§4ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν.
しかしながら、大工の仕事もやはり凡夫の仕事であり、鍛冶屋や建築家や彫刻家の仕事も同様であって、それらの仕事において、私たちは何一つとして自然に、あるいは偶然にうまくいくことを見はしない。
ὅτι γὰρ τούτοις βραχεῖά τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε
"
βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς,
οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς
λίκνοισι προστρέπεσθε.
なぜなら、これらにはわずかな運が紛れ込むことはあっても、仕事の大部分、かつ最も重要な部分は技術がそれ自体を通じて成し遂げるのであり、そのことをあの詩人も次のように暗示しているからである。 「さあ、道を行け、すべての職人たちよ、直立した万能の箕をもって、ゼウスの恐ろしい眼をしたエルガネに祈る者たちよ。
"
τὴν γὰρ Ἐργάνην αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι.
」なぜなら、技術は運ではなくエルガネをこそ自らの伴侶としているからである。
Νεάλκη μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον.
しかし、ネアルケスが馬を画いていたとき、他の形や色彩においては成功していたものの、ハミの周りで砕け散る泡の浮ついた軽さと、それとともに吐き出される息をうまく描き出すのに苦しみ、何度も描いては消したと言われている。 そして最後には怒りのあまり、絵の具にまみれたスポンジをそのまま画板に投げつけたところ、それがぶつかって見事に絵の具を拭い去り、望み通りの効果を生み出したという。
τοῦτʼ ἔντεχνον τύχης μόνον ἱστορεῖται.
これこそが、運による唯一の「技術的な」成功として記録されているものである。
κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται.
職人たちは、無計画で偶然なものが自らの作品に決して入り込まないよう、至る所で定規、分銅、尺度、そして数を用いる。
καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι.
実に、諸技術は一種の小さな思慮であると言われており、むしろ、思慮の流出物や、生活の諸々の必要の周りに分散したその断片のようなものであって、それはあたかもプロメテウスによって分割された火が、あちこちに散布されたことを暗示しているかのようである。
καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε.
なぜなら、砕かれ、細分化された思慮の、小さな部分や破片がそれぞれの役割へと入っていったからである。
§5θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν.
それゆえ、諸技術は自らの固有の目的のために運を必要としないのに、あらゆる技術の中で最も偉大で最も完全な技術であり、人間の名声と正しさの要であるものが、何ものでもないというのは、いかに驚くべきことであろうか。
ἀλλʼ ἐπιτάσει μὲν καὶ ἀνέσει χορδῶν εὐβουλία τίς ἔνεστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν ἱματίων ἣν γναφικήν, τούς τε παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δʼ ἀριστερᾷ κρατεῖν τὸν ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλʼ ἐπιστάσεως καὶ προσοχῆς δεομένων τὰ δὲ μέγιστα καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν;
弦の緊張と緩和においては、人々が音楽と呼ぶところのある種の良き熟慮が存在し、料理の味付けに関しては私たちが料理術と呼ぶものが、また衣服の洗濯に関しては洗張術と呼ばれるものが存在するのである。 そして、私たちは子供たちに、靴の履き方や衣服の着方、そして右手でおかずを取り、左手でパンを持つことを教えるが、それはこれらのことでさえも運によって生じるのではなく、監督と注意を必要とするからである。 それなのに、幸福にとって最も重大で最も支配的な事柄においては、思慮を招き寄せず、理性や予見に与ることもないというのだろうか。
ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, οὐδʼ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι·
しかし、土に水を混ぜて、運や自然の成り行きによって煉瓦ができるだろうと放置する者は誰もいないし、羊毛や革を手に入れたからといって、自分に外套や靴が出来上がるようにと運に祈って座っている者もいない。
χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος καὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον;
それなのに、多くの黄金や銀を集め、多数の奴隷や、多くの扉を持つ屋敷を身にまとい、贅沢な寝台や食卓を整えた者は、思慮が自らに伴わなくても、これらが幸福であり、苦痛のない、祝福された、不変の生活をもたらすと思うのだろうか。
ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχων, τίς ἐστιν;
ある人が将軍イフィクラテスを、あたかもその正体を暴き立てるかのように、お前は何者なのかと尋ねた。
οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής.
「重装歩兵でもなく、弓兵でもなく、軽装歩兵でもないのだから。
κἀκεῖνος
ὁ τούτοις
ἔφη
πᾶσιν ἐπιτάττων καὶ χρώμενος.
」すると彼は答えた。 「これらすべてに命令し、これらを利用する者だ」と。
§6Οὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδʼ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδʼ ὑγίεια οὐδʼ ἰσχὺς οὐδὲ κάλλος.
思慮とは黄金ではなく、銀でもなく、名声でも富でも健康でも強さでも美しさでもない。
τί οὖν ἐστι;
では、それは何であるか。
τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ διʼ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρπα καὶ βλαβερά, καὶ· βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον.
これらすべてを立派に用いることができる能力であり、それによってこれらの一つひとつが愉快で名誉あり、有益なものとなる。 しかし、これ(思慮)がなければ、それらは扱いにくく、実を結ばず、有害なものとなり、所有者を重苦しくさせ、辱める。
ἦ που καλῶς ὁ Ἡσιόδου Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται
"
μή ποτε δῶρα
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν
"
τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν ἄμουσον ὄντα μηδʼ ἀναγιγνώσκειν ἀγράμματον μηδʼ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός.
実に、ヘシオドスのプロメテウスがエピメテウスに、「決して贈り物をオリュンポスのゼウスから受け取ってはならず、送り返せ」と命じているのは、運によるものや外部のものを指して言っていることであり、それはあたかも、音楽を解さない者には笛を吹くな、読み書きのできない者には読むな、馬に乗れない者には馬に乗るなと命じるかのように、そのように、愚かな者には支配するな、不自由な者には富むな、妻に支配される者には結婚するなと彼に命じているのである。
οὐ γὰρ μόνον
τὸ εὖ πράσσειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται,
ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.
なぜなら、デモステネスが言ったように、「分不相応に順調であることは、愚かな者たちにとって悪しき考えを抱くきっかけとなる」だけでなく、分不相応に幸運であることは、思慮のない者たちにとって悪しき行いをするきっかけとなるからである。