- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg072.humanitext-grc2:10-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
人間の本性である嫉妬や闘争心を敵に向けることで、身内との不和を避けつつ自己を鍛錬する方法を論じます。また、敵の醜い名誉獲得や失態を反面教師として、公正さと徳を追求することを勧めます。
ἐπεὶ δὲ πάσαις κορυδαλλίσι χρὴ λόφον ἐγγενέσθαι κατὰ τὸν Σιμωνίδην, καὶ πᾶσα φύσις ἀνθρώπου φέρει φιλονεικίαν καὶ ζηλοτυπίαν καὶ φθόνον, κενεοφρόνων ἀνδρῶν ἑταῖρον, ὥς φησι Πίνδαρος, οὐ μετρίως ἄν τις ὠφελοῖτο τῶν παθῶν τούτων1 ποιούμενος εἰς τοὺς ἐχθροὺς ἀποκαθάρσεις καὶ ἀποστρέφων ὥσπερ ὀχετοὺς πορρωτάτω τῶν ἑταίρων καὶ οἰκείων. καὶ τοῦτο, ὡς ἔοικε, συνιδὼν πολιτικὸς ἀνὴρ Ὀνομάδημος, ἐν Χίῳ τῆς κρατούσης μερίδος ἐν στάσει γενόμενος, παρῄνει τοῖς ἑταίροις μὴ πάντας ἐξελάσαι τοὺς ἀντιστασιάσαντας, ἀλλʼ ὑπολιπέσθαι τινάς, ὅπως ἔφη μὴ πρὸς τοὺς φίλους ἀρξώμεθα διαφέρεσθαι, τῶν ἐχθρῶν παντάπασιν ἀπαλλαγέντες. οὐκοῦν καὶ ἡμῶν καταναλισκόμενα ταῦτα τὰ πάθη πρὸς τοὺς ἐχθροὺς ἧττον, ἐνοχλήσει τοῖς φίλοις. οὐ γὰρ κεραμεῖ δεῖ κεραμέα φθονεῖν οὐδʼ ἀοιδὸν ἀοιδῷ καθʼ Ἡσίοδον, οὐδὲ γείτονα ζηλοῦν οὐδʼ ἀνεψιὸν οὐδʼ ἀδελφὸν εἰς ἄφενος σπεύδοντα καὶ τυγχάνοντα χρηστῶν πραγμάτων. ἀλλʼ εἰ μηδεὶς τρόπος ἐστὶν ἄλλος ἀπαλλαγῆς ἐρίδων καὶ φθόνων καὶ φιλονεικιῶν, ἔθιζε σεαυτὸν δάκνεσθαι τῶν ἐχθρῶν εὐημερούντων,2 καὶ παρόξυνε καὶ χάραττε τὸ φιλόνεικον ἐν ἐκείνοις θηγόμενον. ὥσπερ γὰρ οἱ χαρίεντες γεωργοὶ τὰ ῥόδα καὶ τὰ ἴα βελτίω ποιεῖν νομίζουσι σκόροδα καὶ κρόμμυα παραφυτεύοντες ἀποκρίνεται γὰρ εἰς ἐκεῖνα πᾶν ὅσον ἔνεστι τῇ τροφῇ δριμὺ καὶ δυσῶδες, οὕτω καὶ ὁ ἐχθρὸς ἀναλαμβάνων καὶ περιέπων τὸ κακόηθες καὶ βάσκανον, εὐμενέστερον παρέξει σε τοῖς φίλοις εὖ πράττουσι καὶ ἀλυπότερον. διὸ καὶ τὰς ἁμίλλας πρὸς ἐκείνους ἐστὶ ποιητέον ὑπὲρ δόξης ἢ ἀρχῆς ἢ πορισμῶν δικαίων, μὴ δακνομένους μόνον, ἄν τι πλέον ἡμῶν ἔχωσιν, ἀλλὰ καὶ πάντα παραφυλάττοντας ἐξ ὧν πλέον ἔχουσι, καὶ πειρωμένους ὑπερβαλέσθαι ταῖς ἐπιμελείαις καὶ φιλοπονίαις καὶ τῷ σωφρονεῖν καὶ προσέχειν ἑαυτοῖς, ὡς Θεμιστοκλῆς ἔλεγεν οὐκ ἐᾶν αὐτὸν καθεύδειν τὴν ἐν Μαραθῶνι Μιλτιάδου νίκην. ὁ μὲν γὰρ εὐτυχίᾳ διαφέρειν αὐτοῦ τὸν ἐχθρὸν ἡγούμενος ἐν ἀρχαῖς ἢ συνηγορίαις ἢ πολιτείαις ἢ παρὰ φίλοις καὶ ἡγεμόσιν, ἐκ τοῦ πράττειν τι καὶ ζηλοῦν εἰς τὸ βασκαίνειν παντάπασι καὶ ἀθυμεῖν καταδυόμενος, ἀργῷ τῷ φθόνῳ καὶ ἀπράκτῳ σύνεστιν· ὁ δὲ μὴ τυφλούμενος περὶ τὸ μισούμενον ἀλλὰ καὶ βίου καὶ ἤθους καὶ λόγων καὶ ἔργων γιγνόμενος θεατὴς; δίκαιος τὰ πλεῖστα κατόψεται τῶν ζηλουμένων, ἐξ ἐπιμελείας καὶ προνοίας καὶ πράξεων χρηστῶν περιγιγνόμενα τοῖς κεκτημένοις, καὶ πρὸς ταῦτα συντείνων ἐπασκήσει τὸ φιλότιμον αὑτοῦ καὶ φιλόκαλον, τὸ δὲ χασμῶδες ἐκκόψει καὶ ῥᾴθυμον.
シモニデスによれば、すべてのヒバリには冠羽が生じていなければならないのであり、そして人間のあらゆる本性は、ピンダロスが言うように「愚かな者たちの仲間」である闘争心と嫉妬と羨望を抱いているのであるから、これらの情念を敵に対して排出し、仲間や身内の者たちから最も遠いところへと、あたかも運河(排水路)のようにそらすならば、人は少なからず益を得るであろう。そして、政治家オノマデモスもどうやらこのことを見抜いていたようで、キオス島で内紛が起きて支配的党派に属したとき、味方の者たちに、反対党派の者たちを全員追放するのではなく、一部の者たちを残しておくようにと勧告した。「敵から完全に解放されて、今度は友人同士で争い始めることがないように」と彼は言ったのである。したがって、私たちのこれらの情念も、敵に対して消費されるならば、友人たちを悩ますことは少なくなるだろう。というのも、ヘシオドスによれば「陶工が陶工を妬んだり、詩人が詩人を妬んだり」すべきではないし、隣人や従兄弟や、富を求めて急ぎ、幸運な出来事に出会っている兄弟を嫉妬すべきでもないからである。しかし、もし争いや嫉妬や闘争心から逃れる方法が他にないならば、敵が繁栄しているときに心を痛めるように自分を慣らし、闘争心を彼らにおいて研ぎ澄ますことで、刺激し、掻き立てるがよい。有能な農夫たちが、薔薇やスミレのそばにニンニクやタマネギを植えることで、それらをより良くできると考えているように(というのも、栄養に含まれる辛味や悪臭を放つ要素がすべてそちらに分泌されるからである)、そのように敵も、あなたの内の悪意や嫉妬深さを引き受けて養ってくれることで、成功している友人たちに対してあなたをより好意的で、より恨みのない者にしてくれるのである。それゆえ、名誉や支配権、あるいは正当な獲得物についての競争も、敵に対してなされるべきである。彼らが自分たちより多くを持っているからといって単に心を痛めるだけでなく、彼らがより多くを持っているあらゆる要因を注意深く観察し、配慮、勤勉さ、節制、そして自己への注意において、彼らを凌駕しようと努めるべきである。かつてテミストクレスが「マラトンにおけるミルティアデスの勝利が自分を眠らせてくれない」と言ったように。というのも、敵が官職や弁護、政治、あるいは友人や支配者たちとの関係において自分より幸運で勝っていると考え、何かを実行して競い合うことから、完全に嫉妬し意気消沈することへと沈み込んでしまう者は、怠惰で無益な羨望の中に生きることになるからである。しかし、憎んでいる相手に対して盲目にならず、その生き方、人柄、言葉、行いの公正な観察者となる者は、羨ましく思われることの大部分が、注意深さ、先見の明、そして善い行いによって、それらを持つ者たちにもたらされていることを見抜くであろう。そして、これらのことに向かって自らを奮い立たせることで、彼は自らの名誉を愛し美を愛する心を鍛え上げ、あくびをするような怠惰さや不注意さを削ぎ落とすのである。
εἰ δέ τινας οἱ ἐχθροὶ κολακεύοντες ἢ πανουργοῦντες ἢ δεκάζοντες ἢ μισθαρνοῦντες αἰσχρὰς καὶ ἀνελευθέρους δοκοῦσι καρποῦσθαι δυνάμεις ἐν αὐλαῖς ἢ πολιτείαις, οὐκ ἐνοχλήσουσιν ἡμᾶς ἀλλὰ μᾶλλον εὐφρανοῦσι, τὴν αὑτῶν ἐλευθερίαν καὶ τὸ καθαρὸν τοῦ βίου καὶ ἀνύβριστον ἀντιτιθέντας· ἅπας γὰρ ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος κατὰ Πλάτωνα, καὶ τὸ τοῦ Σόλωνος;3 ἔχειν ἀεὶ δεῖ πρόχειρον "ἀλλʼ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον" οὐδέ γε βοὰς δεδειπνισμένων θεάτρων οὐδὲ τιμὰς καὶ προεδρίας παρʼ εὐνούχοις καὶ παλλακαῖς καὶ σατράπαις βασιλέων· ζηλωτὸν γὰρ οὐδὲν οὐδὲ καλὸν ἐξ αἰσχροῦ φυόμενον. ἀλλʼ ἐπεὶ τυφλοῦται τὸ φιλοῦν περὶ τὸ φιλούμενον, ὥς φησιν ὁ Πλάτων, καὶ μᾶλλον ἡμῖν οἱ ἐχθροὶ παρέχουσιν αἴσθησιν ἀσχημονοῦντες, δεῖ μήτε τὸ χαῖρον ἐφʼ οἷς ἁμαρτάνουσιν ἀργὸν εἶναι μήτε τὸ λυπούμενον4 ἐφʼ οἷς κατορθοῦσιν, ἀλλʼ ἐπιλογίζεσθαι διʼ ἀμφοτέρων ὅπως τὰ μὲν φυλαττόμενοι βελτίονες ὦμεν αὐτῶν, τὰ δὲ μιμούμενοι μὴ χείρονες.
他方、もし敵が、媚びへつらったり、悪だくみをしたり、賄賂を使ったり、あるいは報酬を得て仕えたりすることで、宮廷や政治において恥ずべき卑劣な権力を享受しているように見えても、彼らは私たちを悩ますことはなく、むしろ喜ばせるだろう。私たちが自分自身の自由、そして純粋で屈辱のない生き方を彼らのそれに対比させるならば。というのも、プラトンによれば、「地の上、および地の下にあるすべての金は、徳に及ばない」からである。そして、ソロンの言葉を常に心に留めておくべきである。「だが、我々は彼らと、徳を富と交換することはしない。」歓待された劇場の歓声や、宦官や側室、王の総督たちのそばでの名誉や席の優先権とも交換しない。というのも、恥ずべきことから生じるもので、羨むに値するものや美しいものは何一つないからである。しかし、プラトンが言うように、愛する者は愛する対象に関して盲目になるのであり、他方、敵が不謹慎な振る舞いをするときには、彼らは私たちにより強く気づきを与えてくれるのであるから、敵が過ちを犯すときに喜ぶ気持ちも、無為であってはならず、彼らが成功するときに悲しむ気持ちも無為であってはならない。むしろ、両者を通じて、前者を警戒することで自分たちが彼らより優れた者となり、後者を模倣することで彼らより劣らない者となるように、熟考しなければならない。
- 10τῶν παθῶν τούτων
動詞 ὠφελοῖτο は通常対格を支配するが、ここでは属格 τῶν παθῶν τούτων と用いられている。これは ἀποκαθάρσεις の目的格的属格(これらの情念の排出)としてかかるか、あるいは ὠφελοῖτο が部分属格的に「これらの情念から益を得る」という意味を帯びているかのいずれかで解釈される。
- 92bτῶν ἐχθρῶν εὐημερούντων
属格独立構文(genitive absolute)であり、時(〜のとき)を表す。主節の不定詞 δάκνεσθαι(心を痛めること)が引き起こされる契機を時間的・状況的に説明している。
- 92eτὸ τοῦ Σόλωνος
中性単数冠詞 τό が属格 τοῦ Σόλωνος を伴い、「ソロンの言葉(または詩)」を指す名詞句を構成している。後続の引用句を先取りする形で、非人称動詞 δεῖ に導かれる不定詞 ἔχειν の直接目的語となっている。
- 92eτὸ χαῖρον ... τὸ λυπούμενον
分詞の中性単数形に冠詞を付した名詞化用法。それぞれ「喜ぶ感情」「悲しむ感情」という抽象的な精神状態を指し、非人称文 δεῖ ... εἶναι の主語として機能している。
