§6.1ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δι’ αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλʼ ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δὲ ἐγκαταλιπών, ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας·
两人都因自己的缘故而丧失了权位,但情况并不相同:一是因为被抛弃——因为马其顿人背叛了他;另一则是抛弃了他人——因为他逃离了那些为他冒生命危险的人。
ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν.
因此,前者的过错在于使那些为他作战的人对他产生如此的敌意,而后者的过错则在于抛弃了已经建立起来的如此深厚的好意与忠诚。
§6.2τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δὲ ὁ Δημητρίου μᾶλλον.
至于两人的死亡,任何一方都不值得称赞,但德米特里的死更应受到谴责。
αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν ἐπικερδᾶναι τριετίαν, οἴνῳ καὶ γαστρὶ καθάπερ τὰ ζῷα χειροήθης γενόμενος.
因为他甘愿成为俘虏,并在被监禁后,满足于苟延残喘三年,因美酒和暴食而变得像驯服的野兽一般。
Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτόν ἐξήγαγεν.
相反,安东尼虽然是以一种懦弱、可怜且不名誉的方式,但至少在敌人掌控他的身体之前,他就自己结束了生命。