§1τὴν γενομένην μοι σχολὴν περὶ τοῦ ἀκούειν, ὦ Νίκανδρε, ἀπέσταλκά σοι γράψας, ὅπως εἰδῇς τοῦ πείθοντος ὀρθῶς ἀκούειν, ὅτε τῶν προσταττόντων ἀπήλλαξαι τὸ ἀνδρεῖον ἀνειληφὼς ἱμάτιον.
ニカンドロスよ、私は聴講についてかつて得られた余暇(考察した内容)を、君に書き記して送る。 それは、君が男子の外套を身にまとって、命令を下す者たちから解放された今、正しく導いてくれる者に耳を傾けることを知るためである。
ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας·
なぜなら、若者の一部が無教育さゆえに自由とみなしている無規律は、子供の頃のあの教師たちや教育係たちよりも過酷な主人として、あたかも鎖から解き放たれたかのような欲望を若者たちに据えるからである。
καὶ καθάπερ Ἡρόδοτός φησιν ἅμα τῷ χιτῶνι συνεκδύεσθαι τὴν αἰδῶ τὰς γυναῖκας, οὕτως ἔνιοι τῶν νέων ἅμα τῷ τὸ παιδικὸν ἱμάτιον ἀποθέσθαι συναποθέμενοι τὸ αἰδεῖσθαι καὶ φοβεῖσθαι καὶ λύσαντες τὴν κατασχηματίζουσαν αὐτοὺς περιβολὴν εὐθὺς ἐμπίπλανται τῆς ἀναγωγίας.
そしてヘロドトスが、女は下着を脱ぐと同時に羞恥心をも脱ぎ捨てる、と言っているように、一部の若者たちも、子供の外套を脱ぎ捨てるのと同時に、恥じることと恐れることをも共に脱ぎ捨て、自分たちを整えていた覆いを解いて、ただちに不作法に満たされてしまう。
σὺ δὲ πολλάκις ἀκηκοὼς ὅτι ταὐτόν ἐστι τὸ ἕπεσθαι θεῷ καὶ τὸ πείθεσθαι λόγῳ, νόμιζε τὴν εἰς ἄνδρας ἐκ παίδων ἀγωγὴν οὐκ ἀρχῆς εἶναι τοῖς εὖ φρονοῦσιν ἀποβολήν, ἀλλὰ μεταβολὴν ἄρχοντος, ἀντὶ μισθωτοῦ τινος ἢ ἀργυρωνήτου θεῖον ἡγεμόνα τοῦ βίου λαμβάνουσι τὸν λόγον, ᾧ τοὺς ἑπομένους ἄξιόν ἐστι μόνους ἐλευθέρους νομίζειν.
しかし君は、神に従うことと理性に服することは同じであると何度も聞いているのだから、思慮ある者たちにとって、子供から大人への教育(導き)は支配の放棄ではなく、支配者の交代なのであると考えなさい。 すなわち、雇われ人や金で買われた奴隷のような者の代わりに、人生の神聖な指導者として理性を受け取るのであり、これに従う者たちこそが、唯一自由な者であるとみなされるに値する。
μόνοι γὰρ ἃ δεῖ βούλεσθαι μαθόντες, ὡς βούλονται ζῶσι·
なぜなら、彼らだけがなすべきことを望むよう学んで、自ら望むように生きるからである。
ταῖς δʼ ἀπαιδεύτοις καὶ παραλόγοις ὁρμαῖς καὶ πράξεσιν ἀγεννὲς ἔνεστι καὶ μικρὸν ἐν πολλῷ τῷ μετανοοῦντι τὸ ἑκούσιον.
これに対して、教育を欠き、理性に反する衝動や行動においては、自発性は卑しく、わずかであり、その多くは後悔に満ちている。
§2ἐπεὶ δʼ ὥσπερ τῶν ἐγγραφομένων εἰς τὰς πολιτείας οἱ μὲν ἀλλοδαποὶ καὶ ξένοι κομιδῇ πολλὰ μέμφονται καὶ δυσκολαίνουσι τῶν γιγνομένων, οἱ δʼ ἐκ μετοίκων σύντροφοι καὶ συνήθεις τῶν νόμων ὄντες οὐ χαλεπῶς προσδέχονται τὰ ἐπιβάλλοντα καὶ στέργουσιν, οὕτω σε δεῖ πολὺν χρόνον ἐν φιλοσοφίᾳ παρατρεφόμενον καὶ πᾶν μάθημα καὶ ἄκουσμα παιδικὸν ἀπʼ ἀρχῆς ἐθισθέντα προσφέρεσθαι λόγῳ φιλοσόφῳ μεμιγμένον, εὐμενῆ καὶ οἰκεῖον ἥκειν εἰς φιλοσοφίαν, ἣ μόνη τὸν ἀνδρεῖον καὶ τέλειον ὡς ἀληθῶς ἐκ λόγου τοῖς νέοις περιτίθησι κόσμον.
ところで、市民登録をされる人々のうち、外国人や他国者は行われる多くのことに極めて不満を抱き苛立つのに対し、在留外国人の出身で共に育ち法律に慣れ親しんでいる人々は、課されることを不平なく受け入れ、甘んじて受け入れるのと同様に、そのように君も、長い間哲学の中で養われ、子供の頃のあらゆる学習や講話をはじめから哲学的な議論と混ぜ合わせた形で受け入れることに慣れてきたのだから、哲学に対して好意と親しみを持って臨むべきである。 哲学だけが、若者に対して、理性に基づき本当に雄々しく完成された品格を授けるのだ。
Οὐκ ἂν ἀηδῶς οἶμαί σε προακοῦσαι περὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ἣν ὁ Θεόφραστος παθητικωτάτην εἶναί φησι πασῶν.
君が、聴覚という感覚についてあらかじめ聞いておくのは、不快ではないと私は思う。 テオフラストスはこの感覚を、あらゆる感覚の中で最も受動的なものであると言っている。
οὔτε γὰρ ὁρατὸν οὐδὲν οὔτε γευστὸν οὔτε ἁπτὸν ἐκστάσεις ἐπιφέρει καὶ ταραχὰς καὶ πτοίας τηλικαύτας ἡλίκαι καταλαμβάνουσι τὴν ψυχὴν κτύπων τινῶν καὶ πατάγων καὶ ἤχων τῇ ἀκοῇ προσπεσόντων.
というのも、目に見えるものも、味のするものも、触れられるものも、ある種の物音や打撃音や響きが聴覚に飛び込んできたときに魂を襲うほどの、大きな動揺や混乱や興奮をもたらしはしないからである。
ἔστι δὲ λογικωτέρα μᾶλλον ἢ παθητικωτέρα.
また、それは受動的であるというよりはむしろ理性的である。
τῇ μὲν γὰρ κακίᾳ πολλὰ χωρία καὶ μέρη τοῦ σώματος παρέχει διʼ αὐτῶν ἐνδῦσαν ἅψασθαι τῆς ψυχῆς, τῇ δʼ ἀρετῇ μία λαβὴ τὰ ὦτα τῶν νέων ἐστίν, ἂν ᾖ καθαρὰ καὶ ἄθρυπτα κολακείᾳ καὶ λόγοις ἄθικτα φαύλοις ἀπʼ ἀρχῆς φυλάττηται.
なぜなら、邪悪に対しては、身体の多くの場所や部位が、それらを通じて入り込んで魂に触れることを許すのに対して、徳に対しては、若者たちの耳こそが唯一の手がかりであるからだ。 ただし、それが最初から清らかで、お世辞によって損なわれず、くだらない言葉に触れられないように守られているならば、であるが。
διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν.
それゆえにクセノクラテスも、アスリートたちよりもむしろ子供たちに耳当てを装着するよう勧めた。 なぜなら、前者の耳が打撃によって歪められるのに対し、後者の人格は言葉によって歪められるからである。 これは耳を貸さないことや耳を塞ぐことを企図したのではなく、他の有益な言葉が、哲学によって人格の中に守護者として育てられ、魂の最も動揺しやすく説得されやすい場所を占拠する前に、くだらない言葉から身を守るよう勧めたのである。
καὶ Βίας ὁ παλαιὸς Ἀμάσιδι, κελευσθεὶς τὸ χρηστότατον ὁμοῦ καὶ φαυλότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.
また、いにしえのビアスはアマシスに、生贄の肉のうちで最も良い部分であると同時に最も悪い部分を送り届けるよう命じられたとき、舌を取り出して送り届けた。 語るということが、最大の害悪と最大の利益の双方を併せ持つからである。
οἵ τε πολλοὶ τὰ μικρὰ παιδία καταφιλοῦντες αὐτοὶ τε τῶν ὤτων ἅπτονται κἀκεῖνα τοῦτο ποιεῖν κελεύουσιν, αἰνιττόμενοι μετὰ παιδιᾶς ὅτι δεῖ φιλεῖν μάλιστα τοὺς διὰ τῶν ὤτων ὠφελοῦντας.
多くの人々も、小さな子供たちを愛おしんでキスをするとき、自分でもその耳に触れ、子供たちにもそうするよう促す。 それは戯れながらも、耳を通じて恩恵を与えてくれる人々を最も愛すべきである、ということを暗に示しているのである。
ἐπεὶ ὅτι γε πάσης ἀκροάσεως ἀπειργόμενος ὁ νέος καὶ λόγου μηδενὸς γευόμενος οὐ μόνον ἄκαρπος ὅλως καὶ ἀβλαστὴς διαμένει πρὸς ἀρετήν, ἀλλὰ καὶ διαστρέφοιτʼ ἂν πρὸς κακίαν, ὥσπερ ἐκ χώρας ἀκινήτου καὶ ἀργῆς ἄγρια πολλὰ τῆς ψυχῆς ἀναδιδούς, δῆλόν ἐστι.
実際、いかなる講義からも遠ざけられ、いかなる議論も味わうことのない若者は、徳に向かって全く実を結ばず発芽もしないままでいるだけでなく、耕されず放置された土地から多くの野性の雑草が育つように、魂から多くの野蛮なものを生み出して、邪悪へと歪められていくだろうということは明らかである。
τὰς γὰρ ἐφʼ ἡδονὴν ὁρμὰς καὶ πρὸς πόνον ὑποψίας οὐ θυραίους οὐδʼ ὑπὸ λόγων ἐπεισάκτους, ἀλλʼ ὥσπερ αὐτόχθονας οὔσας μυρίων παθῶν καὶ νοσημάτων πηγάς ἂν ἐᾷ τις ἀφέτους ᾗ πεφύκασι χωρεῖν καὶ μὴ λόγοις χρηστοῖς ἀφαιρῶν ἢ παρατρέπων καταρτύῃ τὴν φύσιν, οὐκ ἔστιν ὃ τῶν θηρίων οὐκ ἂν ἡμερώτερον ἀνθρώπου φανείη.
というのも、快楽に向かう衝動や苦痛に対する不信は、外部から入ってきたものでも言葉によって持ち込まれたものでもなく、あたかも生まれつき備わっているものであり、数限りない情念や病の源泉なのであって、もし人がこれらを本性の趣くままに奔放にさせておき、有益な言葉によってそれを取り除いたり方向を転じたりして本性を調教しないならば、野獣のどれをとっても、人間よりは飼い慣らしやすいものに見えないということはないからである。