされることによって持ちこたえることができるのは、黒が白と、重音が軽音と、甘味が渋味と混ざり合うのと同様であり、色、響き、薬、そして料理のこのような交わりと調和によって、多くの心地よく人間のためになる生成をもたらす。
ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος·
なぜなら、欠如と状態による対立は闘争的で相容れないものであり、一方の生存が他方の破滅を意味するからである。
τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ πολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δʼ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικὸς, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφορὰν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.
これに対して、対立する能力による対立は、好機を得れば、技術も大いにそれを利用するが、自然はとりわけ、他のさまざまな生成や空気の変化においてこれを利用する。 そして、神がこれらを秩序づけ支配するときに「調和の神」や「音楽の神」と呼ばれるのも、重音と軽音を調和させたり、白と黒を互いに協和させて交わらせたりするからではなく、宇宙における熱さと冷たさの交わりと相違を監督し、それらが適度に結びつき、また再び離れるように取り計らい、それぞれの過度な部分を取り除いて両者を適切な状態に落ち着かせるからである。