Humanitext Reader

普鲁塔克 · 自然诸因 §1-2

海水与雨水对植物生长的不同影响

第 1 段,共 9 段 · 希腊语

内容简介

探讨了海水不滋养陆生植物的多种假说(如浓度、干燥性、含油性及泥土苦味),接着从新鲜度、与空气混合、易于同化(消化)及甘甜度等方面论述了为什么雨水比其他淡水更利于植物生长。

§1διὰ τί τὸ θαλάττιον ὕδωρ οὐ τρέφει τὰ δένδρα;
为什么海水不滋养树木?
πότερον διʼ ἢν αἰτίαν οῦδὲ τῶν ζᾠων τὰ χερσαῖα;
是因为与陆生动物不赖其生存同样的缘故吗?
ζῷον γὰρ ἔγγειον τὸ φυτὸν εἶναι, οἱ περὶ Πλάτωνα καὶ Ἀναξαγόραν καὶ Δημόκριτον οἴονται·
因为柏拉图、阿那克萨戈拉和德谟克利特周围的人认为植物是地中的动物。
οὐ γὰρ διότι τοῖς ἐναλίοις φυτοῖς τρόφιμόν ἐστι καὶ πότιμον ὥσπερ τοῖς ἰχθύσιν, ἤδη καὶ τὰ ἐν τῇ χέρσῳ φυτά τε καὶ δένδρα τρέφει·
因为不能因为海水对海生植物来说是养分和饮料,就像对鱼类一样,就认为它也同样滋养陆地上的植物和树木。
οὔτε γὰρ ἐνδύεται ταῖς ῥίζαις ὑπὸ πάχους οὔτʼ ἀναφέρεται ὑπὸ βάρους·
因为海水既因其浓厚而不能渗入根部,也因其沉重而不能被向上输送。
ὅτι δʼ ἐμβριθές ἐστι καὶ γεῶδες, ἄλλοις τε πολλοῖς ἀποδείκνυται καὶ τῷ μᾶλλον ἀνέχειν καὶ ὑπερείδειν τὰ πλοῖα καὶ τοὺς κολυμβῶντας·
海水沉重且多泥土质,这由许多其他事实,以及它能更好地承载和支撑船只与游泳者得以证明。
ἢ μάλιστα μὲν βλάπτεται ξηρότητι τὰ δένδρα ξηραντικὸν δὲ τὸ θαλάττιον;
或者是因为树木最易受干燥之害,而海水具有干燥作用?
ὅθεν πρός γε τὰς σήψεις οἱ ἅλες βοηθοῦσι, καὶ τὰ σώματα τῶν λουσαμένων ἐν θαλάττῃ ξηρὰν εὐθὺς ἴσχει καὶ τραχεῖαν τὴν ἐπιφάνειαν.
因此,盐能防腐,而在海水中沐浴过的人,其身体表面立刻会变得干燥且粗糙。
ἢ τὸ μὲν ἔλαιον τοῖς φυτοῖς πολέμιον καὶ φθείρει τὰ προσαλειφόμενα;
或者是因为油对植物有害,会破坏涂抹了它的东西,而海水含有大量的油性?
μετέχει δὲ πολλῆς ἡ θάλαττα λιπαρότητος· διὸ συνεξάπτει, καὶ παραινοῦμεν εἰς τὰς φλόγας μὴ ἐμβάλλειν θαλάττιον ὕδωρ.
因此它能助燃,我们建议不要把海水泼进火焰中。
ἢ γέγονεν ἄποτον καὶ πικρὸν τὸ ὕδωρ, ὡς Ἀριστοτέλης φησίν, ἀναμίξει κατακεκαυμένης γῆς;
或者如亚里士多德所说,由于混入了烧焦的泥土,水变得不可饮用且苦涩?
καὶ γὰρ ἡ κονία γίγνεται, γλυκέος ὕδατος εἰς τέφραν ἐμπεσόντος, ἡ δὲ διάλυσις ἐξίστησι καὶ φθείρει τὸ χρηστὸν καὶ πότιμον, ὡς ἐν ἡμῖν οἱ πυρετοὶ τὸ ὑγρὸν εἰς χολὴν τρέπουσιν.
因为正如淡水落入灰烬中会产生灰汁一样,这种溶解改变并破坏了有用且可饮用的性质,就像我们体内的发热将水分转化为胆汁一样。
ἃ δʼ ἱστοροῦσιν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ βλαστάνειν ὑλήματα καὶ φυτά, καρπὸν μὲν οὐδένα φέρει τρέφεται δὲ τοῖς ποταμοῖς πολλὴν ἐμβάλλουσιν ἰλύν· ὅθεν οὐ πρόσω τῆς γῆς ἀλλὰ πλησίον ἔχει τὴν γένεσιν.
至于有人记载在红海有灌木和植物发芽,它们不结任何果实,而是依靠河流注入的大量泥沙来滋养;因此它们的生长地离陆地不远,而是在其附近。
§2διὰ τί μᾶλλον ὑπὸ τῶν ὑετίων ἢ τῶν ἐπιρρύτων ὑδάτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι;
为什么树木和种子天生更易受雨水而非流水滋养?
πότερον, ὡς Λαῖτος ἔλεγε, τῇ πληγῇ τὰ ὄμβρια διιστάντα τὴν γῆν πόρους ποιεῖ καὶ διαδύεται μᾶλλον εἰς τὴν ῥίζαν ἢ τοῦτο μὲν οὐκ ἀληθές, ἀλλʼ ἔλαθε τὸν Λαῖτον ὅτι καὶ τὰ λιμναῖα φυτά, τύφη καὶ φλέως καὶ θρύον, ἀναυξῆ καὶ ἀβλαστῆ μένει, μὴ γενομένων ὄμβρων καθʼ ὥραν τὸ δὲ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ ὑόμενον ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον;
是因为如莱图斯所说,雨水以其冲击力剖开土地、制造孔隙,从而更好地渗入根部吗? 或者这并非真实,而是莱图斯忽视了,即便是香蒲、花蔺和灯心草等沼泽植物,若无适时的雨水,也会停止生长和发芽? 或者是亚里士多德的观点正确,即落下的雨水是新鲜而年轻的水,而沼泽水则是陈旧而古老的水?
ἢ καὶ τοῦτο πιθανὸν μᾶλλον ἢ ἀληθές ἐστι;
或者连这一点也是看似有理而非真实?
τὰ γὰρ πηγαῖα καὶ ποτάμια νάματα πρόσφατα μέν ἐστι καὶ νεογενῆ· ποταμοῖς γὰρ δὶς τοῖς αὐτοῖς οὐκ ἂν ἐμβαίης ὥς φησιν Ἡράκλειτος, ἕτερα ἐπιρρεῖ ὕδατα τρέφει καὶ ταῦτα τῶν χεῖρον.
因为泉水和河水同样是新鲜而新生的; “你不能两次踏入同一条河流” 如赫拉克利特所说,因为别的水流淌而过,但这些水滋养植物的效果也比雨水差。
ἆρʼ οὖν κοῦφόν ἐστι τὸ ἐκ Διὸς ὕδωρ καὶ ἀερῶδες καὶ πνεύματι μεμιγμένον ὁδηγεῖται τε καὶ ἀναπέμπεται ταχέως εἰς τὸ φυτὸν ὑπὸ λεπτότητος, διὸ καὶ πομφόλυγας ποιεῖ τῇ ἀναμίξει τοῦ ἀέρος·
那么是因为来自宙斯的水轻盈且多气,并与风混合,因其稀薄而迅速被引导并输送到植物中,因此也由于空气的混合而产生气泡吗?
ἢ τρέφει μὲν μάλιστα κρατούμενον ὑπὸ τοῦ τρεφομένου ʽ τοῦτο γάρ ἐστι πέψις· ἀπεψία δὲ τοὐναντίον, ὅταν ἰσχυρότερα τοῦ παθεῖν καὶ μεταβάλλον τὰ λεπτὰ καὶ ἁπλᾶ καὶ ἄχυμα μᾶλλον, οἷόν ἐστι τὸ ὄμβριον ὕδωρ;
或者是因为当水被所滋养的对象压倒时,滋养效果最好,因为这正是“消化(同化)”;而消化不良则相反,即当水过于强劲以至于无法被作用和改变时——而稀薄、简单且无味的物质更容易改变,例如雨水?
γεννώμενον γὰρ ἐν ἀέρι καὶ πνεύματι καθαρὸν καὶ ἀμιγὲς κάτεισι· τὰ δὲ πηγαῖα καὶ τῇ γῇ καὶ τοῖς τόποις ὁμοιούμενα, διʼ ὧν ἔξεισι, πολλῶν ἀναπίμπλαται ποιοτήτων, διʼ ἃς ἧττόν ἐστιν εὔτρεπτα καὶ βράδιον αὑτὰ παρέχει τῇ πέψει μεταβάλλειν εἰς τὸ τρεφόμενον·
因为它产生于空气和风之中,降落时纯净无杂质;而泉水因与土地及流经之所同化,充满了许多性质,因此不易改变,且需要更长时间才能通过消化转换为所滋养的对象。
τῶν δʼ ὀμβρίων τὸ εὔτρεπτον αἱ σήψεις κατηγοροῦσιν, εὐσηπτότερα γάρ ἐστι τῶν ποταμίων καὶ φρεατιαίων ἡ δὲ πέψις ἔοικεν εἶναι σῆψις, ὡς Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων "οἶνος ὑπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ" ἢ πάντων ἑτοιμότατόν ἐστι καὶ ῥᾷστον αἰτιάσασθαι τὸ γλυκὺ τῶν ὀμβρίων καὶ χρηστόν, ἐκπεμπόμενον εὐθὺς ὑπὸ τοῦ πνεύματος;
雨水易于改变由其易腐性得以证明,因为它们比河水或井水更容易腐烂;而消化似乎是一种腐烂,如恩培多克勒作证所说: “在木中腐烂的水,在树皮下变成了酒。 ” 或者,在所有原因中,最现成、最容易归因的是雨水的甘甜与优良,它是直接由风送下的?
διὸ καὶ τὰ θρέμματα τούτων ἀπολαύει προθυμότερον, καὶ οἱ βάτραχοι προσδοκῶντες ὄμβρον ἐπιλαμπρύνουσι τὴν φωνὴν ὑπὸ χαρᾶς, ὥσπερ ἥδυσμα τοῦ λιμναίου τὸ ὑέτιον προσδεχόμενοι καὶ σπέρμα τῆς ἐκείνων γλυκύτητος ἓν γὰρ καὶ τοῦτο ποιεῖται σημεῖον ὑετοῦ μέλλοντος Ἄρατος εἰπών " ἦ μάλα δείλαιαι γενεαί, ὕδροισιν ὄνειαρ, αὐτόθεν ἐκ λίμνης πατέρες βοόωσι γυρίνων. "
因此,牲畜也更渴望享用它,而青蛙预感到雨水,也会因喜悦而使声音变得清脆,仿佛将雨水视作沼泽水的调味品和它们甘甜的种子;因为阿拉托斯也把这作为即将下雨的征兆之一,说道: “啊,真是可怜的世代,水蛇们的恩惠,蝌蚪的父亲们从沼泽本身大声鸣叫。 ”

词汇与语法注释

  1. 911dζῷον γὰρ ἔγγειον τὸ φυτὸν εἶναι — 依附于动词 οἴονται 的“宾格加不定式”间接引语。形容词 ἔγγειον 意为“生于地中的”或“与土地结合的”,表明柏拉图等人将植物视为一种特殊的陆生动物的观点。
  2. 912aτὸ δὲ τοῦ Ἀριστοτέλους — 由中性单数冠词构成的名词化短语,意为“亚里士多德的[观点/学说]”,紧随其后的 ὅτι 从句作为同位语解释其具体内容。
  3. 912bὅταν ἰσχυρότερα τοῦ παθεῖν — 带有语法省略的难点。意为“当[水]比被动承受作用(τοῦ παθεῖν)或发生改变更为强劲时(即植物无法同化水时)”,此处 ἰσχυρότερα 作为与省略的主语(水)相对应的主格中性复数比较级形容词。
  4. 912cσαπὲν — 动词 σήπω 的第二不定过去时被动分词中性单数形式,修饰名词 ὕδωρ。意为“在木中腐烂(发酵)的水”,体现了恩培多克勒将同化(消化)过程视作某种腐烂(发酵)的哲学隐喻。
  5. 912dὕδροισιν ὄνειαρ — 引用阿拉托斯诗句的部分。ὕδροισι 并非 ὕδωρ(水)的与格,而是 ὕδρος(水蛇,广义上指水生生物)的复数与格形式。意为“对水蛇(水生生物)的帮助/恩惠(ὄνειαρ)”。

引用这一段

普鲁塔克, 自然诸因 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg125.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。