- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082a.humanitext-grc3:29-42
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
スパルタ人の習慣として、劇の禁止、アルキロコスの詩の追放、厳しい規律の維持、ヘイロテスを利用した余暇の創出などを説明し、後半では富の流入と立法の形骸化によるスパルタの衰退とローマ支配への移行を概説する。
ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι "τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν," ὡς δέον1 ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή.
また、ことわざを言う者たちも、「手を動かしながら、運命を呼べ」と口にする。それは、何かに着手し実行すると同時に神々を呼び求めるべきであり、そうでなければ呼び求めるべきではないからである。
τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας.
彼らは大酒を避けさせるために、ヘイロテスたちを酔わせて子供たちに見せていた。
ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.
彼らには、表の扉を叩くことすらしないで、外から大声で呼びかける習慣があった。
Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.
彼らは鉄製ではなく、葦製の肌かき器を用いた。
κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.
彼らは喜劇や悲劇を観聴きしなかった。それは、真剣な場においても遊びの場においても、法律に反対することを言う者たちの声を聞かないようにするためであった。
Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν· "ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ ἔντος2 ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω."
詩人アルキロコスがラケダイモンにやって来たとき、彼らはただちに彼を追放した。彼が、死ぬよりも武器を投げ捨てる方がよいという詩を作っていたことを知ったからである。 「サイオス人の一人が、私の盾を誇っている。茂みのそばに、私が不本意ながらも残してきた非の打ち所のない武具を。 だが私自身は、死という結末を免れた。あの盾など、消えて失せるがよい。またすぐ、劣らぬものを手に入れよう。」
κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.
少女たちと少年たちにとって、神聖な儀式は共通であった。
Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.
監督官たちはスキラピダスに罰を科した。彼が多くの人々から不当な扱いを受けていたからである。
Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλεν.
彼らは麻袋の衣を着た男を死刑にした。彼がその袋に縁飾りを縫い付けたからである。
τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο, Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.
彼らは体育場から出てきた若者を非難した。彼がピュライアへ至る道を知っていたからである。ありふれた事柄について丸一日語ることができると言ったケーピソポンを、彼らは追放した。優れた語り手は、言葉をその中身と等しくすべきであると言って。
οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε3 τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις γίγνεται δὲ καθʼ ἕκαστον ἔτος.
彼らのもとでは、少年たちがオルティア・アルテミスの祭壇の上で、丸一日鞭で打たれながら、しばしば死に至るまで、晴れやかに誇らしげに耐え抜く。彼らは、打たれながら誰がより長くより強く耐えられるか、互いに勝利を競い合う。そして耐え抜いた者はとりわけ高い名声を得る。この競争はディアマスティゴーシスと呼ばれ、毎年行われる。
ἕν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς·4 τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείας οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἐπάρατον δʼ ἦν πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.
リュクルゴスが市民に用意したとされる、美しくも恵まれたことの一つは、豊かな余暇であった。というのも、卑俗な手工業に携わることは一切許されず、苦労の多い蓄財や商売を伴う金儲けは全く必要なかったからである。それは、彼が富を全く羨ましくないもの、不名誉なものにしたからであった。そしてヘイロテスたちが彼らのために土地を耕し、昔から定められた年貢を納めていた。それ以上の額で貸すことは呪われるべきこととされていたが、それはヘイロテスたちが利益を得て喜んで仕え、スパルタ人たちがそれ以上を求めないようにするためであった。
ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάττης κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων συναχθέντων τοῖς Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη "ἁ φιλοχρηματία Σπάρταν ὀλέει." ἀλλʼ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα. τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων· κατʼ ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ φιλοπλουτίας παρεισδυομένης, καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς εἶχον πρὸς αὐτούς. ἀλλʼ ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν ἀναγορευσάντων, καὶ μεταξὺ δʼ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, οὔτε συνεστράτευσαν5 οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτʼ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὐδὲ φόρον ἤνεγκαν· ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.
彼らは水兵になることや海戦を行うことを禁じられていた。しかし後には海戦を行い、制海権を手に入れたが、市民の風紀が損なわれていくのを見て、再び手を引いた。しかし、他のすべてのことと同様に、彼らは再び変化してしまった。ラケダイモン人のために貨幣が蓄えられたとき、それを集めた者たちは死刑に処されたからである。アルカメネスとテオポンポス両王に対して、「金銭への愛がスパルタを滅ぼすだろう」という神託が与えられていた。それにもかかわらず、リュサンドロスはアテナイ人たちを破った際、多量の金銀を導入し、彼らはこれを受け入れ、その男を称えた。こうして、リュクルゴスの法律を用い、誓いを守り続けた間、この国は優れた法秩序と名声において、500年の間ギリシアの覇権を握っていた。しかし、少しずつ法律が侵され、貪欲と富への愛が忍び入るにつれて、彼らの力は減退し、それゆえ同盟国たちも彼らに対して敵意を抱くようになった。それにもかかわらず、マケドニアのフィリッポスがカイロネイアで勝利を収め、すべてのギリシア人が彼を陸海における指導者と宣言したとき、またその後、テーバイの破壊の後でその息子アレクサンドロスが指導者とされたとき、彼らがこのような状態に陥っていたにもかかわらず、ただラケダイモン人だけが、城壁のない都市を持ち、絶え間ない戦争のために極めて少人数になり、はるかに弱体化して征服されやすくなっていたにもかかわらず、リュクルゴスの立法の極めて小さな残り火を辛うじて守りつつ、これらに対しても、その後のマケドニアの王たちに対してもともに従軍せず、共通の評議会にも加わらず、貢納もしなかった。しかし、ついにはリュクルゴスの立法を完全に無視するようになり、自国の市民によって僭主支配を受け、祖国の教育制度を何一つ守らなくなった。そして他の人々と同じようになってしまい、かつての名声と自由な発言権を捨て去り、奴隷状態へと移行し、今や他のギリシア人同様、ローマ人の支配下に入るに至ったのである。
- 29ὡς δέον
分詞 δέον は非人称動詞 δεῖ(〜する必要がある)の対格絶対(accusative absolute)であり、接続詞 ὡς を伴って主観的な理由「〜すべきであるという理由で」を表している。
- 239bἔντος
アルキロコスの詩句の中の語。ἔντος(武具、盾)は中性名詞の対格(詩的・古風な表現)であり、ここでは関係代名詞 ἣν が指す「盾」を具体的に説明する同格名詞として機能している。
- 239dκαρτερήσειε
主節の動詞 διακαρτεροῦσιν が現在形(習慣)であるにもかかわらず、間接疑問節中で希求法(optative)が用いられている。これは、試練において「誰が耐え抜くか」という繰り返し行われる不確定な状況、あるいは潜在的な可能性を提示するための用法(optative of indefinite frequency / potential optative)である。
- 239dἀφθονίαν σχολῆς
文頭の ἕν δέ τι τῶν καλῶν... ἐδόκει παρεσκευακέναι(〜が用意したと思われることの一つ)の内容を説明する同格名詞。ἐδόκει の主語は主格の ὁ Λυκοῦργος であり、中性対格の ἕν τι は能動態不定詞 παρεσκευακέναι(用意したこと)の直接目的語であるため、その同格である ἀφθονίαν も対格におかれている。
- 240aμόνοι Λακεδαιμόνιοι... οὔτε συνεστράτευσαν
譲歩の接続詞 καίπερ から始まる極めて長い挿入文・分詞句(καίπερ... から διασῴζοντες まで)により、文頭の主語 μόνοι Λακεδαιμόνιοι と主動詞 οὔτε συνεστράτευσαν が大きく離隔(hyperbaton)している。読解の際は、「ただラケダイモン人だけが... 従軍しなかった」という主たる骨格を捉える必要がある。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-22 AI校閲 — 原文 1 件
