§1περὶ τῆς ἠθικῆς λεγομένης; ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνʼ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως.
关于所谓且被认为的“道德德性”——它与观照德性的最大区别恰恰在于:它以情感为质料,以理性为形式——我们拟探讨它具有何种本质,以及它是如何自然形成的;并且接受该德性的那部分灵魂,是被其自身的理性所文饰,还是分享了外来的理性;如果是分享,那么是像与更优越者相混合那样去分享,还是更像是因接受某种监督和统治而被说成是分享了统治者的力量。
ὅτι μὲν γὰρ δυνατὸν καὶ ἀρετὴν γεγονέναι καὶ μένειν παντάπασιν· ἄυλον καὶ ἄκρατον, οἶμαι δῆλον εἶναι.
因为,德性完全可能作为无质料且纯粹之物而存在并保持,我认为这是显而易见的。
βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα, προεκτεθέντων ἐκείνων.
然而,简要地浏览一下他人的观点会更好,这不单是为了历史记录,更为了在先阐明那些观点之后,使我们自己的观点变得更加清晰和牢固。
§2Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, καθάπερ βροτὸν καὶ ἄνθρωπον.
埃雷特里亚的美涅德莫取消了德性的数量和区别,理由是德性只有一种,只是使用了许多名称;因为同一事物被称为节制、勇敢和正义,正如“有死者”和“人”一样。
ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον.
而基奥斯的阿里斯通本人也在本质上将德性合而为一,并称之为“健康”;但因其处于某种关系中,他使其变得多样且复合,正如若有人愿意在我们看见白色事物时将视觉称为“白视”,在看见黑色事物时称为“黑视”,或类似的其他名字。
καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μὲν ἐστιν ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον.
因为德性在省察该做与不该做之事时被称作明智(或审慎);在规整欲望并界定快乐中的适度和适时时被称为节制;在处理与他人的交往和契约时被称为正义;正如小刀是单一的,却在不同时候切割不同的东西,火在行使单一本性的同时作用于不同的质料。
ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς, ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δʼ αἱρετέοις σωφροσύνην ἐν δʼ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δʼ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι.
而基提翁的芝诺似乎也有些倾向于此,他将在分配事务中的明智界定为正义,在选择事务中界定为节制,在忍耐事务中界定为勇敢;而为他辩护的人则主张,在这些情况下,那门知识被芝诺命名为明智。
Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίαν ποιότητι συνίστασθαι νομίζων, ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα
σμῆνος ἀρετῶν
οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν καλότητας, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν.
然而,克律西波斯认为德性根据性质是以独特的性质而成立的,却在不知不觉中,用柏拉图的话说,招致了一群既不寻常也不为人所知的“德性之蜂群”;因为就像在勇敢者身旁有勇敢,在温和者身旁有温和,在正义者身旁有正义一样,他还在优雅者身旁安置了优雅(复数),在优秀者身旁安置了优秀(复数),在伟大者身旁安置了伟大(复数),在美丽者身旁安置了美丽(复数),并且将其他诸如练达、好客、机智等也定为德性,从而用许多毫无必要且奇特的名称填满了哲学。