- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg098.humanitext-grc2:4-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
筆者は古代の親子関係や現代の相続事情、さらには子供のいない裕福な人々に群がる世間の実態を引き合いに出し、育児には見返りや実用的な利得が全くないにもかかわらず、親が子を育てるのは自然(本性)の圧倒的な力によるものであることを論じる。さらに、この本性による親愛の情は、悪徳や貧困、魂の病によって覆い隠されることがあっても、鉱山の金のように人間の中に必ず輝き現れるものであると主張する。
ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δʼ ἰδεῖν συνέβη τικτόμενον βρέφος· οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων ἐπὶ νέοις δανειζομένων1 χαλεπὰς δὲ μᾶλλον εἴποιμʼ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γιγνομένων· "ὡς δʼ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι." ταῦτʼ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλʼ Ὁμηρίδα2 γράψαι λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ μῖγμα τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γιγνόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν· ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδʼ ἔφυγεν, ἀλλʼ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλʼ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδεχομένη τῶν σπαργάνων "ἐρειπίοις3 θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθʼ ἡμέραν." τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις; ἀλλʼ οὐδὲ τοῖς νῦν· αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἄμπελον ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτʼ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας ἀνθρώπου δʼ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δʼ αὔξησις βραδεῖα, τῆς δʼ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδʼ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδʼ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδʼ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷα νέοι πλημμελούντων ἐπεῖδον· ὥστʼ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὧν ἐπέγραψεν,4 "ἢ δέος ἢ λύπη παῖς· πατρὶ πάντα χρόνον "ἀλλʼ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δʼ οἱ παίδων ἥκιστα δεόμενοι. γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ γὰρ ἔστιν εὑρεῖν οὐδʼ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν. "ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον οὐκ ἂν χεύαιτʼ ἀριθμόν" ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων. "Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ "εἰ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως. οἱ μὲν γὰρ παῖδες; χάριν οὐδεμίαν ἔχουσιν οὐδʼ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δʼ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας, "ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἔνθου, ῥόφησον, ἔντραγʼ, ἔχε τριώβολον." τὸ δʼ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον "τὰ χρήματʼ ἀνθρώποισιν εὑρίσκειν φίλους δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν," οὐχ ἁπλῶς ἀληθές, ἀλλʼ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις προῖκα συνηγοροῦσιν. "ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον ἔχων κληρονόμον.5" πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις.
議論を、かつて初めて子供を産んだ女性たち、また初めて子供が生まれるのを見た男性たちにあたる、古代の人々へと引き戻すがよい。彼らには子供を育てるよう命じる法律もなければ、若者たちに対して貸し付けを行う者たちのように、感謝や養育の返礼(養育費の返還)を期待することもなかった。むしろ、産んだ母親たちは、自分たちに多大なる危険と苦痛がもたらされたために、赤ん坊に対して過酷になり、恨みを抱くようになってもおかしくないと私なら言うところだ。 「鋭く激しい矢が、お産の苦しみにある女性を襲う時、それはお産の痛みを司るヘラの娘たち、激しい陣痛をもたらすエイレイテュイアたちが放つものである。」 女性たちは、これ[この詩句]を書いたのはホメロスではなく、自ら子供を産んだか、あるいはまだ産みつつある、その内臓に苦痛の混ざり合った激しく鋭い痛みを抱えた、ホメロスの一族の女性(ホメーリス)であると言う。しかし、本性(自然)による親愛の情が彼女を和らげ、導いた。まだ身体が熱く、激しい痛みに震え、労苦に震えているというのに、彼女は赤ん坊を無視して通り過ぎることもなく、避けることもしなかった。かえって赤ん坊の方を向き、微笑みかけ、抱き上げ、歓迎した。何の楽しみも実用的な利益も得られないのに、苦労して、いたわしくも、「ぼろ(産着の古着)」で温め、冷やし、夜から昼へと、労苦に労苦を重ねていくのである。 彼らにとって、これらはどのような報酬や必要(実用)のためであったのか。だが、現代の人々にとっても同様である。というのも、期待(将来の希望)は不確実で遠いからである。春分にブドウの木を掘り起こした者は秋に収穫し、プレアデス星団が沈む頃に小麦を蒔いた者は、それが昇る頃に刈り入れる。牛や馬や鳥は、人間の実用にすぐ役立つ状態で子を産むが、人間の育児は多大なる労苦を伴い、その成長は遅く、その徳(一人前になること)は遠い先のことであるため、ほとんどの父親は[子供が一人前になる前に]先立って死んでしまう。ネオクレスはテミストクレスのサラミス[の勝利]を見ず、ミルティアデスはキモンのエウリュメドン[の勝利]を見ず、クサンティッポスはペリクレスが民衆に演説するのを聞かず、アリストンはプラトンが哲学するのを聞かなかった。エウリピデスやソフォクレスの勝利を彼らの父親は知らず、彼らが舌足らずに言葉をたどたどしく発するのを聞き、若者として引き起こす不始末、すなわちどんちゃん騒ぎや飲酒、恋愛の数々を見届けただけであった。そのため、エウエノスの詩句の中で、この一節だけが称賛され、記憶されているほどである。 「子供とは、父親にとって常に、恐れか、さもなければ悲しみである」 それにもかかわらず、人々は子供を育てることをやめない。特に、最も子供を必要としていない人々がそうなのである。というのも、金持ちたちが子供が生まれた時に生贄を捧げて喜ぶのが、自分たちを養い、葬ってくれる者を持つためであると考えるなら、それは滑稽なことだからである。——あるいは、ゼウスにかけて、相続人がいないために子供を育てるというのであろうか。他人の財産を受け取ろうと望む者を見つけたり、出会ったりすることができないわけではないのだから。 「砂、塵、あるいは美しいさえずりの鳥たちの羽も、これほど多くの数には達しないだろう」 相続を狙う者たちの数ほどには。 「五十人の娘の父ダナオス」 が、もし子供を持たなかったならば、より多くの相続人を持ったであろうし、彼らは[実際の子供たちと]同じようではなかっただろう。というのも、子供たちは何の感謝も抱かず、そのためにかしこまったり敬ったりすることもない。遺産を当然の義務(負債の回収)として受け取るからである。これに対し、子供のいない者の周りでは、他人が、あの喜劇にあるような声を上げるのを聞くことになる。 「おぉデモスよ、まず一件裁判を片付けて入浴なされ、召し上がり、啜り、かじり、三オボロスをお受け取りくだされ」 エウリピデスによって語られた 「富は人々に友人を見出し、人間の中で最大の力を持つ」 という言葉は、無条件に真実なのではなく、子供のない人々においてそうなのである。この〔子供のない〕人々を金持ちたちは宴会に招き、指導者たちは機嫌を伺い、弁論家たちは彼らにだけ無償で弁護を引き受けるのである。 「相続人が誰だか知られていない金持ちは強力である」 実際、多くの友を持ち、大いに重んじられていた多くの人々が、たった一人の子供が生まれただけで、友を失い、無力になってしまった。それゆえ、子供から得られる実用的な力(助け)は全く何もないのであるが、本性(自然)の完全な支配力は、獣においてと同じように人間においても劣らず働いているのである。
ἐξαμαυροῦται γὰρ καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. ἢ μηδʼ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρωπον λέγωμεν, ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν; ὁ δʼ Οἰδίπους "ἤρασσʼ βλέφαρα· φοίνιαι δʼ ὁμοῦ γλῆναι γένειʼ ἔτεγγον." Ἡγησίας δὲ διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων "πολλαὶ μορφαὶ τῶν δαιμονίων." ταῦτα δʼ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον. μὴν ἀλλʼ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος.
というのも、栽培された(人間が植えた)種子の傍らで茂みが伸びるように、これ[親愛の情]や他の多くのものは、悪徳(悪意)によってかき消されてしまうからである。あるいは、多くの人が自殺したり崖から身を投げたりするからといって、人間は自分自身を本性(自然)に従って愛してはいないとでも言うべきだろうか。またエディポスは 「両の目を突き刺した。血に染まった瞳が、あごひげを同時に濡らした」 ヘゲシアスは講義を行って、聴衆のうち多くの者に絶食して死ぬよう説得した。 「神々の現れは多様である」 これらは、あの[自殺などの]行為と同様に、人間を自然に従った状態から逸脱させる魂の病であり情念なのであって、そのことは彼ら自身が自らに対して証言している通りである。実際、もし豚が産んだ子豚を、あるいは犬が子犬を引き裂いたなら、人々は落胆し混乱し、災い除けの犠牲を神々に捧げ、それを不吉な前兆(怪物的な出来事)とみなす。すべての者にとって、生まれたものを本性に従って愛し、育てるべきであり、殺してはならないのが当然だからである。それにもかかわらず、鉱山において多くの土に混ざり埋もれていながらも、金が輝き出るように、そのように自然は、誤った習慣や情念そのものの中にあっても、子に対する親愛の情を現すのである。というのも、貧しい人々が子供を育てないのは、ふさわしくない(劣悪な)育てられ方をすることで、子供たちが奴隷のようになり、教養を欠き、すべての美しいものを欠くようになることを恐れるからである。彼らは貧しさを究極の悪と考え、子供たちにそれを、あたかも過酷で重大な病気であるかのように分け与えることに耐えられないのである。
- 4ἐπὶ νέοις δανειζομένων
属格現在分詞 δανειζομένων の意味上の主語が省略されており、文脈上「若者たちを対象に(ἐπὶ νέοις)金を貸し付けている人々」を指す。これは、直前の οὔτε προσδοκία χάριτος ἢ τροφείων(感謝や養育の返礼への期待もない)に係り、「あたかも若者への投資として貸し付けを行う債権者のような(期待)」という比喩を形成している。
- 496dὉμηρίδα
名詞 Ὁμηρίς(女性形、ここでは対格 Ὁμηρίδα)は「ホメロスの一族の女性」あるいは「ホメロスの精神を受け継ぐ女性(女詩人)」を指す。直後の分詞句 τεκοῦσαν ἢ τίκτουσαν ἔτι(自ら出産したか、あるいは今なお出産しつつある)が示すように、男性詩人ホメロスではなく、出産の苦痛を真に理解している女性の手による詩作であるという、女性たちの主張を伝えるために用いられている。
- 496eἐρειπίοις
名詞 ἐρείπιον は通常「廃墟」「残骸」を意味するが、引用されている悲劇断片(エウリピデス『ヒュプシピュレ』とされる)においては、文脈上「ぼろきれ(産着に用いられる古い衣服の切れ端)」を指す比喩的あるいは詩的な表現として解釈される。
- 497aὧν ἐπέγραψεν
関係代名詞 ὧν(複数属格)は、本来は ἐπέγραψεν の直接目的語として対格 ἃ であるべきところが、省略された先行詞 τούτων(Evenus の詩作)の格に引かれて属格になる「関係代名詞の同化(attractio relativi)」が起きている。
- 497cἀγνοούμενον ἔχων κληρονόμον
「ἔχω + 現在受動分詞」の構成(迂言法)に近く、「相続人が知られていない状態を保っている」という意味になる。相続人を誰にするかを曖昧にしておくことで、財産を狙う周囲の者たちに期待を持たせ、自らの影響力(力)を維持している状況を端的に表している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
